Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀναστάσεως νεκρῶν

Ἐφραίμ ὁ Σύρος

Το μυστήριο της αναστάσεως και η έσχατη σάλπιγγα

Η αιφνίδια έγερση των νεκρών κατά τη Δευτέρα Παρουσία, τεκμηριωμένη μέσα από προφητικές και ευαγγελικές μαρτυρίες, και η μεταβολή της φθαρτής ανθρώπινης φύσης σε άφθαρτη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Μέγα θαῦμα, ἀδελφοί, θεωρῆσαι ἄφνω τάφους ἀνεῳγμένους τῇ φωνῇ τῆς σάλπιγγος καὶ νεκροὺς ἐγειρομένους, τοὺς κεκοιμημένους ἀπὸ Ἀδὰμ μέχρι τῆς ὥρας ἐκείνης, ἐν ἀτόμῳ καὶ ῥιπῇ ὀφθαλμοῦ ἅπαντας ὁμοῦ ἀνισταμένους· Ἀγγέλους τε περιτρέχοντας μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ τοὺς δικαίους ἐπισυνάγοντας ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν. Ἐκείνη ἡ φωνὴ πάντας ζωοποιήσει ἀπὸ ἑνὸς ἕως ἑνός, καὶ οὐδεὶς ἀνθρώπων ἀπολιμπάνεται, καὶ οἱ μὲν ἐγερθήσονται εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ εἰς ἀνάστασιν κρίσεως.

Ἀκούοντες δὲ περὶ ἀναστάσεως νεκρῶν, μὴ ἀπιστῶμεν, φιλόχριστοι ἀδελφοί· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν. Καὶ καθάπερ τοὺς ἐμβληθέντας ἐν καμίνῳ πυρὸς καὶ δίκην τάφου ὑπὸ τῆς φλογὸς ἐγκαλυφθέντας διεφύλαξεν ἀσινεῖς, καὶ οὐ μόνον θρὶξ αὐτῶν οὐκ ἐφλογίσθη, ἀλλ᾽ οὐδὲ ὀσμὴ τῆς τηλικαύτης καὶ ἐπηρτισμένης φλογὸς ἐκολλήθη ἐν αὐτοῖς, οὕτως καὶ οἱ νεκροὶ ἐγειρόμενοι ἄφθαρτοι, οὐ μόνον θρὶξ αὐτῶν οὐκ ἀπολείπεται, ἀλλ᾽ οὐδὲ ὀσμὴ φθορᾶς εὑρεθήσεται ἐν αὐτοῖς τοῦ τοσούτου χρόνου τῆς ἑαυτῶν κοιμήσεως· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν. Ἄκουε δὲ καὶ τοῦ προφήτου Ἰεζεκιὴλ λέγοντος· καὶ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων· καὶ περιήγαγέ με ἐν μέσῳ αὐτῶν κύκλωθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ εἰπὲ αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ᾽ ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ᾽ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ᾽ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου ἐφ᾽ ὑμᾶς καὶ ζήσεσθε καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.

Καὶ προεφήτευσα καθὼς Κύριος ἐνετείλατό μοι, καὶ ἐγένετο φωνὴ ἐν τῷ με προφητεῦσαι· καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἕκαστον πρὸς τὴν ἁρμονίαν αὐτοῦ· καὶ ἰδοὺ ἐπ᾽ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ᾽ αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς.

Καὶ εἶπε πρός με· προφήτευσον, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὸ πνεῦμα, καὶ εἶπον τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ τὸ πνεῦμα καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ προεφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. Καὶ ἐλάλησε Κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν· αὐτοὶ λέγουσι, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν.

Διὰ τοῦτο προφήτευσον καὶ εἰπὲ πρὸς αὐτούς· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ὀρύξαι με τοὺς τάφους ὑμῶν καὶ ἀναγαγεῖν ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, λαός μου.

Καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω, λέγει Κύριος Κύριος. Ὅθεν καὶ παραγενόμενος ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστός, θείῳ στόματι ἔφη· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται.

Καὶ πάλιν· μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως· γέγραπται γάρ· πρόσεχε, οὐρανέ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου. Αὕτη ἐστὶν ἡ δρόσος ἡ ἀνατέλλουσα καὶ ζωοποιοῦσα τοὺς νεκρούς. Καθὼς καὶ ἕτερος Προφήτης βοᾷ, λέγων· ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστί· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν. Ἤτε γὰρ ἄνθρωποι, ἤτε γῆ, ἤτε πελάγη θαλασσῶν, ἤτε ἄβυσσοι, ἤτε τις κτίσις ἑτέρα, πάντα ἐν τῇ χειρὶ αὐτοῦ ἐστι, καὶ ὡς οὐδέν ἐστι. Καὶ πειθέτω σε ὁ Προφήτης, λέγων· τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Καὶ πάλιν λέγει· πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη ὡς οὐδὲν ἐλογίσθησαν. Ὁ δὲ Ἀββακούμ· Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.

Γέγραπται γάρ· ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.

Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος;