Λογίζομαι δὲ ὅτι ὡς βαθμοί τινές εἰσι τῆς κατὰ σάρκα ζωῆς καὶ τῆς ἐναρέτου διαγωγῆς· καὶ ὁ μὲν Διάβολος, ὁ τῆς κακίας ἐφευρετής, ἡδόμενος τῆς πάντων ἡμῶν ἀπωλείας κατανεύειν τὴν ψυχὴν ἐπὶ τὰ σαρκικὰ παρασκευάζει, κατ᾽ ὀλίγον καθέλκων καὶ κυλίων καὶ κατὰ κρημνοὺς φέρων τοὺς μὴ λίαν προσέχοντας, ἄχρις οὗ κατάξῃ εἰς αὐτὸν τὸν πυθμένα τοῦ ᾅδου, ξένους καὶ ἀλλοτρίους ποιήσας τῆς τῶν οὐρανῶν βασιλείας. Ὅθεν ὁ Ἀπόστολος, ὡς βαθμούς τινας ἐπὶ τὸν ᾅδην φέροντας ἀπαριθμῶν λέγει· φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός· ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις. Καὶ τί τούτων τὰ τέλη, δηλοῖ μετὰ πάσης σφοδρότητος λέγων· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Διὰ τοῦτο ἀναγκαῖον ἐπὶ τὰ ἄνω ἀνατείνειν πᾶσαν ἡμῶν τὴν διάνοιαν, καὶ μὴ ἐᾶν αὐτὴν κάτω νεύειν ἐπὶ τὰ ἀπηγορευμένα. Εἰ δὲ καὶ ὑποσκέλισεν ἡμᾶς ὁ Ἐχθρὸς ἔν τινι, διαναστῶμεν ταχέως, ἵνα μὴ καθελκύσας ἡμᾶς καὶ ἐπὶ λοιπὰ κακά, κατ᾽ ὀλίγον κυλίων καὶ φέρων ἡμᾶς πτῶμα ἐπὶ πτώματι, ἔσχατον καὶ πρὸς αὐτὸν τὸν βυθὸν τῆς ἀπωλείας καὶ ἀπογνώσεως καταστρέψει.