Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ ἀγάπης
Το μεγαλείο της αγάπης στην ιστορία της Θείας Οικονομίας
Αναλύεται η σωτηριώδης ενέργεια της αγάπης, με αναφορές στους δικαίους της Παλαιάς Διαθήκης, την Ενσάρκωση του Λόγου και τον αγιασμό της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το μεγαλείο της αγάπης στην ιστορία της Θείας Οικονομίας
Αναλύεται η σωτηριώδης ενέργεια της αγάπης, με αναφορές στους δικαίους της Παλαιάς Διαθήκης, την Ενσάρκωση του Λόγου και τον αγιασμό της Εκκλησίας.
Ὢ θαύματος ἐξαισίου, ὅτι ὁ ἔχων τὴν ἀνυπόκριτον ἀγάπην, ὅλον τὸν νόμον πληροῖ· πλήρωμα γὰρ νόμου ἡ ἀγάπη, ὥς φησιν ὁ Ἀπόστολος. Ὢ δύναμις ἀγάπης ἀνείκαστος, ὢ δύναμις ἀγάπης ἀμέτρητος. Οὐδὲν τῆς ἀγάπης τιμιώτερον, οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς. Διὰ τοῦτο Παῦλος ὁ ἀπόστολος, μαθὼν ὅτι οὐδέν ἐστι τῆς ἀγάπης ἀντάξιον, ἔγραψε καὶ ἀπέστειλεν εἰς τὰ πέρατα τῆς οἰκουμένης, λέγων· ἀδελφοί, μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν, καὶ τὰς ψυχὰς ὑπὲρ ἀλλήλων θεῖναι. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τὸ κεφάλαιον πασῶν τῶν ἀρετῶν. Ἡ ἀγάπη τὸ πλήρωμα τοῦ νόμου. Ἡ ἀγάπη ἡ ἀπλανὴς σωτηρία. Αὕτη ἐξ ἀρχῆς ἐνοίκησεν ἐν τῇ καρδίᾳ τοῦ Ἄβελ· αὕτη τοῦ Νῶε κυβερνήτης γέγονεν· αὕτη τοῖς Πατριάρχαις συνήργησεν· αὕτη τὸν Μωυσῆν διέσωσεν· αὕτη τὸν Δαυῒδ οἰκητήριον τοῦ Ἁγίου Πνεύματος ἐποίησεν· αὕτη ἐν τοῖς Προφήταις κατεσκήνωσεν· αὕτη τὸν Ἰὼβ ἐνίσχυσε. Καὶ τί οὐ λέγω τὰ μείζονα;
Αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τῶν οὐρανῶν πρὸς ἡμᾶς κατήγαγε. Διὰ τῆς ἀγάπης ὁ ἄσαρκος σαρκοῦται, ὁ ἄχρονος ἐν χρόνῳ δι᾽ ἡμᾶς, ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γίνεται. Διὰ τῆς ἀγάπης πάντα πρὸς σωτηρίαν οἰκονομεῖται· ὁ θάνατος κατήργηται, ὁ ᾅδης κατεβλήθη, ὁ Ἀδὰμ ἀνακέκληται καὶ ἡ Εὔα ἠλευθέρωται.
Διὰ τῆς ἀγάπης μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων. Διὰ τῆς ἀγάπης ἡ κατάρα λέλυται, ὁ παράδεισος ἠνέῳκται, ἡ ζωὴ πεφανέρωται, ἡ βασιλεία τῶν οὐρανῶν ἐπήγγελται. Αὕτη τοὺς ἁλιεῖς τῶν ἰχθύων σαγηνεύσασα, ἁλιεῖς τῶν ἀνθρώπων ἐποίησεν· αὕτη τοῖς Μάρτυσι συνήθλησε καὶ ἐνίσχυσεν· αὕτη τὰς ἐρήμους πολιτείας ἀνέδειξεν· αὕτη τὰ ὄρη καὶ τὰ σπήλαια ψαλμῳδίας ἐπλήρωσεν· αὕτη τοὺς ἀνθρώπους ἀγγέλους ἀπειργάσατο· αὕτη ἐδίδαξεν ἄνδρας καὶ γυναῖκας τὴν στενὴν καὶ τεθλιμμένην βαδίζειν ὁδόν. Ἀλλὰ μέχρι ποῦ στήσωμαι διώκων ἀκατάληπτα; Τίς ἱκανὸς πάντα διηγήσασθαι τὰ τῆς ἀγάπης κατορθώματα; Οἶμαι δὲ ὅτι οὐδὲ οἱ Ἄγγελοι κατ᾽ ἀξίαν διηγήσονται.
Ὦ μακαρία ἀγάπη, χορηγὲ πάντων τῶν ἀγαθῶν! Ὦ μακαρία ἀγάπη, ἡ μακαρίους ἀποδεικνύουσα τοὺς ποθοῦντάς σε! Μακάριος ἄνθρωπος καὶ τρισμακάριος ὄντως ὁ κτησάμενος τὴν ἀγάπην ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.