Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀναστάσεως νεκρῶν

Ἐφραίμ ὁ Σύρος

Η μελλοντική κρίση και ικεσίες για θείο έλεος

Η ελπίδα των δικαίων για την επουράνια ανταπόδοση, η συντριβή και οι δεήσεις του συγγραφέα εν όψει της τελικής κρίσεως, και η καταληκτήρια δοξολογία προς την Αγία Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Μὴ κλαιέτω ὁ πτωχός, καὶ μὴ μεγαλαυχείτω ὁ πλούσιος. Μὴ ἀθυμήτω ὁ ἀσθενής, καὶ μὴ ἐπαιρέσθω ὁ δυνατός. Μὴ λυπείσθω ὁ δοῦλος, καὶ μὴ καυχάσθω ὁ κύριος. Πάντες γὰρ ἐπὶ γῆς ἐν τῷ χοῒ καταλύσομεν τὸ σῶμα, ἄχρις οὗ ἂν ἔλθῃ ὁ Κύριος, ὃς ζωογονήσει ἡμῶν τὰ σώματα. Καυχάσθωσαν δὲ οἱ δίκαιοι, καὶ εὐφραινέσθωσαν ἐν Κυρίῳ. Μακάριοι γὰρ πάντες οἱ εὑρισκόμενοι τότε ἄξιοι ταύτης τῆς εὐλογημένης φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐμμείνατε οὖν οἱ ἐργαζόμενοι τὴν δικαιοσύνην [καὶ] πόνους ὑπὲρ ἀληθείας Θεοῦ ἀντλοῦντες· οἱ γὰρ πόνοι τῆς προσκαίρου ζωῆς πολλὴν ὑμῖν προξενοῦσι τὴν παρρησίαν ἐπὶ τοῦ μέλλοντος· καὶ ἡ στενοχωρία τοῦ ἐνεστῶτος βίου γενήσεται ὑμῖν ἐπὶ τοῦ μέλλοντος εἰς ἄνεσιν καὶ ὕψωμα καὶ καύχημα· καὶ ὁ νῦν κλαυθμὸς γενήσεται ὑμῖν εἰς παράκλησιν καὶ ἄνεσιν. Γέγραπται γάρ· μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν κατοικήσει. Τότε πάλιν γενήσεται τὸ γεγραμμένον· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε.

Ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύζετε. Καταλείψεται γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσιν αὐτῷ, κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Καὶ πάλιν λέγει· ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ᾽ οὐ μὴ ἐπέλθῃ αὐτοῖς ἐπὶ τὴν καρδίαν, ἀλλ᾽ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ.

Ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐννοῶ εἰς ἐμαυτὸν οἷα ἀγαθὰ ἀπόκειται τοῖς δικαίοις καὶ ποῖος θυμὸς ἠπείληται τοῖς ἁμαρτωλοῖς, καὶ καταφρονῶ ἐμαυτόν. Καὶ ἐπειδὴ οὐ συνείδω ἐμαυτῷ ἔργον καλόν, ταύτην φωνὴν ἀφίημι πρὸς Θεὸν ἀγαθὸν καὶ λυτρωτήν· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Ἐκεῖνος μὲν γὰρ ὁ τελώνης ἀνώτερος ὑπάρχων τῆς ἐμῆς εὐτελείας, ἐπὶ πόδας ἱστάμενος, κάτω βλέπων καὶ τὸ στῆθος κρούων ἱκέτευεν· ἐγὼ δὲ ὡς ὑπερβάλλων τοῖς πταίσμασιν εἰς γῆν πεσὼν ἐπὶ πρόσωπον καὶ τὸ μέτωπον εἰς τὸ ἔδαφος κρούων, βοῶ πρὸς τὸν εὔσπλαγχνον καὶ ἄχραντον καὶ φοβερόν· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἀναξίῳ. Μή μοι εἴη εἰς κρῖμα, ὅτι τολμῶ διὰ τῆς ἀθεμίτου μου γλώσσης καὶ τῶν ἀκαθάρτων μου χειλέων ὀνομάζειν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ὑπερύμνητον εἰς τοὺς αἰῶνας· ἀλλ᾽ ἔστω μοι ἡ ἐπίκλησις τοῦ ὀνόματός σου, Κύριε, εἰς φωτισμὸν καὶ ἁγιασμὸν σαρκὸς καὶ πνεύματος. Θυμιαμάτων ἀτμὶς ἀνιοῦσα εὐωδίας ἐμπίμπλησι τὸν οἶκον, πόσῳ μᾶλλον ἡ μνήμη σου, Κύριε, ἡ γλυκυτέρα μέλιτος καὶ κηρίου, ἐμπίμπλησι τὴν ψυχὴν ἁγιασμοῦ καὶ φωτισμοῦ τοῖς ἐν γνώσει ἐπιποθοῦσί σε τὸν Σωτῆρα. Δός μοι πόθον εἰς τὸ σωτήριόν σου, Κύριε, ὡς γῇ διψώσῃ καὶ προσδεχομένῃ τὸν ὑετόν, ἵνα ποιήσω καρπὸν πρὸ θανάτου, ὅπως μὴ αἰσχυνθῶ ἐν ἡμέρᾳ τῆς ἐτάσεως. Ἐλέησον πάντας ἡμᾶς, ὡς ἀγαθός.

Εὐχαριστοῦμεν τῇ ἀγαθότητί σου, Κύριε, ὅτι ἀναξίους ἡμᾶς ὄντας ἠξίωσας δουλεύειν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τὰς χεῖρας διαπετᾶν πρὸς σὲ τὸν τῶν ὅλων πατέρα. Ῥῦσαι ἡμᾶς ἐκ πάσης ἐνεργείας σατανικῆς καὶ δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, Κύριε. Δὸς ἡμῖν εὑρεθῆναι ὡς γῆ καλὴ καὶ ἀγαθή, ὅπως δεξάμενοι τὸν σπόρον σου καρποφορήσωμεν εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. Δὸς ἡμῖν, Κύριε, ἐμπορεύεσθαι ἐπαξίως ἐν τῷ σῷ ἀργυρίῳ, ᾧ ἡμῖν παρέθηκας, ἵνα τὴν μνᾶν δεκαπλασιάσαντες προσενέγκωμέν σοι καρπὸν δικαιοσύνης, καὶ ἀξιωθῶμεν ἄρχειν τῶν δέκα πόλεων. Δὸς ἡμῖν, Κύριε, προθυμίαν ἐγρηγορέναι εἰς τὴν σὴν ἀπαντήν, ἔχοντας τὰς ὀσφύας τῆς διανοίας περιεζωσμένας, καὶ τοὺς νοεροὺς λύχνους τῆς ψυχῆς ἀσβέστους, σὲ προσδοκῶντας τὸν Θεὸν ἡμῶν καὶ Σωτῆρα Ἰησοῦν Χριστόν. Ἀξίωσον ἡμᾶς, Κύριε, τῆς ἁρπαγῆς τῶν δικαίων, ὅτε ἐν νεφέλαις ὑπαντῶσί σοι τῷ Δεσπότῃ, ἵνα μὴ πειρασθῶμεν ἐκείνης τῆς πικρᾶς καὶ ἀπαραιτήτου κρίσεως. Διασκόρπισον, Κύριε, τὸ δυσβάστακτον φορτίον τῶν ἡμετέρων ἁμαρτημάτων πρὸ τοῦ θανάτου, ἵνα μὴ ἐμπόδιον ἡμῖν γένηται ἐν τῇ ὥρᾳ τῆς κρίσεως καὶ κατασπάσῃ εἰς τὸ πῦρ τὸ ἄσβεστον ἐκ τῆς συνδρομῆς τῶν δικαίων. Ἡ δικαιοσύνη πτέρα ἐστὶν ὀξυτάτη κουφίζουσα τοὺς δικαίους ἀπὸ γῆς εἰς οὐρανόν.

Ἡ χάρις σου, Κύριε, ἰσχὺς ἡμῖν γενηθήτω καὶ ἀναλάβῃ ἐν νεφέλαις, σὺν δικαίοις καὶ ἐκλεκτοῖς εἰς ἀέρα, εἰς ἀπάντησίν σοι τῷ Βασιλεῖ τῶν ἁπάντων, ὅπως ἡμᾶς οἱ ἅγιοι Ἄγγελοι δεξάμενοι μετὰ χαρᾶς καὶ ἱλαρῷ προσώπῳ προσκυνήσωμεν, ὡς δεῖ, ἐνώπιόν σου, Κύριε, καὶ θεασάμενοι τὴν δόξαν τὴν ἄρρητον χαρᾶς πολλῆς ἐμπλησθέντες βοήσωμεν· δόξα τῷ ἐνδύσαντι ταπεινοὺς καὶ φθαρτοὺς δόξαν καὶ ἀφθαρσίαν· δόξα τῷ δωρησαμένῳ θνητοῖς τὴν ἀθανασίαν· δόξα τῷ ῥυσαμένῳ ἡμᾶς ἐκ στόματος τοῦ λέοντος καὶ λυμεῶνος Ἐχθροῦ, καὶ περιποιησαμένῳ ἡμᾶς εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ἥδε δὲ ἡ ῥίζα ἁπάντων τῶν ἀγαθῶν. Ὧδε φῶς ἄφραστον, ᾧ νὺξ οὐκ ἐπακολουθεῖ· ὧδε χαρὰ ἀνεκλάλητος ὑπὸ λύπης ἢ ἑτέρου τινὸς μὴ συνδιαλυομένη· ὧδε ἀφθαρσία τῇ φθορᾷ μὴ ὑποκειμένη· ὧδε ζωὴ ὑπὸ θανάτου μὴ καταλυομένη. Ὅντως νῦν ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἀπὸ τοῦ νῦν σὺν Κυρίῳ ἐσόμεθα πάντες.

Αὗται αἱ φωναὶ τῶν δικαίων καὶ ἁγίων καὶ ἀσκητῶν καὶ ἐκλεκτῶν ἐν τῇ αὐτοῦ παρουσίᾳ, καὶ πάντων τῶν διὰ μετανοίας εὐαρεστησάντων τῷ Κυρίῳ. Νήψωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοί, καὶ πρόσχωμεν ἑαυτοῖς, ὅπως συναυλισθῶμεν τοῖς δικαίοις, καὶ χαρήσεται ἡμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ἡμῶν οὐδεὶς αἴρει ἀφ᾽ ἡμῶν, ὑμνοῦντες, εὐλογοῦντες καὶ προσκυνοῦντες τὴν ἁγίαν καὶ ἄχραντον καὶ ὁμοούσιον Τριάδα, εἰς τοὺς αἰῶνας. Ἀμήν.