Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῆς (κεφάλαια ι΄)

Ἐφραίμ ὁ Σύρος

Μοναχική πολιτεία, υποταγή και πνευματικός αγώνας

Διδασκαλία για την ορθή διοίκηση, την υπακοή στους πνευματικούς πατέρες, τη φιλαδελφία, καθώς και την αντιμετώπιση της ακηδίας και των δαιμονικών προσβολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Κεφάλαιον αʹ μακαρία πόλις ὑπὸ εὐσεβῶν βασιλευομένη· καὶ πλοῖον ὑπὸ ἐμπείρων κυβερνώμενον· καὶ μοναστήριον ὑπὸ ἐγκρατῶν διοικούμενον. Οὐαὶ δὲ πόλει ὑπὸ ἀσεβῶν βασιλευομένῃ· καὶ πλοίῳ ὑπὸ ἀπείρων κυβερνωμένῳ· καὶ μοναστηρίῳ ὑπὸ φιληδόνων διοικουμένῳ. Καὶ ἡ μὲν πόλις πλησθήσεται βαρβάρων διὰ ἀσέβειαν τῶν κρατούντων, καὶ τὸ πλοῖον συντριβήσεται δι᾽ ἀπειρίαν τῶν κυβερνώντων, τὸ δὲ μοναστήριον ἐρημωθήσεται διὰ μισοπονίαν τῶν διοικούντων.

Κεφάλαιον βʹ Ἐὰν καθέζεις ἐν ὑποταγῇ πνευματικῶν πατέρων, οὐκ ἐν τῷ σὲ θεραπεύεσθαι καὶ ἀκούειν λόγους κολακείας φαίνεταί σου τὸ ἑδραῖον τῆς πίστεως· ἀλλ᾽ ὅταν ἀλεξούμενος καὶ τυπτόμενος ὑπομείνῃς. Καὶ θηρίον εἰκότως κολακευόμενον ἡμεροῦται καὶ πραΰνεται. Μὴ τοίνυν πικραίνου πρὸς τὸν παιδεύοντα, εἰ ἄραγε σκεῦος ἐκλογῆς βούλῃ γενέσθαι, ἀλλὰ εἰδὼς τὴν προκοπὴν τῆς ἐν Κυρίῳ ὑποταγῆς καὶ ταπεινοφροσύνης, ὅτι εἰς τοῦτο παρῆλθες, εἰ ἄρα ἐπιστάμενος τὴν δόξαν αὐτῆς ταύτην ἐπελέξω σεαυτῷ.

Ὁ τῶν Ἁγίων βίος, ἀδελφέ, ἐν ταύτῃ φαιδρύνεται μεγαλυνθείς. Μωϋσῆς γὰρ ὁ θεράπων Κυρίου, εἰ γὰρ οὐκ ἐμαθήτευσε κατὰ τὸ δόγμα τοῦ Ἰοθόρ, ἀλλ᾽ ὅμως ὑπετάγη καὶ ἐδούλευσε, εἰ καὶ ἐν Αἰγύπτῳ τυγχάνων ἱκανῶς ἐπαιδεύθη. Καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ διὰ τῆς τελείας ὑποταγῆς ἠξιώθη τηλικαύτης δωρεᾶς, διάδοχος γενόμενος Μωϋσέως. Καὶ Σαμουὴλ ἐν ὑποταγῇ τυγχάνων Ἠλὶ τοῦ ἱερέως, φωνῆς Θεοῦ ἠξιώθη. Ἐλισαῖος δὲ διὰ ταύτης τὴν μηλωτὴν καὶ χάριν ἐδέξατο τοῦ ἑαυτοῦ διδασκάλου. Τί δὲ λέγω περὶ ὁμοιοπαθῶν ἀνθρώπων; Αὐτὸς Θεὸς Λόγος ἐνανθρωπήσας ἐν ταπεινώσει καὶ ὑποταγῇ διῆξε, καθὼς ὁ Εὐαγγελιστὴς διδάσκει ἡμᾶς λέγων· καὶ ἦν αὐτοῖς ὑποτασσόμενος. Ὁ δὲ Ἀπόστολος πάλιν ἔφη· ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἀλλά γε καὶ κατὰ τὸν βίον, ὅσοι οὐ βούλονται ἀνέξασθαι τῆς ἀγαθῆς παιδείας τῶν γονέων, κινδυνεύουσιν οὐχ ἁπλῶς. Οἱ πλεῖστοι γὰρ τῶν ἐν πόλεσι κολαζομένων ὑπὸ ἀρχόντων δι᾽ ἀνυποταγὴν καὶ ἀπείθειαν καὶ σκληροτραχηλίαν ἀποτυμπανίζονται.

Ἀλλά γε καὶ νεάνιδες, ὅσαι οὐ πειθαρχοῦσι ταῖς ἀγαθαῖς παραινέσεσι, τῆς σωφροσύνης ἐκτὸς γενόμεναι, ἐν πλατείαις καὶ ῥύμαις ἑταιρίζουσαι, ἀσέμνως καθυβρίζονται. Αἱ δὲ στοιχοῦσαι τῷ ἔργῳ, καὶ τῇ ἡσυχίᾳ καὶ τῇ σωφροσύνῃ σχολάζουσαι, ὑπὸ μὲν ἀνθρώπων τιμηθήσονται, παρὰ δὲ Κυρίου δοξασθήσονται.

Ἤρξω ἀγαθῆς προαιρέσεως; Ἐγκαρτέρει ἐν αὐτῇ, ἵνα μεγαλυνθήσῃ ὑπὸ Κυρίου μετὰ πραέων καὶ ταπεινῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Κεφάλαιον γʹ Ἐὰν μεσάσῃ ὁ ἀδελφός σου πάρεργον, καὶ συμβῇ αὐτὸν κακωθέντα ἐπιδέεσθαί σου τῷ ἔργῳ, ἀνάδεξαι τὴν φροντίδα, συγκοπιῶν τε τῷ πάσχοντι μετὰ πάσης ταπεινοφροσύνης. Μετὰ δὲ τὸ ἐπιλαβέσθαι αὐτὸν τῆς ὑγιείας, μὴ ἐπιθυμήσῃς τοῦ παρέργου τοῦ ἀδελφοῦ σου, μήπως ἐπάξῃς σεαυτῷ κατάγνωσιν ὑπὸ Κυρίου καὶ ἀνθρώπων. Ἀλλ᾽ ἴσως ὑποβάλλει ὁ λογισμός, ὅτι οἰκονομία γεγένηται ἐν τούτῳ, ἵνα ἐκεῖνος κακωθῇ, κἀγὼ τοῦτο ἐπιτύχω.

Διατί δὲ μὴ ἐλογίσω τὸ ἀγαθὸν ἐκεῖνο, ὅτι δήποτε οἰκονομία γέγονεν, ἵνα φανῇς ὁποῖος εἶ τῇ προαιρέσει, φίλαυτος ἢ φιλάδελφος; Εἰ δὲ μετὰ τὸ ἀνασφαλῆναι ἑαυτὸν τῆς νόσου παραιτήσεται, ἐπιλαβοῦ τοῦ πράγματος μετὰ συνειδήσεως ἀγαθῆς, τοῦ προεστῶτος ἐπιτρέποντος, ἵνα ἔχῃς μαρτυρίαν καλὴν ἐκ τῶν ἔξω. Χρῄζει γὰρ τῆς δικαιοσύνης ἡ εὐλάβεια. Περὶ γὰρ τοῦ ἁγιωτάτου Συμεών, τοῦ τὸν Σωτῆρα ὑποδεξαμένου εἰς τὰς ἀγκάλας, γέγραπται, ὅτι ἦν δίκαιος καὶ εὐλαβής.

Κεφάλαιον δʹ Ἑδραίαν καρδίαν ἔχωμεν, ἀγαπητέ, ἡ γὰρ νωθεία ἀντίκειται τῇ ἀρετῇ. Μὴ τοίνυν ἐν τῷ συμβῆναι ἡμῖν μικρὰν ἀκηδίαν ὀλιγοψυχήσωμεν, ἀλλὰ βιασώμεθα ἑαυτούς, ὡς ἔμψυχος ὁδοιπόρος· τῷ τοιούτῳ γάρ, ὅταν συμβῇ μαλακία κατὰ τὴν ὁδόν, οὐκ ἐνδίδωσι τοῦ σκοποῦ τῆς μακροδίας, ἀλλὰ παρακαλεῖ ἑαυτόν, λέγων· ἔτι μικρὸν καὶ ἐλεύσεις ἐν τῷ καταλύματι καὶ ἀναπαύσεις.

Καὶ ὁ Κύριος βλέπων τὴν βίαν, παρέχει αὐτῷ ἰσχύν, τὴν ἀνωμαλίαν κουφίζων. Ἡ γὰρ νωθεία καὶ ὀκνηρία πενίας εἰσὶ πρόξενοι, οὐ μόνον τῶν κατὰ πνεῦμα χαρισμάτων, ἀλλὰ καὶ τῶν κατὰ σάρκα χρειῶν.

Κεφάλαιον εʹ Ἐὰν ἀπαντᾷς πρὸ πάντων ἐν τῇ συνάξει, καὶ καρτερῇς ἄχρι τῆς ἀπολύσεως, μηδὲ ἐν τούτῳ σε ἐπαράτω ὁ λογισμός, καθότι καὶ οἱ χειροτέχναι πολλὴν σπουδὴν καὶ ἀγρυπνίαν ἐπιτίθενται ἐν τῷ αὑτῶν ἔργῳ. Μηδὲ τὸ σῶμα παριστᾷς τῷ Κυρίῳ μόνον, ἀλλὰ καὶ τοὺς λογισμοὺς ἐπισύναξον ἐν καρδίᾳ ταπεινῇ. Ἡ γὰρ ὑψηλοφροσύνη φωλεῷ ἔοικεν ἐν ᾧ ὁ Δράκων φιλοχωρεῖ, καὶ τὸν προσιόντα ἀναιρεῖ. Περὶ δὲ τοῦ μὴ μεθύσκεσθαι οἴνῳ, ἢ τοῦ μὴ συνδιατρίβειν γυναιξί, περισσόν μοι δοκεῖ σημᾶναι τῇ σῇ θεοφιλίᾳ, καθότι πᾶσι φανερὸν ἀλλότριον εἶναι τοῦτο τῆς ἀρετῆς. Ἀναγκαῖον οὖν μὴ μόνον ἐν τούτῳ τῷ μέρει ἐπιτηρεῖν τὰς ὁρμὰς τῶν δαιμόνων, ἀλλὰ μηδὲ μετὰ ἀρρένων συγκρούειν λόγους ἡδονικούς τε καὶ γυναικώδεις τοὺς ἐπ᾽ ὄλεθρον ἄγοντας τὴν ψυχήν· οὐ γὰρ ὡς πονηροῦ ὄντος τοῦ θήλεος, τὴν τούτου συντυχίαν ἀποποιούμεθα, ἀλλ᾽ ὡς εὔκολον τῷ Ἐχθρῷ διὰ τῆς γυναικῶν συντυχίας τε καὶ διατριβῆς καταστρέφειν ἡμᾶς, καὶ πρὸς παράβασιν ἄγειν Θεοῦ ἐντολῆς. Χρὴ οὖν ἡμᾶς πάντοθεν ἐπιτηρεῖν τὰς προσβολὰς τῶν πονηρῶν πνευμάτων, θαρροῦντας τῇ πανοπλίᾳ καὶ δυνάμει τοῦ Ἁγίου Πνεύματος. Ὁ γὰρ τὴν μίαν πύλην ἀποκλείων τῷ ἐχθρῷ, δύο δὲ αὐτῷ ἀνοίγων, καὶ δοκῶν ἐν ἀσφαλείᾳ καθῆσθαι, ἀπατᾶται ὁ τοιοῦτος. Ἀναγκαῖον οὖν πανταχόθεν ἐπασφαλίζειν ἑαυτοὺς καὶ μὴ διδόναι ἀφορμὴν τοῖς ζητοῦσιν ἀφορμήν.

Θεὸς γὰρ οὐ μυκτηρίζεται· καί, φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Κεφάλαιον ϛʹ Ἀδελφός τις καθεζόμενος ἐν ὑποταγῇ πνευματικῶν πατέρων, προσελθὼν ἑτέρῳ ἀδελφῷ εἶπε· βούλομαι ἐξελθεῖν τῶν πνευματικῶν μου πατέρων καὶ κατ᾽ ἐμαυτὸν ἡσυχᾶσαι. Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· ἄνθρωπός τις εἶχεν υἱόν, ὃν λαβὼν παρέδωκεν εἰς χεῖρας τεχνίτου, ἵνα διδάξῃ αὐτῷ τέχνην. Καὶ ἦν ὁ παῖς μετέωρος περὶ τὸ ἔργον, καὶ μεθ᾽ ἡμέρας προσελθὸν τὸ μειράκιον τῷ ἑαυτοῦ πατρὶ εἶπε· πάτερ, ἆρόν με ἐκ τοῦ διδασκάλου μου, κατ᾽ ἐμαυτὸν γὰρ μᾶλλον τὴν τέχνην δύναμαι ἀναλαβεῖν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἰ γὰρ ὑφ᾽ ἑτέρων διδασκόμενος καὶ χειραγωγούμενος οὐδὲν μεμάθηκας, καὶ κατὰ μόνας τί δύνασαι ποιῆσαι, ὦ τέκνον, μὴ μαθητεύσας, μήτε ὑποταγεὶς καθ᾽ ὃ δεῖ; Ὁρῶ σε, ὦ τέκνον, κακίζοντα περὶ τὴν μάθησιν τῆς ἑαυτοῦ τέχνης, καὶ φοβοῦμαι μήπως εἰκῇ κεκοπίακα εἰς σέ. Ἐπιλαβοῦ οὖν, καθ᾽ ὃ δεῖ, τῆς ἑαυτοῦ ἐργασίας, ὦ τέκνον, ὅπως τεχνίτης γενόμενος εὑρήσῃς ἀνάπαυσιν σεαυτῷ· τοῖς γὰρ ἀπαιδεύτοις συναντᾷ θάνατος. Ὥστε οὖν καὶ ἡμεῖς, ἀγαπητέ, μὴ σπουδάσωμεν ἀπορρίψαι ἀφ᾽ ἑαυτῶν τὸν ζυγὸν τῆς ἐν Χριστῷ ὑποταγῆς, μήποτε οὐκ ἀρέσῃ Θεῷ, καὶ ἐμπεσοῦντες εἰς πειρασμὸν μὴ ᾖ ὁ βοηθῶν ἡμῖν.

Ἡνίκα γὰρ ἀπέδρα Ἄγαρ παιδίσκη Σάρας ἀπὸ προσώπου τῆς κυρίας αὑτῆς, εὑρὼν αὐτὴν Ἄγγελος ἐκ τοῦ Θεοῦ εἶπεν αὐτῇ· ἀποστράφηθι εἰς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς· ἡ δὲ πεποίηκεν οὕτω, καθὼς ἐλαλήθη πρὸς αὐτήν. Ὁπηνίκα δὲ ἦλθεν ὁ καιρὸς αὐτῆς, ἀπελύθη μετὰ παρρησίας, μετὰ καὶ ἐφοδίων, ἅμα τῷ ἑαυτῆς υἱῷ, καὶ πλανωμένης αὐτῆς κατὰ τὴν ἔρημον καὶ μελλούσης ἀπόλλυσθαι τῷ δίψει ἅμα τῷ υἱῷ αὑτῆς τῷ Ἰσμαήλ, οὐχ ὑπερεῖδεν αὐτὴν ὁ Θεός.

Χρὴ οὖν καὶ ἡμᾶς ὑπομένειν μακροθύμως τὰς θλίψεις, ὡς τῷ Κυρίῳ δουλεύοντας, καὶ οὐκ ἀνθρώποις. Ἐν ὑποταγῇ καθεζόμενοι μὴ ποιῶμεν ἔργα ἀνυποταγῆς, ἵνα μὴ πάθωμεν καὶ ἡμεῖς ὃν τρόπον πέπονθε Γιεζὶ ὁ λειτουργὸς τοῦ προφήτου Ἐλισαίου· ἀλλὰ μᾶλλον διὰ τῆς ἐναρέτου ὑποταγῆς καρπὸν τέλειον ἀποδώσωμεν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.