Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀγάπης

Ἐφραίμ ὁ Σύρος

Η αναγκαιότητα της αγάπης και της συγχωρητικότητας στον πνευματικό βίο

Η άφεση των σφαλμάτων του πλησίον και η ειλικρινής φιλαδελφία προβάλλονται ως απαραίτητοι όροι για την αποδοχή των προσευχών από τον Θεό. Παράλληλα, τονίζεται ότι η απουσία της αγάπης καθιστά κάθε ασκητικό έργο άκαρπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ ἀγάπης Καλῶς εἶπεν ὁ Κύριος ὅτι τὸ φορτίον μού ἐστιν ἐλαφρόν. Ποῖον γὰρ βάρος ἢ ποῖος κόπος ἐστὶ τὸ ἀφεῖναι τῷ ἀδελφῷ τὰ παραπτώματα, ἐλαφρὰ καὶ μηδαμινά, καὶ συγχωρηθῆναι τὰ ἴδια, καὶ δικαιωθῆναι συντόμως; Οὐκ εἶπεν ὅτι, προσαγάγετέ μοι χρήματα, ἢ μόσχους, ἢ χιμάρους, ἢ νηστείαν, ἢ ἀγρυπνίαν, ἵνα εἴπῃς, οὐκ ἔχω, οὐ δύναμαι, ἀλλ᾽ ὅ ἐστιν ἐλαφρὸν καὶ εὔκολον καὶ σύντομον, τοῦτο προσέταξε λέγων· σὺ συγχώρησον τῷ ἀδελφῷ σου τὰ παραπτώματα, κἀγὼ συγχωρῶ τὰ σά. Σὺ μικρὰ συγχωρεῖς πταίσματα, ἴσως ὀβολοὺς ὀλίγους, ἢ καὶ τρία δηνάρια, ἐγὼ δὲ τὰ μύρια τάλαντά σοι χαρίζομαι.

Καὶ σὺ μὲν μόνον συγχωρεῖς, τίποτε μὴ χαριζόμενος, ἐγὼ δὲ καὶ τὴν ἄφεσίν σοι παρέχω, καὶ τὴν ἴασιν καὶ τὴν βασιλείαν χαρίζομαι· καὶ τὸ δῶρόν σου τότε προσδέχομαι, ὅταν διαλλαγῇς τῷ ἐχθραίνοντί σοι, ὅταν μὴ ἔχῃς ἔχθραν κατά τινος, ὅταν ὁ ἥλιος μὴ δύσῃ ἐπὶ τῷ παροργισμῷ σου. Ὅταν πρὸς πάντας εἰρήνην καὶ ἀγάπην ἔχῃς, τότε ἡ προσευχή σου εὐπρόσδεκτος, καὶ ἡ προσφορά σου εὐάρεστος, καὶ ὁ οἶκος εὐλογημένος, καὶ σὺ μακάριος. Ἐὰν δὲ σὺ τῷ ἀδελφῷ σου οὐ διαλλάσσῃ, πῶς παρ᾽ ἐμοῦ συγχώρησιν ζητεῖς; Τοὺς λόγους μου καταπατεῖς, καὶ συγχώρησιν προστάσσεις; Ἐγὼ ὁ Δεσπότης σου προστάσσω, καὶ οὐ προσέχεις, καὶ σὺ ὁ δοῦλος πῶς τολμᾶς προσφέρειν μοι προσευχήν, ἢ θυσίαν, ἢ ἀπαρχάς, ἔχων ἔχθραν κατά τινος; Ὥσπερ γὰρ σὺ στρέφεις ἀπὸ τοῦ ἀδελφοῦ σου τὸ πρόσωπον, οὕτω κἀγὼ ἀπὸ τῆς προσευχῆς σου καὶ τοῦ δώρου σου ἀποστρέψω τοὺς ὀφθαλμούς μου.

Πάλιν δὲ παρακαλῶ, ἀδελφοί, ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστί, καὶ τὰ χωρὶς ἀγάπης γινόμενα οὐκ εὐδοκεῖ ἐν αὐτοῖς. Πῶς ἄρα προσδέξηται ὁ Θεὸς φονέως προσευχήν, ἢ δῶρα, ἢ ἀπαρχάς, ἢ καρποφορίαν, ἐὰν μὴ πρότερον μετανοήσῃ κατὰ τὸν λόγον; Ἀλλὰ καὶ πάντως ἐρεῖς μοι· ἐγὼ φονεὺς οὐκ εἰμί. Ἐγὼ δέ σοι οὐκ ἀποδείξω ὅτι φονεὺς εἶ, μᾶλλον δὲ Ἰωάννης ὁ Θεολόγος ἐλέγξῃ σε λέγων· πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί.

Λοιπὸν οὖν, ἀγαπητοί μοι ἀδελφοί, μηδὲν προτιμήσωμεν, ἢ σπουδάσωμεν κτήσασθαι πλέον τῆς ἀγάπης. Μηδεὶς ἐχέτω κατά τινος, μηδεὶς κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ἡμῶν, ἀλλ᾽ ἀφῶμεν τοῖς ὀφειλέταις πάντα, καὶ τὴν ἀγάπην ἐπισπασώμεθα· αὕτη γὰρ καλύπτει πλῆθος ἁμαρτιῶν.

Τί γὰρ τὸ ὄφελος, τέκνα, ἐάν τις πάντα ἔχῃ, τὴν δὲ σῴζουσαν ἀγάπην μὴ ἔχῃ; Ὥσπερ γάρ τις ἄριστον ποιήσῃ μέγα, ἵνα καλέσῃ βασιλέα καὶ ἄρχοντας, καὶ πάντα ἑτοιμάσῃ πλουσίως, ἵνα μηδὲν αὐτῷ λείπῃ, ἅλας δὲ οὐκ ἔχει, μὴ δύναται βρωθῆναι τὸ ἄριστον ἐκεῖνο; Οὐ πάντως. Ἀλλὰ καὶ τὴν ἔξοδον ἐζημιώθη, καὶ τοὺς κόπους ἀπώλεσε, καὶ ὕβριν ἑαυτῷ προσήγαγε παρὰ τῶν κεκλημένων ὑπ᾽ αὐτοῦ. Οὕτως οὖν καὶ ἐνταῦθα. Τί τὸ ὄφελος εἰς ἀνέμους κοπιᾶν χωρὶς ἀγάπης; Χωρὶς γὰρ αὐτῆς πᾶν ἔργον καὶ πᾶσα πρᾶξις ἀκάθαρτος· κἂν παρθενίαν κέκτηταί τις, κἂν νηστεύει, κἂν ἀγρυπνεῖ· εἴτε προσεύχεται, εἴτε δοχὴν ποιεῖ πτωχοῖς· κἂν δῶρα προσφέρειν δοκεῖ, ἢ ἀπαρχάς, ἢ καρποφορίας· κἂν ἐκκλησίας κτίζει, εἴτε ἄλλο τι πράττει χωρὶς ἀγάπης, πάντα ἐκεῖνα εἰς οὐδὲν λογισθήσονται παρὰ τῷ Θεῷ· οὐδὲ γὰρ εὐδοκεῖ Κύριος ἐν αὐτοῖς. Καὶ ἄκουε τοῦ Ἀποστόλου λέγοντος· ἐὰν ταῖς γλώσσαις τῶν Ἀγγέλων λαλῶ καὶ τῶν ἀνθρώπων, ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Ὁ γὰρ ἔχων ἔχθραν κατὰ τοῦ ἀδελφοῦ καὶ δοκῶν προσφέρειν τι τῷ Θεῷ, ὡς ὁ θύων κύνα, καὶ ὡς μίσθωμα πόρνης λογισθήσεται. Μὴ οὖν βουληθῇς χωρὶς ἀγάπης ποιεῖν τίποτε, ὅτι ἡ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. Ὢ ποίου ἀγαθοῦ καταφρονοῦμεν! Ὢ πόσων ἀγαθῶν στερούμεθα καὶ πόσης χαρᾶς, μὴ κτησάμενοι τὴν ἀγάπην! Ταύτην ὁ Ἰούδας μὴ θελήσας κτήσασθαι, ἐκ μέσου τοῦ χοροῦ τῶν Ἀποστόλων ἐξῆλθε, καταλιπὼν τὸ φῶς τὸ ἀληθινόν, τὸν ἑαυτοῦ διδάσκαλον, καὶ τοὺς ἰδίους ἀδελφοὺς μισήσας ἐν τῷ σκότει ἐπορεύθη. Διὸ καὶ ὁ κορυφαῖος Πέτρος ἔλεγε· παρέβη Ἰούδας πορευθεὶς εἰς τὸν ἴδιον τόπον. Καὶ πάλιν Ἰωάννης ὁ Θεολόγος· ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστί, καὶ ἐν τῷ σκότει περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.

Ἐὰν δὲ εἴπῃς ὅτι κἂν τὸν ἀδελφόν μου οὐκ ἀγαπῶ, ἀλλὰ τὸν Θεὸν ἀγαπῶ, ἐλέγχει σε ὁ αὐτὸς λέγων· ἐάν τις εἴπῃ, ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Ὁ οὖν ἔχων μετὰ τῶν ἀδελφῶν ἀγάπην, καὶ μὴ ἔχων ἔχθραν κατά τινος, ὁ πληρῶν τὸν λόγον τοῦ Ἀποστόλου, ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, οὗτος ἀληθῶς ἀγαπᾷ τὸν Θεόν, οὗτος μαθητής ἐστι τοῦ Χριστοῦ εἰπόντος, ὅτι ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ᾽ ἀλλήλων.

Φανερὸν οὖν ἐστιν ὅτι οἱ Χριστοῦ μαθηταὶ ἐκεῖθεν γνωρίζονται, ἐκ τῆς ἀληθινῆς ἀγάπης· ὁ δὲ ἔχων μῖσος κατὰ τοῦ ἀδελφοῦ, καὶ δοκεῖ ἀγαπᾶν τὸν Χριστόν, ψεύστης ἐστὶ καὶ φρεναπατᾷ ἑαυτόν. Λέγει γὰρ ὁ ἀπόστολος Ἰωάννης ὅτι ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾽ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Καὶ πάλιν ὁ Κύριος· ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Καὶ ἐπήγαγε θέλων δεῖξαι τὴν δύναμιν τῆς ἀγάπης, λέγων· ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ Προφῆται κρέμανται.