Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Παραίνεσις πρὸς τοὺς ἀδελφούς

Ἐφραίμ ὁ Σύρος

Η κάθαρση της ψυχής και η επικράτηση του πνεύματος επί της σαρκός

Ανάλυση της επίδρασης των παθών στην ψυχή μέσω της αναλογίας της σκουριάς στον χαλκό. Περιγράφεται η σύγκρουση σαρκός και πνεύματος και η ενοίκηση της θείας χάριτος σε σώματα καθαρά από την αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Νουθεσία τοῖς ἀδελφοῖς Ἀδελφοί, εὐλογίαις ἐθισθῶμεν, ἵνα εὐλογίας κληρονομήσωμεν. Οἱ Ἰουδαῖοι ἀπὸ ἔθους πονηροῦ προσκόψαντες, θεοκτόνοι γεγόνασι· καὶ ἡμεῖς ἐὰν ὦμεν λοίδοροι, ἐσόμεθα δύσφημοι. Οὐκ εὐθέως τὰ νοσήματα ἀνίατα γίνονται· ἀρχὴν κακὴν λαβόντα δι᾽ ἀμελείας, εἰς τὴν ἄπειρον κακίαν προέρχεται. Καὶ ἐν τῇ ψυχῇ τὰ πάθη διὰ μικρᾶς αἰτίας ἐπιγίνονται, ἀλλὰ μὴ ὀλοθρευθέντα, ἄπειρον ποιεῖ τὴν καταφρόνησιν.

Ἴδες ἐν χαλκῷ οὐλὴν χλωράν, πῶς εἰς βάθος διαδέχεται; Σύνες τί ποιεῖ ἐν τῇ ψυχῇ πάθος ἀμελούμενον. Ἐὰν μὴ ξέσῃς τὸν ἰόν, οὐ περιαίρεις τὸν σπῖλον, καὶ ἐὰν μὴ ἐκτρίψῃς τῆς σαρκὸς τὴν φύσιν, οὐ περιγίνῃ φυγαδεῦσαι τὸ πάθος.

Ὥσπερ συμφυὴς τῷ χαλκῷ ὁ ἰός, οὕτω καὶ πάθος ἐγκύρον κατὰ τῆς φύσεως. Ἐάν τις γανώσῃ τὸν χαλκὸν πρὸ τοῦ ἰῶσαι, γίνεται ἀμέριμνος, καὶ ἐάν τις ἐν ἀρετῇ περιβάλῃ τὴν ψυχήν, οὐ πονήσει, οὐδὲ λαθραίαν ἀδικίαν ὑποστήσεται.

Δύναται καὶ μετὰ τὸν ἰὸν χαλκοῦ σκεύους ἐπιμελήσασθαι, ἀλλὰ πόνον καὶ ζημίαν ὑφίσταται. Ἐν ᾧ καιρῷ ἔργον ποιεῖν ἠδύνατο πρὸς εὐπορίαν, ἀπασχολεῖται εἰς θεραπείαν τοῦ ἀδικήματος· καὶ ἡ ψυχὴ ἄγεται βραδύνουσα, ἵνα τὸ πάθος ἀφελῆται, δυναμένη κερδᾶναι τὰ μέγιστα. Ἐὰν ἀμεληθῇ ὁ χαλκός, βραδεῖον καθαιρεῖται, καὶ κατάβρωσιν ὑπομένει, γινόμενος 〈καὶ〉 μετὰ τὴν γάνωσιν αἰχμάλωτος· καὶ ἡ ψυχὴ ἐὰν καταφρονήσῃ ἑαυτῆς ἐν τῇ πράξει τῆς ἀρετῆς, εὐσύλατος καθίσταται. Ὁ χαλκὸς ὡς περιβολὴν αἴρει τὴν γάνωσιν. Ἐὰν ἐπὶ ζῶντος χαλκοῦ ἐπιβληθῇ, ἰσχύει πρὸς τὴν χρῆσιν ἐπὶ πολύ· εἰ δὲ μή, ἐπίθεσις γίνεται, ὅτι ἀσθενὲς γίνεται τὸ σκεῦος, θᾶττον ὑπὸ τοῦ ἤδη φθαρέντος καθαιρούμενον.

Καὶ ἡ ψυχὴ ἐὰν ἐπὶ ἐφθαρμένης ἀρετῆς ἐπιλάβηται, σύγχυσιν ὑπομένει, καὶ φθορὰν ἀπὸ τῆς συγχύσεως. Ὡς χαλκός ἐστιν ἡ φύσις ἡ ἀνθρωπεία, καὶ πολλῆς ἐπιμελείας δέεται. Ἐὰν μὴ θέλῃς γανῶσαι αὐτήν, φρόντιζε μὴ περιορᾶν τῆς μίξεως. Ἐὰν ὑγρὸν ἐάσῃ τὸν χαλκόν, ζημίαν ὑποστήσεται· καὶ τὴν φύσιν ἐὰν κάθυγρον ποιήσῃς, δίδως τόπον τῇ φθορᾷ. Καὶ ὁ Σωτὴρ εἴρηκεν ὅτι τὰ πνεύματα τὰ ἀκάθαρτα ποθεῖ τὴν ὑγρότητα. Εἶπε καὶ ὁ Ἀπόστολος· μὴ ποιεῖσθαι τῆς σαρκὸς πρόνοιαν εἰς ἐπιθυμίας. Δῆλον ὅτι ἡ ὑγρότης αἰτία τῇ ψυχῇ καθίσταται τῇ ἐπιθυμίᾳ τῆς σαρκός.

Τὸ Εὐαγγέλιον ἑρμηνεύει τὸ ἀποστολικὸν λόγιον· ἐλθόν, λέγει, τὸ πνεῦμα τὸ ἀκάθαρτον εὑρίσκει τὸν ἄνθρωπον κεκοσμημένον, σεσαρωμένον. Οὐκοῦν ὁ κόσμος τοῦ σώματος πρόξενος ἐπιθυμιῶν τῇ ψυχῇ γίνεται. Διεπορεύθη δι᾽ ἀνύδρων τόπων τὸ πνεῦμα τὸ ἀκάθαρτον· ἐπειδὴ ἔγνω ὅτι ὁ σπόρος αὐτοῦ ἀπολείπεται μὴ χεόμενος εἰς τὸν ὑγρὸν τόπον· ἐλθὸν ἔσπειρε, καὶ ἔσχατον ἐλθὸν εἰς αὐτὸν ἔμεινεν, ἐπειδὴ μετὰ τὴν ἀποδημίαν ἐλθὸν εὗρε τὸν σπόρον καρπογονήσαντα.

Εἰ μὴ ἐποίησε καρπὸν ὁ κάθυγρος ἄνθρωπος, ὡς μὴ ἔχων τι φαγεῖν ὁ Ἐχθρός, ἐν αὐτῷ οὐ κατέμενε. Πῶς δὲ ἐσθίει καὶ τρέφεται τὸ ἀκάθαρτον πνεῦμα, μαθεῖν ὀφείλομεν. Λέγει ὁ Κύριος οἰκεῖον βρῶμα ποιῆσαι τὸ θέλημα τοῦ Πατρὸς αὐτοῦ. Οὕτω καὶ ὁ Ἐχθρὸς ἐκ τοῦ ποιοῦντος αὐτοῦ τὸ θέλημα τρέφεται. Τὸ θέλημα τοῦ Θεοῦ ἐστιν ἡ εἰς τὸ ἀγαθὸν πίστις, οὐκοῦν τοῦ Ἐχθροῦ ἐστιν ἡ ἀπιστία. Τοῦ Θεοῦ τὸ θέλημά ἐστιν ἀρετὴ πράξεων ἀγαθῶν, τοῦ δὲ Διαβόλου πάντα τὰ ἐναντία. Εἴ τις ποιεῖ αὐτοῦ θέλημα, τρέφει αὐτόν. Ἔτι δὲ ὑμῖν τὸν λόγον ἐμφανῆ ποιήσομαι περὶ ἑκατέρου θελήματος. Πῶς τροφὴ γίνεται ὁ Χριστὸς διὰ τὴν σωτηρίαν τῆς Σαμαρείτιδος; Εἶπε τοῖς μαθηταῖς, ὅτι ἔφαγε, καὶ τοῦ Πατρὸς ἐτελείωσε τὸ θέλημα.

Ἐὰν οὖν τις σώσῃ ψυχήν, τρέφει Θεόν· οὕτως, ἐάν τις ἀπολέσῃ ψυχήν, τρέφει τὸν Διάβολον. Τίς οὖν ἡ σπορὰ τοῦ Ἐχθροῦ, καὶ τίς ἡ ἀποδημία καὶ ἡ ἐπιδημία, κατίδωμεν· καὶ διὰ τί τὸ πρῶτον ὠσθείς, ἔσχατον κατέμεινε. Πάλιν ἐκ τῶν θείων Γραφῶν ὑμῖν τὸ παροίμιον δειχθήσεται εἰς πίστωσιν. Εἴ τις τέλειος ᾖ ἐν ἁγιότητι, ναὸς Θεοῦ ἐστι, καθὼς εἶπεν ὁ Ἀπόστολος. Οὕτω καὶ ἐν ἀσεβείᾳ, εἴ τις τέλειος γίνεται, οἶκος γίνεται τοῦ Διαβόλου, καὶ ἐπ᾽ αὐτὸν ἀναπαύεται. Οὐκοῦν σπείρει πρῶτον ἐν τοῖς ἀτελέσι, καὶ ἀποδημεῖ, καὶ μετὰ χρόνον ὁρᾷ, ἐὰν γέγονε τέλειος. Οὕτω καταμένει ἐν αὐτῷ. Ἡ δὲ διαφορὰ τῆς τελειότητος πάλιν ἐκ τῆς εὐσεβοῦς διδασκαλίας παρατεθήσεται. Ὥσπερ οἱ ψυχὰς σῴζοντες τέλειοί εἰσι παρὰ τῷ Θεῷ, οὕτω καὶ οἱ ἀπολλύντες παρὰ Διαβόλῳ. Λέγει τὸ Εὐαγγέλιον πρὸς ποίαν ὁμοιότητα οἱ τέλειοί εἰσι. Τοῖς γοῦν μαθηταῖς φησι· γίνεσθε τέλειοι ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐπειδὴ σῴζει ψυχὰς καὶ σώματα· σώματα μὲν ἀνατέλλων τὸν ἥλιον καὶ διδοὺς ὑετόν· ψυχὰς δὲ διδοὺς νόμον καὶ γνῶσιν· ἀνεχόμενος εἰς ἐπανόρθωσιν.

Ἆρα εὑρίσκομεν ἐπὶ τοῦ Ἐχθροῦ εἰρημένον τὸ παροίμιον ἐν τῇ Γραφῇ; Ναί, αὐτὸ τὸ Εὐαγγέλιον λέγει περὶ αὐτοῦ· ἀπαρχῆς ὁ Διάβολος ἀνθρωποκτόνος ἐστίν. Εἴ τις οὖν ἀναιρεῖ ψυχάς, τέλειός ἐστι κατὰ τὸν Διάβολον γινόμενος.

Ἀκόλουθόν ἐστιν εἰπεῖν, τίνες ἐν αὐτῷ τέλειοι γεγόνασιν. Οἱ Φαρισαῖοι δηλαδή· αὐτὸς γὰρ εἶπεν ὁ Χριστὸς ὅτι πατέρα ἔχουσι τὸν Διάβολον. Αὐτοὶ ἀνεῖλον πολλὰς ψυχάς, ἀπιστίαν εἰς Θεὸν καὶ Χριστὸν διδάσκοντες. Ἐγὼ δὲ ἀποδείκνυμι ὅτι καὶ ὑπερέβαλον, ὅτι οὐ μόνον ἐδίδαξαν, ἀλλὰ καὶ ἠνάγκασαν ποιῆσαι κακόν· εἴ τις γὰρ ἐπίστευσεν εἰς Χριστόν, ἀποσυνάγωγος ἐγίνετο· ἵνα τὴν πρὸς τὸν Ἐχθρὸν ἄρωνται τελειότητα. Ἐκεῖνος διὰ δέους ἀναγκάζει ἀποστῆναι Θεοῦ· ἀπειλῶν γὰρ θάνατον, πολλοὺς τῆς εὐσεβείας ἐφυγάδευσε.

Σπείρει καὶ ὁ Θεός, ἀλλὰ ἐν ξηροῖς καὶ ἐρήμοις σώμασιν, ἐπειδὴ τὰ ἐπουράνια διὰ τῆς ἀφθαρσίας αὔξουσιν. Οὐ πρῶτον φθείρει καὶ φθείρεται ὁ σπόρος τοῦ Θεοῦ, ἀλλ᾽ ἐν τῇ ξηρότητι λεπτυνόμενος αὔξεται. Οὐκοῦν, τίς ἐστιν ὁ ξηρὸς τόπος, οἴδαμεν. Τίς οὖν ἐστιν, ἀλλ᾽ ἢ ἀφθαρσία;

Ἐν ἁγνοῖς καὶ ἐγκρατέσι σώμασιν αὔξει ὁ σπόρος αὐτοῦ, ἐπειδὴ τὴν συμπλοκὴν οὐκ ἐν σαρκὶ ποιεῖται ἀεί, ἀλλ᾽ ἐν ψυχῇ. Πῶς οὖν τοῦτο γίνεται; Πάλιν ἐξετάσωμεν. Τὸ Εὐαγγέλιον εἶπεν ὅτι τὴν ψυχὴν ἀποκτεῖναι οὐδεὶς δύναται.

Οὐκοῦν οὐ χρῄζη τῶν τούτου 〈τοῦ〉 κόσμου ἀγαθῶν. Δύναται δὲ μὴ χρῄζουσα διαμεῖναι ἄφθαρτος· τὰ γὰρ βρώματα πρὸς τὴν τοῦ σώματος δέχεται ὑπόστασιν. Ὅτε τοίνυν μὴ ὑποπέσῃ σώματι, ἀλλ᾽ ὑποτάξῃ αὐτὸ δεχομένη τὸν ἄφθαρτον σπόρον τοῦ Θεοῦ, καὶ σῶμα ὡς ὑπὸ φωτὸς ποιεῖ μετασχεῖν τῆς ἀφθαρσίας, καὶ γίνεται ξηρὸν εἰς αὔξησιν λεπτότητος. Ὥσπερ γὰρ αἱ προσθῆκαι τῶν σωματικῶν αὔξησιν παρέχουσιν εἰς παχύτητα, οὕτω καὶ ἡ ἐκ παχύτητος μείωσις αὔξησις γίνεται λεπτότητος. Αὕτη ἡ εἰς λεπτὸν αὔξησις πάνυ λεπτυνθεῖσα πνευματοποιεῖ τὴν σάρκα, καὶ οὕτως ἑνοῦται τῷ θείῳ Πνεύματι, καρποφοροῦσα ἀφθαρσίαν καὶ τελειουμένη πρὸς ὑποδοχὴν Θεοῦ. Λέγει καὶ τὸ Εὐαγγέλιον ἐν τοῖς τελείοις ὅτι ἐγώ, φησὶν ὁ Χριστός, καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα.

Ἀλλὰ τάχα ἔτι πεισθῆναι ποθεῖτε, εἰ δύναται ἡ φθαρτὴ σὰρξ ἀφθαρσίᾳ συγκερασθῆναι· καὶ δεῖ πάλιν ἡμᾶς βραχέα διελθεῖν. Εἰ δέδεικται ἀθάνατος ἡ ψυχή, δῆλον ὅτι αὐτή ἐστι καὶ ἄφθαρτος. Ἀλλ᾽ ὥσπερ διὰ τῶν ὑγρῶν σωμάτων συγκερασθεῖσα γίνεται σαρκική, οὕτω καὶ σῶμα διὰ τῆς ἀφθαρσίας τῆς ψυχῆς ἑνούμενον τῷ σπόρῳ τοῦ Θεοῦ, γίνεται πνευματικόν. Διὰ τοῦτο καὶ ὁ Παῦλος οἶδε πνευματικοὺς ἀνθρώπους καὶ σαρκικούς. Οἶδεν ὅτι καὶ οἱ σαρκικοὶ ἔχουσι ψυχήν, καὶ οἱ πνευματικοὶ σώματα, ἀλλὰ διὰ τὴν σύγκρασιν καὶ ἐπικράτειαν τοῦ πλείονος τὰ ὀνόματα τῶν κρατούντων ὅλῳ τῷ ἀνθρώπῳ ἐπιτίθησιν.

Ἐὰν κρατήσῃ ἡ σὰρξ τῆς ψυχῆς, σαρκικός ἐστιν ἐκεῖνος ὁ ἄνθρωπος· ἐὰν κρατήσῃ ἡ ψυχή, πνευματικός. Καὶ ἐν ἑτέρῳ δεικνὺς ταῦτα λέγει· ἡ σὰρξ ἀντίκειται τῷ πνεύματι, καὶ τὸ πνεῦμα τῆς σαρκός, ἵνα μὴ ἃ ἂν θέλωσι ποιῶσι.

Τὸ δὲ Εὐαγγέλιον ἐπιλύει τὴν ζήτησιν· εἶπεν ὅτι βιαστῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· βιάζεται γὰρ τὸ πνεῦμα τὴν φύσιν ἐπὶ τὰ θειότερα, ἐπειδὴ ἡ φύσις ἀπὸ τῆς σαρκὸς ἐπὶ τὰ γαιώδη καθέλκεται. Ἡ βία αὐτῆς ἐστιν ὁ πόλεμος.

Δυσὶ γὰρ τρόποις ἐπιγίνεται· ἐν τοῖς ἀρχομένοις γίνεται, ἵνα μὴ συγκραθῶσι τῇ σαρκί· ἐν τοῖς τελείοις, ἵνα καὶ αὐτὴν τὴν σάρκα πνευματικὴν ποιήσωσι. Διὰ τοῦτο ἐν ἀρχῇ τὸν σπόρον δίδωσι, καὶ ἐπὶ τέλει μετὰ τὴν αὔξησιν οἶνον καὶ τροφὴν ποιεῖ τοὺς τελειωθέντας, ὡς ἐπὶ τῶν ἐναντίων εἰρήκαμεν. Λέγει πῶς τροφὴ Θεοῦ γινόμεθα καὶ πότος· ἐγώ, φησί, εἰμὶ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα.

Ὁ δὲ Ἀπόστολος τοῖς πιστοῖς Κορινθίοις φησί· Θεοῦ γεώργιόν ἐστε, Θεοῦ οἰκοδομή. Τοῦτο εἶπε πρὸς τοὺς ἀρχομένους· πρὸς δὲ τοὺς τελείους τί φησιν· οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.

Οὐκοῦν ἐν τοῖς σώμασι τοῖς ξηροῖς ὁ σπόρος τῆς ἀφθαρσίας συνάπτεται· οὐ γὰρ κατὰ φύσιν ἀνυπότακτον ἀντίκειται ἡ σὰρξ τῷ πνεύματι, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν καὶ ὁρμὴν τῆς προαιρέσεως. Εἰ γὰρ τὸ κεφάλαιον ἐν ἀνθρώπῳ ἐστὶν ἡ ψυχὴ ἡ ἀθάνατος, οὐκ ἠδίκησε τὸν ἄνθρωπον ὁ Θεὸς ἐπὶ ἀφθαρσίᾳ τερπόμενος, οὐκ ἐβιάσατο τὴν ἐπίμικτον φύσιν, ἀλλὰ προετρέψατο τὴν ἀφθαρσίαν βιάσασθαι, ὡς ὑπηρέτην, τὴν δι᾽ ἁμαρτίας φθειρομένην σάρκα. Ὥσπερ γὰρ ἐν χωνείᾳ πυρὸς συσχηματίζεται τῷ πυρὶ ὁ χαλκός, οὕτω καὶ τὸ σῶμα τῷ πνεύματι, ἐὰν τῇ ἀφθαρσίᾳ συγκραθῇ. Ὁ αὐτὸς χαλκὸς καὶ τῇ κόπρῳ παραπλήσιος γίνεται χωννύμενος, καὶ γῇ σποδούμενος, καὶ τῷ ἰῷ φθειρόμενος. Οὕτω καὶ ἡ σὰρξ ἐν τοῖς πάθεσι βαπτιζομένη.