Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῆς (κεφάλαια ι΄)

Ἐφραίμ ὁ Σύρος

Προειδοποιήσεις κατά των μυστικών όρκων και των αιρέσεων

Συμβουλές για την αποφυγή κρυφών συμφωνιών και όρκων, καθώς και προτροπές απομάκρυνσης από τους αιρετικούς και την παραποίηση των Γραφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Κεφάλαιον ζʹ Ἐάν τις προσέλθῃ σοι μυστικῶς λέγων, δῶμεν ἑαυτοῖς λόγον, ὥστε ἔχειν μετ᾽ ἀλλήλων ἀγάπην καὶ ὁμόνοιαν, ἵνα εἴ τι ἄν σοι εἴπω, ἀκούσῃς μου δίχα πάσης ἀντιλογίας, εἶτα καὶ μετὰ τὸν ὅρκον, ἐὰν βουληθῇ καταστρέψαι σε εἰς ἁμαρτίαν, μὴ πείθου αὐτῷ, κἂν προσκομίσηται τὸ μεγαλεῖον καὶ ἑαυτὸν ἐφαπλώσῃ χαμαί, πρὸς ἀθέτησιν ἐντολῆς Θεοῦ ἱκετεύων· μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου· οἶδε γὰρ ὁ Διάβολος οὐ μόνον ταῦτα παρασκευάζειν, ἀλλὰ ἀπὸ Γραφῆς προσφέρειν, καὶ τὴν ἀσθένειαν τῆς σαρκὸς προβάλλεσθαι, καὶ ἕτερα πολλὰ μηχανᾶσθαι, ἵνα παραβάτην ἐντολῶν Θεοῦ τὸν ἄνθρωπον καταστήσῃ, ἵνα ἔχῃ τι καυχήσασθαι κατ᾽ αὐτοῦ. Ἀλλ᾽ ἡμεῖς ἐκ τῆς αὐτοῦ σπουδῆς καὶ ματαιοπονίας παιδευόμενοι, ἰσχυρογνώμονες ἐσόμεθα πρὸς εὐσέβειαν. Εἰ γὰρ ἐκεῖνοι τὸ ἴδιον θέλημα τελεῖν βουλόμενοι, μᾶλλον δὲ τοῦ ἐνεργοῦντος αὐτοῖς Διαβόλου, τοσαύτην σπουδὴν καὶ τέχνην ἐπιτηδεύουσιν, ἵνα τοῦ σκοποῦ μὴ ἀποτύχωσι, πόσῳ μᾶλλον χρὴ τοὺς τὸν πνευματικὸν ἐπανῃρημένους βίον ἐπιστημονικωτέρους εἶναι καὶ νηφαλαίους, πρὸς τὸ μὴ καυχήσασθαι τὸν Διάβολον κατ᾽ αὐτῶν. Ἔδει μὲν οὖν μὴ ὀμόσαι ὅλως, διὰ τὴν ἐντολὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Καὶ τὸ νῦν συνανηρπάγης τῷ λόγῳ; Μὴ καταφρόνει· ἧκας γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον.

Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ ἐπινυσταγμὸν τοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὡς ὄρνεον ἐκ παγίδος. Ἀλλ᾽ ὅμως μὴ κατάπιπτε τῇ διανοίᾳ, μηδὲ συγχύνου· ἔστι γὰρ ἐπανόρθωσις τῷ πράγματι, ἐὰν τοῦ λοιποῦ σχῇς πρὸ ὀφθαλμῶν τὸν Κύριον. Πρόσεχε οὖν σεαυτῷ· οὐ γὰρ εἶ ἔνοχος τῷ ὅρκῳ, ἐὰν μακρύνῃς σεαυτὸν τοῦ κακοῦ· αὐτὸς γὰρ ὁ τὸ εὐαγγέλιον κηρύξας ἐν τῷ κόσμῳ, δι᾽ ὑπερβολὴν φιλανθρωπίας, αὐτὸς ὁ Κύριος ἐνετείλατο τοῖς ἀνθρώποις μετανοεῖν καὶ ἀπέχεσθαι ἀπὸ πάσης ἁμαρτίας. Ὅρα οὖν μήπως τὰς ἡδονὰς ἑαυτῶν ἐπιτελεῖν βουλόμενοι τὸν ὅρκον προφασισώμεθα, ὡς οὐ δυνάμενοι ἔτι ὑπεξαιρεῖν ἑαυτοὺς τῶν δικτύων, φησί, τοῦ Ἐχθροῦ. Θεὸς οὐ μυκτηρίζεται, καὶ τοῖς βουλομένοις σωθῆναι χεῖρα ὀρέγει. Ἔκκλινον οὖν ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, καὶ ἐν τούτῳ τὸν λόγον τετήρηκας, κατὰ τὸν εἰπόντα· ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Εἰ δὲ βούλει ἵνα σε τελείως πληροφορήσω, ὅτι οὐκ εἶ ἔνοχος τῷ λόγῳ, ἐὰν φύγῃς τὰ κακά, ποιήσῃς δὲ τὰ καλὰ καὶ ἀποστήσῃς σεαυτὸν ἀπὸ παντὸς ἀνθρώπου ἀτάκτως περιπατοῦντος, ἄκουε παραβολήν, μᾶλλον δὲ ὑπόδειγμα.

Ἄνθρωπός τις εἶχεν υἱόν· ὁ δὲ υἱὸς ἐτίμα τὸν ἑαυτοῦ πατέρα σφόδρα, καὶ ἐσπούδαζε τηρεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, καὶ ἦν θεραπεύων τὸν ἑαυτοῦ πατέρα κατὰ πάντα· ἕτερος δέ τις φθόνῳ φερόμενος ἐπὶ τῇ προκοπῇ τοῦ νεωτέρου, προσελθὼν λάθρα εἶπεν αὐτῷ· ὄμοσόν μοι κατὰ τοῦ πατέρος σου ὅτι ὃ μέλλω σοι λέγειν ποιήσεις καὶ φυλάξεις ἄνευ πάσης ἀντιλογίας. Ὁ δὲ οὐ καλῶς ποιῶν ὤμοσεν αὐτῷ. Εἶτα μετὰ τοῦτο εἶπε πρὸς αὐτόν· πορευθεὶς παρύβρισον τὸν πατέρα σου, καὶ κόψον αὐτὸν πληγαῖς, καὶ μηκέτι ἐντραπῇς τὸ πρόσωπον αὐτοῦ, καὶ πάντα ὅσα σοι διετείλατο μὴ ποιεῖν, ποίησον, καθότι ὤμοσάς μοι καὶ οὐ δύνῃ παρακοῦσαι τῶν ἀπὸ σοῦ μοι λεχθέντων. Ἆράγε ἀνέξεται ὁ υἱὸς τῆς τοσαύτης ἀφροσύνης, μᾶλλον δὲ δυσσεβείας, καὶ οὐ καταφρονήσει τῆς παρανόμου αὐτοῦ συμβουλίας, διὰ τὴν τοῦ πατρὸς θεραπείαν; Καὶ πρὸς αὐτὸν ἀποκριθήσεται λέγων· θεωρῶ σε ἄνθρωπον οὐκ ἀληθῆ ὄντα, ἀλλ᾽ ἐχθρὸν μὲν τοῦ πατρός μου καὶ τῆς ἐμῆς ψυχῆς ἐπίβουλον· ἀλλ᾽ οὐκ ἀπατήσεις με, ὡς ὄφις τὴν Εὔαν τῇ πανουργίᾳ, οὐδὲ συγκλείσεις με πρὸς ἀσέβειαν τῇ πολυπλόκῳ σου κακίᾳ. Καί γε οὐ μέμψεταί με ὁ πατὴρ μὴ πειθαρχήσαντά σου τῇ δυσσεβείᾳ.

Καταφρονῶ οὖν τῆς ἀθέσμου σου συμβουλίας διὰ τὴν τοῦ πατρός μου θεραπείαν καὶ τῆς ἐμῆς ψυχῆς σωτηρίαν, καὶ τὰ ὦτά μου σφραγίζω τῷ σημείῳ τοῦ σταυροῦ ἵνα μηκέτι ὁ ἰὸς τῶν λόγων σου εἰσέλθῃ εἰς τὰς ἀκοάς μου, καὶ αὐτὴν τὴν συντυχίαν σου φεύξομαι διὰ τὴν ἐν σοὶ δολιότητα. Παραγγέλλει δὲ ἡμῖν καὶ ὁ Ἀπόστολος στέλλεσθαι ἡμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος· Θεὸς γὰρ ἐπὶ κακαῖς πράξεσιν οὐ θεραπεύεται.

Μὴ τοίνυν ἀπάγου, ἀγαπητέ, ἀνδράσιν ἁμαρτωλοῖς, ἵνα μὴ παροργίσῃς τὸν Πατέρα σου τὸν ἐν οὐρανοῖς, τὰ ἐναντία πράττων τῶν ἐντολῶν αὐτοῦ, καὶ μὴ ἔχῃς ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως. Διὰ γὰρ τῆς παραβάσεως τῶν ἐντολῶν τοῦ ἁγίου Εὐαγγελίου τὸν Θεὸν παροργίζεις. Πρόσεχε σεαυτῷ, τὸ πέρας τοῦ λόγου διὰ τοῦ Προφήτου διδασκόμενος· λέγει γὰρ ὁ Προφήτης· ὤμοσα καὶ ἔστησα οὐχὶ τοῦ παραβῆναι τὰς ἐντολάς σου καὶ πάντα τὰ κρίματά σου· ἀλλ᾽ ὤμοσα καὶ ἔστησα, λέγει, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου καὶ πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. Καὶ πάλιν λέγει· ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. Καὶ ἐν τούτῳ ἐλέει Θεοῦ φεύξῃ μεγάλους πειρασμοὺς καὶ κινδύνους· ἐπὶ δὲ ἐκείνῳ ἐλεύσεται τὸ γεγραμμένον· ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Τοιγαροῦν ἀγάπην κτῆσαι καὶ ὁμόνοιαν, μὴ τὴν δι᾽ ὅρκων καὶ κολακείας, ἢ τῶν λοιπῶν ἀπηγορευμένων ἐκβεβιασμένην, ἀλλὰ τὴν κατὰ Θεόν, τὴν ἐκ διαθέσεως ψυχῆς κατορθουμένην· ἐν ταύτῃ γὰρ οὐδὲν ἄδικον ἢ βεβιασμένον παρεμπίπτει. Καὶ ἔσται μετὰ σοῦ ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Κεφάλαιον ηʹ Παραιτοῦ συγκάθισμα ἀνδρῶν αἱρετικῶν καὶ φιληδόνων λαλούντων μηδὲν πιστόν· δίκην γὰρ τοξευμάτων τιτρώσκουσι τὰς καρδίας οἱ λόγοι αὐτῶν. Εἶδόν τινας διαστρέφοντας τὰς ψυχὰς ἐν λόγοις. Τοὺς τοιούτους τάχα διὰ συμβόλων γονορρύεις ἢ λεπροὺς ὁ λόγος καλεῖ. Ὥσπερ γὰρ ὁ γονορρύης ἀκάθαρτον ποιεῖ κατὰ τὸν νόμον, ὅπου δ᾽ ἂν καθίσῃ ἢ προσιαλίσῃ, οὕτω καὶ τούτων τὸ ἀκάθαρτον ῥεῦμα τῆς ἐμπαθοῦς ψυχῆς καὶ ὁ προσιαλισμὸς τῶν λόγων ἐναγεῖς ποιεῖ τοὺς ὑποδεχομένους· τάχα δὲ καὶ τῷ τὴν ἁφὴν τῆς λέπρας περιφέροντι παρεικαστέον, καθὼς προείρηται, τὸ ἐμπαθὲς τῆς ψυχῆς αὐτῶν. Καὶ πᾶς μὲν ὁ χορὸς τῶν Ἁγίων ζώνην ἔσχεν τὴν περισφίγγουσαν τὴν ὀσφύν, τὸ στερρὸν τῆς πολιτείας ἐκφαίνουσαν· τὴν γὰρ πανοπλίαν τοῦ Ἁγίου Πνεύματος ἐκτήσαντο καὶ πάντοθεν ἦσαν περιεσφιγμένοι τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος. Τούτους δὲ ταύτης ὁρῶμεν τῆς δωρεᾶς γεγυμνωμένους διὰ τῆς οἰκείας ἀμελείας, καὶ ὀσφὺς αὐτῶν οὐ περιέσφιγκται τῷ σώφρονι λογισμῷ, ἀλλὰ πάντα χαῦνα καὶ διαρρέοντα, τὰ ἤθη αὐτῶν καὶ οἱ λόγοι καὶ αἱ πράξεις. Καὶ ὁ μὲν περὶ πίστεως νοσῶν λέγει· τί γὰρ βλάψει τὸ συμπεριφέρεσθαι παντὶ ἀνθρώπῳ, εἴτε ὀρθῶς πιστεύοντι, εἴτε κακῶς φρονοῦντι, τὸ ὑγιὲς τῆς πίστεως περιοδεύοντες; Οἱ δὲ περὶ τὴν γαστέρα ἀνασχολούμενοι καὶ περὶ τὰς ὑπογαστρίους ἡδονὰς ἐροῦσι· τί γὰρ βλάψει τὸ ἐσθίειν καὶ πίνειν καὶ τρυφᾶν;

Κακὸν ἡ σωματικὴ ἐπιθυμία· κακὸν τὸ ἐπιθυμεῖν ἀλλότριον ἢ κλέπτειν. Καὶ ὅταν ἐν τούτοις διελεγχθῶσι, πάλιν ἐροῦσιν· ὅτι ἀπὸ στενώσεως τοῦτο πεποίηκα· ἔκλεψα ἵνα ἐμπλήσω ψυχὴν πεινῶσαν. Τί τούτου τοῦ ῥήματος ἀκαθαρτότερον; Ἢ τί ταύτης τῆς λέπρας ἀσχημονέστερον;

Διὸ οὐ συγχωρεῖ ὁ λόγος τούτους τοὺς ἐναγεῖς λογισμοὺς ἐνδιατρίβειν ἐν τῇ παρεμβολῇ τῶν ἁγίων ψυχῶν, ὥσπερ οὐδὲ τοὺς κατεστιγμένους τῇ ἁφῇ τῆς λέπρας ἀφίησιν ὁ νόμος πῆξαι σκηνὴν ἐν μέσῳ παρεμβολῆς υἱῶν Ἰσραήλ. Καὶ γὰρ αἰσχρότατον ἀληθῶς ἀναμέσον λαμπρῶν καὶ ἁγίων νοημάτων διατρίβειν ἢ παρείσδυσιν διδόναι ἀκαθάρτοις λογισμοῖς. Τὸ χαῦνον δὲ καὶ ἀσχῆμον καὶ διαρρέον τῆς πράξεως αὐτῶν καὶ τὸ ἀναίσχυντον τῆς προαιρέσεως αὐτῶν καὶ τὸ ἀπαρρησίαστον καὶ ἀναπολόγητον τῶν ἔργων αὐτῶν αἰνιττόμενος λέγει· καὶ ὁ λεπρὸς ἐν ᾧ ἐστιν ἡ ἁφή, τὰ ἱμάτια αὐτοῦ ἔσται παραλελυμένα, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκατακάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω, καὶ ἀκάθαρτος κικλήσκεται πάσας τὰς ἡμέρας, ὅσας ᾖ ἐπ᾽ αὐτὸν ἡ ἁφή, ἀκάθαρτος ὤν· ἀκάθαρτος ἔστω, κεχωρισμένος καθέσεται, ἔξω τῆς παρεμβολῆς ἔσται αὐτοῦ ἡ διατριβή· ἐκ τούτων εἰσὶν οἱ λέγοντες, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. Οὗτοι δὲ οἱ λόγοι ἀνθρώπων ὑπάρχουσι πεπλανημένων ἀπὸ τῆς ἀληθείας, ἀλλὰ καὶ αἱρετικῶν τὸ φρόνημα.

Οἱ γὰρ αἱρετικοὶ τὴν πλάνην αὐτῶν συστῆσαι βουλόμενοι, ἐκ τῶν θείων Γραφῶν χρήσεις τε καὶ μαρτυρίας προβάλλειν ἐπιχειροῦσι τοῦ διαστρέψαι καρδίας τῶν ὑπηκόων αὐτοῖς· πρὸς οὓς καλῶς καὶ μεγάλως ἀπεφήνατό τις τῶν Ἁγίων, οὕτως διδάξας καὶ φησί· Τοιαύτης δὲ τῆς ὑποθέσεως αὐτῶν οὔσης, ἣν οὔτε Προφῆται ἐκήρυξαν, οὔτε ὁ Κύριος ἐδίδαξεν, οὔτε Ἀπόστολοι παρέδωκαν, ἣν περὶ τῶν ὅλων αὐχοῦσι πλεῖον τῶν ἄλλων ἐγνωκέναι ἐξ ἀγράφων ἀναγινώσκοντες, καὶ τὸ δὴ λεγόμενον, ἐξ ἄμμου σχοινίον πλέκειν ἐπιτηδεύοντες, ἀξιόπιστα προσαρμόζειν πειρῶνται τοῖς εἰρημένοις, ἤτοι παραβολὰς κυριακὰς ἢ ῥήσεις προφητικὰς ἢ λόγους ἀποστολικούς, ἵνα τὸ πλάσμα αὐτῶν μὴ ἀμάρτυρον εἶναι δοκῇ· τὴν μὲν τάξιν καὶ τὸν εἱρμὸν τῶν Γραφῶν ὑπερβαίνοντες, καὶ ὅσον ἐφ᾽ ἑαυτοῖς, λύοντες τὰ μέλη τῆς ἀληθείας· μεταφέρουσι δὲ καὶ μεταπλάσσουσι καὶ ἄλλο ἐξ ἄλλου ποιοῦντες ἐξαπατῶσι πολλοὺς τῇ τῶν ἐφαρμοζομένων κυριακῶν λογίων κακοσυνθέτῳ φαντασίᾳ· ὅνπερ τρόπον εἴ τις βασιλέως εἰκόνα καλῶς κατεσκευασμένην καὶ ἐπιμελῶς ἐκ ψηφίδων ἐπισήμων ὑπὸ σοφοῦ τεχνίτου, λύσας τὴν ὑποκειμένην τοῦ ἀνθρώπου εἰδέαν, μετενέγκῃ τὰς ψηφῖδας ἐκείνας καὶ μεθαρμόσῃ, ποιήσας μορφὴν κυνὸς ἢ ἀλώπεκος· καὶ ταύτης φαύλως κατεσκευασμένης, ἔπειτα διορίζοιτο καὶ λέγοι ταύτην εἶναι τὴν τοῦ βασιλέως εἰκόνα ἐκείνην τὴν καλήν, ἣν ὁ σοφὸς τεχνίτης κατεσκεύασε, δεικνὺς τὰς ψηφῖδας τὰς καλὰς ὑπὸ τοῦ τεχνίτου τοῦ πρώτου εἰς τὴν τοῦ βασιλέως εἰκόνα συντελεσθείσας, κακῶς δὲ ὑπὸ τοῦ δευτέρου εἰς κυνὸς μορφὴν μετενεχθείσας· καὶ διὰ τῆς τῶν ψηφίδων φαντασίας μεθοδεύοι τοὺς ἀπειροτέρους τοὺς κατάληψιν μορφῆς βασιλικῆς οὐκ ἔχοντας, καὶ πείθοι ὅτι αὕτη ἡ σαπρὰ τῆς ἀλώπεκος εἰδέα ἐστὶν ἐκείνη ἡ καλὴ τοῦ βασιλέως εἰκών.

Τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι γραῶν μύθους συγκαττύοντες, διά τε ῥημάτων καὶ λέξεων καὶ παραβολῶν, ὅθεν καὶ πόθεν ἀποσπῶντες, μεθαρμόζειν βούλονται τοῖς μύθοις ἑαυτῶν τὰ λόγια τοῦ Θεοῦ.

Ἱκανῶς τοιγαροῦν παιδευόμενοι διὰ τοῦ ὑποδείγματος, φύγωμεν τοὺς διεφθαρμένους λόγους τῶν αἱρετικῶν καὶ τῶν ἐν ἀσωτίᾳ ζώντων τὴν μίμησιν, κἂν δοκοῦσιν ἐκ τῶν Γραφῶν χρήσεις προβάλλεσθαι· ὅπως ὑγιαίνοντες τῇ τε πίστει καὶ πράξει τέλειον καρπὸν ἀποδώσωμεν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.