Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀγάπης

Ἐφραίμ ὁ Σύρος

Η ουράνια ανταπόδοση της αγάπης και δοξολογικός επίλογος

Περιγράφεται η μέλλουσα δόξα και η βασιλεία των ουρανών που επιφυλάσσεται σε όσους βιώνουν την αγάπη, και το έργο ολοκληρώνεται με αποστολικές ρήσεις και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι. Μακάριος ἄνθρωπος ὁ πάντα περιφρονήσας τὰ γήϊνα καὶ φθειρόμενα, καὶ τὴν ἀγάπην κτησάμενος. Τοιούτου ὁ μισθὸς καθ᾽ ἑκάστην ἡμέραν αὐξάνει. Τοιούτου ὁ μισθὸς καὶ ὁ στέφανος ἡτοίμασται, ἡ βασιλεία τῶν οὐρανῶν κεχάρισται. Τοῦτον πάντες Ἄγγελοι μακαρίζουσι· τοῦτον ἐπαινοῦσι πᾶσαι αἱ τῶν οὐρανῶν δυνάμεις· τοῦτον μετὰ χαρᾶς ὑποδέξονται οἱ χοροὶ τῶν Ἀρχαγγέλων. Τούτῳ ἀνοιχθήσονται προθύμως αἱ πύλαι τῶν οὐρανῶν, καὶ μετὰ παρρησίας εἰσελεύσεται, καὶ ἐν τῷ θρόνῳ τοῦ Θεοῦ παραστήσεται, καὶ τῇ δεξιᾷ τοῦ Θεοῦ στεφανωθήσεται, καὶ αὐτῷ συμβασιλεύσει εἰς τοὺς ἀπεράντους αἰῶνας.

Τίς τούτου μακαριώτερος; Τίς τούτου ὑψηλότερος; Τίς τούτου τιμιώτερος; Ἴδετε εἰς οἷον ὕψος ἀναφέρει ἡ ἀγάπη τοὺς ἔχοντας αὐτήν. Καλῶς εἶπεν ὁ Ἀπόστολος, μηδενὶ μηδὲν ὀφείλειν ἡμᾶς, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν. Ὁ Θεὸς γὰρ ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ μένει, εἰς τοὺς αἰῶνας. Ἀμήν.