Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ ἀναστάσεως νεκρῶν
Αποδοκιμασία της φιλοκοσμίας και των αμαρτωλών συνηθειών
Αυστηρός έλεγχος της προσήλωσης στις κοσμικές ηδονές και τα έργα του διαβόλου, με παράλληλη υπόμνηση των υποσχέσεων του βαπτίσματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αποδοκιμασία της φιλοκοσμίας και των αμαρτωλών συνηθειών
Αυστηρός έλεγχος της προσήλωσης στις κοσμικές ηδονές και τα έργα του διαβόλου, με παράλληλη υπόμνηση των υποσχέσεων του βαπτίσματος.
Εἴδετε πῶς στρέφεταί τις εἰς τὰ ὀπίσω; Πᾶς ὁ φρονῶν τοιαῦτα τὸν Χριστὸν ἀπεδύσατο. Εἰ δὲ τὰ ἐν λόγοις τοιαῦτα, ἄρα τὰ ἐν ἔργοις ὁποῖά εἰσιν; Ἅπερ ἐὰν θελήσω εἰς μέσον ἀγαγεῖν καὶ πάντα διηγήσασθαι, οὐκ ἀρκέσει μοι ὅλος ὁ χρόνος, ἵνα πάντα διηγήσομαι τὰ ἄτοπα αὐχήματα, ἃ καλῶς ἀποταξάμενοι, κακῶς πάλιν ἐνεπλάκημεν· καὶ ἅπερ καλῶς ἐπελαθόμεθα, πάλιν κακῶς ἐμνημονεύσαμεν, στραφέντες εἰς τὰ ὀπίσω· πάλιν τὰ αὐτὰ ἐπελαβόμεθα ἔργα, τὰ τῶν ἀθέων ἐχθρῶν σχήματα καὶ πράγματα καὶ λόγους καὶ ἔργα, ἅπερ αἰσχύνη ἐστὶν ἀποκαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν.
Ὢ τοῦ πονηροῦ δαίμονος! Ὢ τοῦ μισοκάλου καὶ μισανθρώπου καὶ ἀκαθάρτου πνεύματος! Πῶς ἕκαστον διὰ τέχνης ὑποσκελίζει, ἀπατᾷ καὶ πείθει! Ὁ Δεσπότης κράζει, καὶ διὰ Προφητῶν καὶ διὰ Ἀποστόλων καὶ διὰ τῶν Εὐαγγελίων, καὶ ἐκ πολλῶν ὀλίγοι προσέχουσιν. Ὁ Διάβολος καλεῖ διὰ κιθαρῶν καὶ χορῶν, 〈καὶ〉 δι᾽ ᾀσμάτων δαιμονικῶν, καὶ πλῆθος συνάγει. Ὁ φιλάνθρωπος προσκαλεῖται πάντας καὶ λέγει· δεῦτε πρός με πάντες, καὶ οὐδεὶς ὁ ὑπακούων, οὐδεὶς 〈ὁ〉 σπουδάζων. Ὁ μισάνθρωπος Διάβολος προτρέπεται, καὶ πολλοὶ συντρέχουσιν.
Εἰ δέ ποτε κηρυχθῇ νηστεία ἢ ἀγρυπνία, πάντες ἀτονοῦντες ἀποδύρονται, καὶ ὡς νεκροὶ γίνονται· ἐὰν δὲ μηνυθῇ ποτε ἄριστα καὶ δεῖπνα, καὶ κιθάραι καὶ ᾄσματα δαιμονικά, πάντες ἱλαροὶ γίνονται, εὔδρομοι, ἐγρήγοροι, καὶ ἀλλήλους προσφωνοῦσι καὶ συντρέχουσι τὸν κακὸν δρόμον, καὶ ἀγωνίζονται τὸν καλὸν ἀγῶνα οὐχ ὡς σεμνοί, ὡς Χριστιανοῖς ἁρμόζει, ἀλλ᾽ ὡς ἐθνικοί· οὐκέτι ὡς Θεοῦ δοῦλοι, ἀλλ᾽ ὡς δραπέται· καὶ πολλάκις διὰ πάσης τῆς ἡμέρας κοπιῶντες διὰ τὴν κοιλίαν, καὶ ὅλην τὴν νύκτα ἄϋπνοι διατελοῦσι ἐπὶ ἀπωλείᾳ τῶν ψυχῶν αὐτῶν, παίζοντες καὶ παιζόμενοι, καὶ οὐδὲν ἄλλο κερδαίνοντες ἐκ τοῦ κόπου καὶ τῆς ἀγρυπνίας, εἰ μὴ μόνον τὸ οὐαί, καθὼς ὁ Κύριος εἶπεν· οὐαὶ ὑμῖν τοῖς γελῶσι νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Οἱ γὰρ ὧδε μὴ θελήσαντες ὀλίγον πενθῆσαι, ἐκεῖ κλαύσουσιν εἰς τοὺς ἀπεράντους αἰῶνας.
Μηδεὶς πλανάτω ὑμᾶς, ἀδελφοί. Οὐκ ἔστι ταῦτα Χριστιανῶν, ἀλλὰ τῶν ἀπίστων ἐθνῶν, καθὼς εἶπεν ὁ Δεσπότης· μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ποιοῦσιν, οἷς οὐκ ἔστιν ἐλπὶς σωτηρίας, οὐδὲ πόθος τῶν αἰωνίων ἀγαθῶν. Ἡμῖν δὲ εἴρηται· μὴ ἀγαπήσητε τὸν κόσμον, μηδὲ τὰ ἐν κόσμῳ.
Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί. Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
Οἴδατε, ἀδελφοί, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Πῶς οὖν ἐνδυσάμενοι τὸν Χριστόν, τῷ Διαβόλῳ δουλεύετε; Οὐκ οἴδατε ὅτι εἰκὼν καὶ δόξα Θεοῦ ἐσμεν; Πῶς οὖν τὴν εἰκόνα τοῦ Θεοῦ φοροῦντες, οὐ τιμᾶτε αὐτήν, ἀλλ᾽ ἀτιμάζετε αὐτὴν διὰ τῶν ἐθνικῶν πραγμάτων; Ὢ πόσων ἀγαθῶν στερούμεθα διὰ ταῦτα τὰ πράγματα; Προσετάχθης, ἀδελφέ, ὑπὸ τοῦ Ἀποστόλου πάντα εἰς δόξαν Θεοῦ ποιεῖν, σὺ δὲ διὰ τῶν ἐθνικῶν πραγμάτων τὸν Διάβολον τέρπεις, τὸν δὲ φιλάνθρωπον Θεὸν ἀτιμάζεις. Ἐπετράπης ἀδιαλείπτως προσεύχεσθαι, σὺ δὲ ἀδιαλείπτως μετεωρίζῃ· προσετάχθης ἀρνήσασθαι τὰς κοσμικὰς ἐπιθυμίας, παραγγελίας ἔλαβες παρὰ τοῦ Δεσπότου μὴ μετεωρίζεσθαι, σὺ δὲ πρὸς ταῦτα οὐ βλέπεις, ἀλλὰ τὴν ἀκοὴν ἀποστρέφεις· ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Τοιαύτη γάρ ἐστιν ἡ φύσις τῆς ἁμαρτίας· εὐφραίνει μικρὰ καὶ κολάζει μεγάλα· τέρπει πρόσκαιρα καὶ κολάζει αἰώνια.
Θέλετε πεῖσαι ὑμᾶς ὅτι εἰδωλολατρία ἐστὶ τὸ παίζειν; Ἄκουσον τί λέγει ὁ Ἀπόστολος· μὴ γίνεσθε εἰδωλολάτραι, καθὼς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ὅρα οὖν μὴ ποθῶν τὸ παίζειν, εὑρεθῇς ἐκεῖ μετὰ τῶν εἰδωλολατρῶν· ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει, καὶ ἕκαστος θερίσει ὃ ἔσπειρε. Βλέπε μὴ ὧδε σπείρεις ἀκάνθας, γελοῖα καὶ μετεωρισμούς, καὶ ἐκεῖ θερίσεις δάκρυα καὶ ὀδυρμούς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.