Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῆς (κεφάλαια ι΄)

Ἐφραίμ ὁ Σύρος

Αγνεία, εγκράτεια και η οδός της μετανοίας

Νουθεσίες για τη διατήρηση της αγνείας, τον πνευματικό βίο μέσω κατανύξεως και εγκρατείας, και την ειλικρινή μετάνοια ως μέσο ανύψωσης προς την άνω Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Κεφάλαιον θʹ Μοναχὲ ταπεινέ, κατανόει τὸ σχῆμα ὃ ἠμφίεσαι, καὶ ἴδε πόση διαφορὰ μεταξὺ τούτου τε καὶ τοῦ κοσμικοῦ. Καὶ ἐπίστησόν σου τὸν νοῦν τί ἆρα τοῦτο σημαίνει, δηλαδὴ ὅτι τῶν κοσμικῶν ἐθῶν τε καὶ πραγμάτων τὴν ἀποβολὴν δηλοῖ καὶ ἐπὶ τὴν πνευματικὴν ἐργασίαν τὴν ὑπόμνησιν φέρει. Μὴ οὖν ἀμέλει τῆς ἀρετῆς, ἀλλ᾽ ἐν πάσῃ δυνάμει ἐπιμελοῦ τοῦ ἁγιασμοῦ, καθότι ἐξελήλυθας ἐπὶ τούτοις ἐκ τοῦ κόσμου. Κτῆσαι οὖν σεαυτῷ τὴν ἁγνείαν, ἵνα ἐνοικήσῃ ἐν σοὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Ἄκουε ἀγαθῆς νουθεσίας ἐν Κυρίῳ, ἀγαπητέ, καὶ μὴ καταφρόνει ταύτης, ἵνα εὕρῃς ἀνάπαυσιν ἐν σεαυτῷ. Μὴ προσσχῇς βδελυραῖς ἐπιθυμίας καὶ κολακείαις ματαίαις· μή τις σε ἀπατάτω κενοῖς λόγοις, καὶ μὴ ζηλοῦ ἐν κακοῖς, μηδὲ προσσχῇς πταίσμασιν ἀλλοτρίοις.

Σεαυτὸν ἁγνὸν τήρησον, καὶ εἰ μὲν ἤρξατο ἐμπιπρᾶν ἐν σοὶ ἡ τῆς ἁμαρτίας φλόξ, κατάσβεσον ταύτην διὰ τῶν δακρύων· σῴζει γὰρ ὁ Κύριος τοὺς ἐπιστρέφοντας ἐπ᾽ αὐτόν. Ταῦτα οὖν αἴτησον σαυτῷ παρὰ Κυρίου, ἀγαπᾷ γὰρ Κύριος τοὺς ἐν ἁγιότητι δουλεύοντας αὐτῷ. Κτῆμα τίμιον ἡ ἁγνεία ἐν ὀρθῷ λογισμῷ. Ἐὰν ταύτην ἀγαπήσῃς, ὑπὸ Κυρίου δοξασθήσῃ καὶ ἐν πᾶσιν εὐοδευθήσῃ. Ταῦτα ἀκούων ὅρα, μὴ ὁ Διάβολος καμμύσῃ τοὺς ὀφθαλμοὺς τῆς διανοίας σου λογισμοῖς ματαίοις· ἐκεῖνος γὰρ οὐ βοηθεῖς σοι, ὅταν ἕλκῃ ὑπὸ ἀγγέλων πονηρῶν, ὅπου γε οὐδὲ ἑαυτῷ δύναται βοηθῆσαι.

Ἐκείνῳ γὰρ ἡ γέεννα ἡτοίμασται καὶ τοῖς ἀγγέλοις αὐτοῦ· σοὶ δὲ ἡ χαρὰ τοῦ παραδείσου ηὐτρέπισται, ἐὰν ἀποστήσῃς σεαυτὸν τῶν ἔργων αὐτοῦ. Ὁ Διάβολος χαίρει, ὅταν σὺ ἐν ἀσχημοσύνῃ διάγεις· λύπῃ δὲ αὐτῷ ἐστιν, ὅταν σὺ προκόπτῃς ἐν ἀγαθαῖς πράξεσι.

Μὴ τοίνυν καταφρόνει τῆς προειρημένης ἀρετῆς, ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις· ἀλλὰ θάρσει, ὅτι ταχὺ φάγεσαι τῶν γεννημάτων αὐτῆς. Εἰ δὲ παραλογίσῃς ἐπωφελεῖς παραινέσεις, ἔσχατον μεταμεληθήσῃ, ἡνίκα συντρίβῃς σοι σάρκας σώματός σου, καὶ ἐρεῖς· πῶς ἐμίσησα παιδείαν καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου; Καὶ οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με, οὐ παρέβαλον τὸ οὖς μου; Παρ᾽ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. Μὴ οὖν ἀμελήσωμεν τῆς ἑαυτῶν σωτηρίας, ἀγαπητέ, μηδὲ ζηλώσωμεν τοὺς ἐν ἀσωτίᾳ καὶ ὑπερηφανίᾳ καὶ ἀφοβίᾳ διάγοντας· αἰσχύνη γὰρ καὶ ὄνειδος καλύψαι μέλλει τοὺς μισοῦντας τὸν Κύριον. Αἱ ἡμέραι ἡμῶν τρέχουσι, καὶ τὸ τέλος ἐγγίζει· κλαύσωμεν ἐνώπιον Κυρίου τοῦ Θεοῦ ἡμῶν, πρὶν ἡμᾶς συγκλεισθῆναι ἐν σκότει ἐξωτέρῳ. Πῶς ἂν ἔχωμεν ζητεῖν ταύτας ἡμέρας μετὰ πολλῶν δακρύων, ἐάνπερ αὐτὰς ἐν κακοῖς διεξέλθωμεν, καὶ οὐδὲν οὐ μὴ ὠφελήσωμεν; Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Μακάριοι οἱ νήφοντες, ὅτι αὐτοὶ στεφανωθήσονται ἐν ἀγαλλιάσει. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται μετὰ τῶν ἐκλεκτῶν τοῦ Θεοῦ. Μακάριοι οἱ κοπιῶντες ἐν Κυρίῳ, ὅτι ἡ τρυφὴ τοῦ παραδείσου αὐτοὺς μένει· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν πρεσβείαις πάντων τῶν εὐαρεστησάντων τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Κεφάλαιον ιʹ Πνευματικὸν βίον μεταδιώξωμεν, ἀγαπητέ, ἵνα συνεργησάσης τῆς πράξεως τῇ πίστει, τέλειος ἐξ ἀμφοῖν εὑρεθῇ ὁ ἄνθρωπος. Πρὸς θεολογίαν δὲ τότε μόλις ἐπιτήδειοι ἐσόμεθα, ὁπηνίκα τὰ πάθη νικήσαντες ἐξορίσωμεν ἀφ᾽ ἑαυτῶν πᾶσαν προσπάθειαν βιωτικήν, καὶ μηδεμίαν πρόληψιν σχῶμεν κατὰ διάνοιαν· τότε γὰρ ἡ χάρις τοῦ Ἁγίου Πνεύματος ἀνάπαυσιν εὑροῦσα ἐν ἡμῖν, συνετίσασα φωτιεῖ τὰς καρδίας ἡμῶν, ὥσπερ λύχνον κατεσκευασμένον, βρίθοντα ἐλαίῳ καὶ στυππίῳ, ἐν ᾧπερ τὸ πῦρ περιδραξάμενον τῆς ὑποκειμένης ὕλης ἐξάψει τὴν λαμπάδα φαιδρύνουσαν ἀφθόνως καὶ τοὺς παρόντας φωτίζουσαν. Εἰ δὲ ἔτι ὑπὸ παθῶν τυραννούμεθα καὶ ἐν αὐτοῖς ἐγκυλινδοῦντες ἐπιχειροῦμεν τὰ ἀξιώματα, κινδυνεύομεν οὐχ ἁπλῶς, ἐφομοιωθέντες λύχνῳ ἐστερημένῳ ἐλαίου καὶ τῆς καυστικῆς ὕλης, ὅστις οὐδὲ πρὸς βραχὺ δύναται φέρειν τοῦ πυρὸς τὴν θέρμην τε καὶ ἐνέργειαν. Χρὴ οὖν πρῶτον μὲν ἐπιμελεῖσθαι τῆς ἐπισκευῆς πρὸς ὑποδοχὴν τοῦ νοεροῦ φωτός, ἵνα ἄξιοι γενώμεθα πνευματικῶν χαρισμάτων. Πνευματικὸν βίον διώξωμεν, ἵνα γενόμενος ὁ νοῦς ὑπὸ τὴν ἐξουσίαν τοῦ Ἁγίου Πνεύματος ἁγιασθῇ, τό τε σῶμα διὰ τῆς τοῦ Πνεύματος μετοχῆς. Καθ᾽ ἑκάστην ἡμέραν αἰτησώμεθα παρὰ Κυρίου δάκρυα κατανύξεως, ἵνα κλαιόντων ἡμῶν περὶ τῶν ἁμαρτιῶν ἡμῶν ἀναθάλῃ ἡμῶν ἡ ψυχὴ τοῦ μαρασμοῦ τῶν ἁμαρτιῶν.

Μὴ ἀμελήσωμεν τῆς ἑαυτῶν ψυχῆς· σκάψωμεν περὶ αὐτὴν βάλλοντες κόπρια, ἵνα ἁπαλυνθεῖσα καὶ ἐμπυρωθεῖσα ποιήσῃ καρπὸν εὔχρηστον τῷ Δεσπότῃ· ἔχωμεν ἀντὶ δικέλλης τὴν παλαιὰν καὶ καινὴν Διαθήκην, καὶ ἀντὶ κόπρου τὴν θέμην τοῦ Ἁγίου Πνεύματος· ἐν τούτοις ἐπιμεληθῶμεν τῆς ψυχῆς, ποτίζοντες τοῖς δάκρυσιν, ἵν᾽ οὕτως γεωργουμένη καὶ τοῖς δάκρυσιν ἀρδευομένη ποιήσῃ τὸν ἐν δικαιοσύνῃ καρπόν, ἵνα μὴ ἀμελήσαντες εἴπωμεν καὶ ἡμεῖς ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ μετὰ φόβου καὶ τρόμου, ὡς ὁ τῶν Ἀμαληκιτῶν βασιλεύς· Εἰ οὕτω πικρὸς ὁ θάνατος; Ὁ Ἐζεκίας μὴ ἀμελήσας ἐν τῇ ὑγιείᾳ αὑτοῦ τοῦ ἔργου τῆς δικαιοσύνης, ἐν καιρῷ στενοχωρίας καὶ θανάτου εὕρετο παράκλησιν παρὰ Κυρίου· ἡνίκα γὰρ ἐδέξατο διὰ τοῦ Προφήτου τὴν τοῦ θανάτου ἀπόφασιν, ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσε Ἐζεκίας κλαυθμῷ μεγάλῳ. Καὶ τί πρὸς αὐτὸν ὁ ἐλεήμων Κύριος;

Εὐθὺς καὶ παραχρῆμα διὰ τοῦ Προφήτου ἀπέστειλε πρὸς αὐτόν, λέγων· Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου, καὶ ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον τῆς ζωῆς σου ἔτη δεκαπέντε, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε, καὶ τὰ ἑξῆς. Ὁρᾷς ὁποῖον ἀγαθόν ἐστιν τὸ μὴ καταφρονητικῶς ζῆν, ἀλλ᾽ ἔχειν ἀεὶ πρὸ ὀφθαλμῶν τὸν φόβον τοῦ Κυρίου; μέγας φόβος καὶ τρόμος ἀπόκειται ἡμῖν. Φροντίσωμεν καὶ ἡμεῖς ἀγαθῶν πράξεων, ἵνα εὕρωμεν ὑπερασπιστὴν τὸν Κύριον ἐν καιρῷ ἀνάγκης καὶ θλίψεως.

Τῶν προειρημένων μὴ ἐπιλανθανόμενος, ἀγαπητέ, πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, ἵνα τοῦ ζητουμένου μαργαρίτου μὴ ἀποτύχῃς. Ἀγάπα τὴν εὐλάβειαν καὶ τὴν ἐγκράτειαν, ὅπως ὠφεληθήσῃ σφόδρα. Εἰ δὲ ἄρξη ἀδιαφορεῖν κραιπαλῶν καὶ μεθυσκόμενος, ἀφανισθήσῃ ἅμα τοῖς ἐσθίουσι τὰς τρυφάς, καὶ ἐν μὲν πρώτοις τὴν χάριν τοῦ Θεοῦ ἐν τούτοις ἀποστρέψεις, δεύτερον δὲ καὶ ὑπὸ τῶν ὁρώντων σε ἐν τούτοις ἀναισχυνόμενος καταγνωσθήσῃ, τρίτον οὐδὲ τὸ αὐτὸ ἐργόχειρον ἑκάστου ἡμῶν ἐξαρκέσει πρὸς τοσαύτην δαπάνην. Ἐντεῦθεν λοιπὸν ἀναφύονται περισπασμοί, πραγματεῖαι, ψεύσματα, ἀδικίαι, ἀποδημίαι καὶ πρὸς τοὺς ὑπερέχοντας κολακεῖαι, καὶ ὅσα ὅμοια τούτοις. Ὅθεν μέγιστον καλὸν ἡ εὐλάβεια καὶ ἡ ἐγκράτεια. Ἡ μὲν γὰρ ἀδηφαγία καταλύει, ἡ δὲ ἐγκράτεια οἰκοδομεῖ.

Ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται, καὶ ἀνεμπεπλόκως ἔχουσι πρὸς ἄλληλα. Ἐὰν οὖν ἀγαπήσῃς τὴν εὐλάβειαν καὶ ἐγκράτειαν ὀρθῷ λογισμῷ, ὑψωθήσῃ ἐκ πάντων τῶν μερῶν· ἡ γὰρ εὐλάβεια ἐκδιδάσκει τὸ ἰδιάζειν κατὰ τὴν οἴκησιν καὶ μὴ διατρίβειν ἐπὶ πολὺ ἔξω τοῦ κελλίου, μηδὲ συναναμίγνυσθαι τοῖς μάταια παραινοῦσιν. Ἀλλ᾽ οὐδὲ περὶ ἐσθῆτος λαμπρᾶς περισπασθήσῃ, οὐδὲ ἱμάτια πολλὰ κατατρίψεις, τῇ ἡσυχίᾳ σχολάζων· ἐν δὲ τῇ ἐγκρατείᾳ ὑπάρχων μὴ φροντίσῃς πολλῆς δαπάνης, τοῖς παροῦσιν ἀρκούμενος. Τριῶν γὰρ ἢ τεσσάρων ἢ πέντε παξαμητῶν καὶ ὀλίγου φακοῦ ἢ λοιποῦ ὀσπρίου ἢ λαχάνων τὴν ἀναγκαίαν χρείαν ἀποπληροῖς· καὶ ἐν πᾶσι τούτοις ἔχεις βοηθὸν καὶ συνεργὸν τὸν Κύριον, πιαίνοντά σου τῆς ψυχῆς τὰς δυνάμεις τῇ ἀγαθῇ ἐλπίδι. Οἱ δὲ ἐκσυρέντες ὑπὸ τῶν ἀκολάστων ἐπιθυμιῶν, πᾶς ὁ βίος αὐτῶν ἐν φροντίδι· οὐ μὴν δὲ ἀλλὰ καὶ τῆς αὐτῆς μνήμης τοῦ Θεοῦ λήθην λαμβάνουσι· οὐ χεῖρον, οὐδέ ἐστιν χαλεπώτερον· διὰ γὰρ τῆς διηνεκοῦς μνήμης τοῦ Κυρίου τὰ αἰσχρὰ πάθη ἀπὸ τῆς ψυχῆς ἀναχωροῦσιν, ὥσπερ κακοῦργοι, τοῦ στρατηγοῦ ἐπελθόντος· ὅθεν καὶ καθαρὸν οἰκητήριον τοῦ Ἁγίου Πνεύματος ἀποκαθίσταται. Ἔνθα δὲ μνήμη Θεοῦ οὐκ ἔστι, ἐκεῖ τὸ σκότος καὶ δυσωδία ἐπικρατεῖ, καὶ πᾶν φαῦλον πρᾶγμα ἐνεργεῖται.

Λογίζομαι δὲ ὅτι ὡς βαθμοί τινές εἰσι τῆς κατὰ σάρκα ζωῆς καὶ τῆς ἐναρέτου διαγωγῆς· καὶ ὁ μὲν Διάβολος, ὁ τῆς κακίας ἐφευρετής, ἡδόμενος τῆς πάντων ἡμῶν ἀπωλείας κατανεύειν τὴν ψυχὴν ἐπὶ τὰ σαρκικὰ παρασκευάζει, κατ᾽ ὀλίγον καθέλκων καὶ κυλίων καὶ κατὰ κρημνοὺς φέρων τοὺς μὴ λίαν προσέχοντας, ἄχρις οὗ κατάξῃ εἰς αὐτὸν τὸν πυθμένα τοῦ ᾅδου, ξένους καὶ ἀλλοτρίους ποιήσας τῆς τῶν οὐρανῶν βασιλείας. Ὅθεν ὁ Ἀπόστολος, ὡς βαθμούς τινας ἐπὶ τὸν ᾅδην φέροντας ἀπαριθμῶν λέγει· φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός· ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις. Καὶ τί τούτων τὰ τέλη, δηλοῖ μετὰ πάσης σφοδρότητος λέγων· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Διὰ τοῦτο ἀναγκαῖον ἐπὶ τὰ ἄνω ἀνατείνειν πᾶσαν ἡμῶν τὴν διάνοιαν, καὶ μὴ ἐᾶν αὐτὴν κάτω νεύειν ἐπὶ τὰ ἀπηγορευμένα. Εἰ δὲ καὶ ὑποσκέλισεν ἡμᾶς ὁ Ἐχθρὸς ἔν τινι, διαναστῶμεν ταχέως, ἵνα μὴ καθελκύσας ἡμᾶς καὶ ἐπὶ λοιπὰ κακά, κατ᾽ ὀλίγον κυλίων καὶ φέρων ἡμᾶς πτῶμα ἐπὶ πτώματι, ἔσχατον καὶ πρὸς αὐτὸν τὸν βυθὸν τῆς ἀπωλείας καὶ ἀπογνώσεως καταστρέψει.

Εἰ δὲ καὶ ἐπὶ πάντα τὰ ἀπηγορευμένα ἡμᾶς διήγαγεν ὁ Ἐχθρός, μὴ ἐπιμείνωμεν τοῖς αὐτοῖς, μηδὲ ἀπογνῶμεν ἑαυτῶν· δυνατὸν γὰρ ὑπερβάλλεσθαι ταῦτα πάντα διὰ τῆς μετανοίας, καὶ ἐν αὐτῷ τῷ σκάμματι τῆς εὐσεβείας ἑστάναι.

Τότε λοιπὸν θεωρῶν ὁ Κύριος τὴν μεταβολὴν καὶ εἰλικρινῆ ἡμῶν μετάνοιαν, καὶ ὅτι αὐτὸν μόνον ἐπιποθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ τὰ ἀρεστὰ αὐτῷ ποιοῦμεν, οὐκέτι ὡς δούλοις λαλήσει πρὸς ἡμᾶς, ἀλλ᾽ ὡς φίλοις γνησίοις ἐπὶ τὰς τελειοτέρας καὶ ὑψηλοτέρας ἀρετὰς προσκαλέσεται ἡμᾶς λέγων· φίλε, προσανάβηθι ἀνώτερον, τουτέστιν ἐπὶ τὴν καλὴν ἄνοδον τὴν εἰς οὐρανοὺς ἀνάγουσαν, ἧς οἱ βαθμοί, πίστις, ἐλπίς, ἀγάπη, καὶ οἱ λοιποὶ καρποὶ τοῦ Πνεύματος, καὶ πολῖται γενόμενοι τῆς ἄνω Ἱερουσαλὴμ χαρήσεται ἡμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ἡμῶν οὐδεὶς αἴρει ἀφ᾽ ἡμῶν.