Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Παραίνεσις πρὸς τοὺς ἀδελφούς

Ἐφραίμ ὁ Σύρος

Αλληγορική διδασκαλία από τον φυσικό κόσμο και πνευματική εγρήγορση

Άντληση πνευματικών διδαγμάτων από παραδείγματα ζώων, όπως ο όφις και ο μύρμηγκας, η προετοιμασία των πιστών απέναντι στους πειρασμούς και η χριστολογική εκπλήρωση των τύπων αυτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Εἶπεν ἡ Σοφία ἐν ταῖς Παροιμίας πορευθῆναι πρὸς μύρμηκα καὶ μαθεῖν φρόνησιν. Εἶπε καὶ τὸ Εὐαγγέλιον γενέσθαι φρονίμους ἡμᾶς, ὡς τοὺς ὄφεις· οὐ γὰρ εὐάλωτοί εἰσι, ὄντες ἀθλιώτατοι. Ἀντὶ τῆς περιστερᾶς τοῦ Εὐαγγελίου ἡ Παροιμία τὴν μέλισσαν παρέθετο, καὶ ἀντὶ τοῦ ὄφεως τὸν μύρμηκα.

Ἴδωμεν οὖν τὴν ὁμοιότητα πρὸς ὠφέλειαν. Ὁ ὄφις ἕρπει, καὶ ἐπιβουλεύει πολλοῖς· ἀλλ᾽ ἡ Παροιμία, ὅτι καὶ λεπτὸς ὁ Δράκων γίνεται εἰς ἀναίρεσιν, μύρμηκα αὐτὸν προσηγόρευσεν. Ὅτε ὀφθῇ μύρμηξ, κἂν νικήσῃ, ὡς δράκων θρασύνεται.

Ὅτε φανῇ ὄφις, κἂν νικηθῇ, ὡς μύρμηξ ταπεινοῦται, ἵνα μὴ ἀδικηθῇ. Οὕτω καὶ ἡμεῖς ὀφείλομεν μετασχηματίζεσθαι ταῖς μεθοδείαις αὐτοῦ, ἵνα μὴ ζημιούμεθα. Ἕρπει ὁ μύρμηξ κατὰ τὸν ὄφιν, οἱ δὲ πόδες αὐτοῦ οὐ τὸ σῶμα βαστάζουσιν, ἀλλὰ τὴν γῆν ἐπιλαμβάνονται εἰς πορείαν· τὰ σιτία ὑπὸ γῆν κρύπτει, ἵνα μὴ ὑπὸ χειμῶνος ἀδικηθῶσι· τοὺς πόρους ἀποφράττει, ὧν καθιστᾷ, ἵνα μὴ ἐν καιρῷ ἀνάγκης ἀπολέσῃ τὴν τροφήν. Ταῦτα πάντα καὶ ὁ ὄφις ποιεῖ. Εἶπε καὶ τὸ Εὐαγγέλιον, τὸν διωγμὸν ὑμῶν εὔχεσθε μὴ ἐπιέναι χειμῶνι, ἢ ἐν σαββάτῳ· τὸν χειμῶνα δηλοῦντα τὴν ὥραν τῆς ἀνάγκης, τὸ δὲ σάββατον τὴν ἡλικίαν τοῦ γήρως, ἐν ᾧ ζωὴ ἡμῶν διὰ τὴν ἀργίαν σάββατον γίνεται.

Ἐργασώμεθα οὖν ἐν τῷ θέρει, ὅτε οὐκ ἐπίκειται ἀνάγκη, ἵνα ἔχωμεν εἰς τὸ σάββατον. Ὁ αὐτὸς εἶπε Σολομών· ἐργάζου ἐν νεότητι πρὸ τοῦ ἐλθεῖν καιρὸν ἐν ᾧ ἐρεῖς· οὐκ ἔστι μοι ἐν αὐτῷ θέλημα. Τίς οὖν ἐστιν ἡ ἀνάγκη, ἢ πειρασμός τις ἀλλοιούμενος, ὅστις ἄγνοιαν ὑφίσταται; Ὁ δὲ πειρασμός ἐστι, περὶ ὃν εἶπεν ὁ Κύριος· εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ ὁ Παῦλος λέγει ὅτι οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, δεικνὺς ὅτι Θεὸς οὐκ εἰς κακὸν συγχωρεῖ, ἀλλ᾽ εἰς τὸ ἀγαθόν. Εἰδὼς ὅτι νικήσομεν, συγχωρεῖ, ἵνα στεφανωθῶμεν.

Περὶ γὰρ τῶν ἡττωμένων οὐκ αὐτὸς συγχωρεῖ· ἡ προαίρεσις ἑκάστου καὶ ἡ πρᾶξις αἰτία καθίσταται. Ὁ Ἐχθρὸς οὐκ οἶδεν ὅτι νικῶσιν οἱ Ἅγιοι· κακοθελὴς γὰρ ὤν, οὐκ ἐποίει ἀγῶνα τῷ στεφανοῦσθαι μέλλοντι. Εἰ ἦν γινώσκων, καλοθελὴς ἐτύγχανε· καὶ εἰ ἦν καλοθελής, διὰ τί τοὺς πίπτοντας καταστρέφει, οὐκ ἀνορθοῖ δὲ παυόμενος τῆς πράξεως;

Οὐκοῦν τὸ εὔξασθαι μὴ εἶναι ἡμῖν ἐν χειμῶνι τὸν διωγμὸν συνήκαμεν ὅτι δύο περιέχει πειρασμούς; Ἕνα τὸν ἐκ τῆς ἐξετάσεως, θάτερον δὲ τὸν ἐκ τῆς τοῦ διωγμοῦ προαιρέσεως; Ὅμοιόν ἐστι καὶ τὸ τοῦ σαββάτου, ὅτι περιέχει τέλος πικρὸν τῆς διώξεως τῶν πόνων, ὧν ἢ παρὰ δύναμιν ὑπομένοντες σφοδρῶς κολαζόμεθα, ἢ μὴ φέροντες σφαλλόμενοι τὴν ψυχὴν ἀδικοῦμεν. Θάτερον δὲ τέλος ἄκαρπον, ὅτι ἐν διωγμῷ θνῄσκοντες ἄκαρποι αἰώνιον μισθὸν ζημιούμεθα.

Ἴδωμεν καθεξῆς περὶ τῆς μελίττης καὶ περὶ τῆς περιστερᾶς, εἰ καὶ ἐν τούτοις εὕροιμεν ὁμοιότητα, ὡς παρὰ τῷ ὄφει καὶ τῷ μύρμηκι, ἢ πολλὴ παρ᾽ ἐκείνοις ἡ ἀκρίβεια. Διὰ τὸν χειμῶνα τῆς μελίττης οἱ πόνοι ἐν εὐθηνίας γίνονται.

Ἡ περιστερὰ κοινότητα ἀσπάζεται, ὡσαύτως καὶ ἡ μέλιττα. Τῆς μελίττης ὁ πόνος ἅπασι χρήσιμος, καὶ τῆς περιστερᾶς τὸ εἶδος πᾶσι προσφιλέστατον. Ὡς ἡ μέλιττα, οὔτε περιστερὰ δολιεύεται. Εὐάλωτον περιστερᾶς τὸ εἶδος τοῖς ὄφεσιν· ὡσαύτως καὶ τὸ τῆς μελίττης τοῖς ἑρπετοῖς. Ἐκείνοις ἐοίκασιν οἱ μετὰ διακρίσεως βιοῦντες, καὶ τούτοις οἱ μετὰ ἁπλότητος. Διὸ καὶ λέγει ὁ Ἐκκλησιαστής· ἐν ἡμέρᾳ ἀγαθῇ, ἴδε ἐν ἀγαθῷ, καί, φύλασσε ἀκακίαν, ἵνα ἴδῃς εὐθύτητα.

Ἀλλὰ πρῶτον εἶπεν ὁ Κύριος, γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις· εἶθ᾽ οὕτως, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί· ἕπεται γὰρ μετὰ τὸν πειρασμὸν ἡ ἀνάπαυσις. Διὸ λέγει ὁ Δαυΐδ· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Μετὰ τὸν μύρμηκα καὶ μέλιττα. Λέγει καὶ ὁ Παῦλος· πρῶτον τὸ σαρκικόν, καὶ οὕτω τὸ πνευματικόν· γίνεται γὰρ μετὰ τοὺς πόνους δόξα. Καὶ λέγει περὶ τῆς μελίττης ὅτι ποθεινή ἐστι πᾶσι καὶ ἐπίδοξος. Ὁρᾶτε ὅτι δεῖ πρῶτον ἐν πόνοις διαγυμνάζεσθαι, καὶ ἐν ἀγῶνι στεφανοῦσθαι, ἵνα οὕτω τῆς θείας χάριτος ἀπολαύσωμεν; Τὴν πικρίαν τῆς ἀσκήσεως διαδέχεται ἡ γλυκύτης τῆς ἀναπαύσεως, καὶ τὴν τραχύτητα τῆς ζωῆς ἡ χάρις διαδέχεται. Εἰ μὴ μισηθῶμεν ὡς οἱ ὄφεις, ὡς αἱ περιστεραὶ οὐ φιλιούμεθα. Εἰ μὴ εὐτελεῖς ὡς οἱ μύρμηκες γενώμεθα, ὡς αἱ μέλιτται ἐπίδοξοι οὐκ ἐσόμεθα.

Πρῶτον ἔπαθεν ὁ Χριστός, ὡς ὁ ὄφις Μωυσέως, ἐπὶ ξύλου κρεμασθείς, καὶ εἶθ᾽ οὕτως, ὡς περιστερά, ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνέπτη εἰς τὰ ἐπουράνια. Πρῶτον ἔφαγε τὰς πικρίδας τοῦ Πάσχα, καὶ οὕτως ἀναστὰς τῆς μελικηρίδος ἀπήλαυσε.