Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῆς πρὸς τὸν δόκιμον μοναχόν

Ἐφραίμ ὁ Σύρος

Μαρτυρικό φρόνημα, σωφροσύνη και ταπεινοφροσύνη

Προτροπή για τη διαφύλαξη της αγνείας μέχρι θανάτου και εκτενής αναφορά στα χαρακτηριστικά γνωρίσματα του αληθινά ταπεινού ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 7

Γίνου τοιγαροῦν φρόνιμος ὡσεὶ ὄφις καὶ ἀκέραιος ὡς περιστερά, διότι μέσον λύκων διατρίβεις. Νόει ἃ λέγω, ἀγαπητέ. Μὴ φοβηθῇς τεθνᾶναι ὑπὲρ Χριστοῦ· κἂν πνιγμός σοι ἐπέλθῃ, κἂν μάχαιρα, κἂν εἰς λάκκον σε ἐπεμβαλοῦσιν, εἴτε εἰς ῥεῦμα ποταμοῦ, εἴτε εἰς βυθὸν θαλάσσης, μὴ προδῷς τὴν σωφροσύνην δι᾽ ἀνθρώπινον φόβον, ὃς μετ᾽ ὀλίγον εἰς κονίαν καταλύσῃ. Μὴ καταφρονήσῃς τῆς ἐντολῆς τοῦ Θεοῦ, κἂν γὰρ μὴ πάρεισιν οἱ ἐλέγχοντες, ἀλλ᾽ οὐδὲν λάθῃ Κύριον, τοῦ Ἄβελ ἔκδικον. Εἴτε οὖν ἐν κοινοβίῳ διάγεις, εἴτε ἐν ἐρήμῳ, τῆς ἁγνείας καὶ σωφροσύνης μὴ καταφρόνει· ἅγιοι γὰρ ἔσεσθαι, διότι ἐγὼ ἅγιός εἰμι, ἔφη ὁ Κύριος· καὶ ὁ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται.

Ταπεινὸς δὲ ἐκεῖνος, ὁ ἐν ἔργῳ τὴν ἀρετὴν κηρύσσων. Ὁ τοίνυν τούτων ἀντεχόμενος, τῷ ὄντι ταπεινὸς κατὰ τὸ βούλημα τοῦ Κυρίου ἔσται. Ὀλίγα τοίνυν περὶ ταύτης βούλομαί σοι παραθέσθαι, ὅπως ἐπὶ τούτων ἐπιγνῷς ἐκ μέρους τὴν δύναμιν αὐτῆς κατὰ τὴν χάριν τοῦ Θεοῦ. Ὁ ταπεινὸς οὐ κενοδοξεῖ, οὐχ ὑπερηφανεύεται δουλεύειν τῷ Κυρίῳ διὰ τὸν φόβον αὐτοῦ.

Ὁ ταπεινὸς οὐχ ἱστᾷ τὸ ἴδιον θέλημα τῇ ἀληθείᾳ ἀντιλέγων, ἀλλὰ πείθεται τῇ ἀληθείᾳ. Ὁ ταπεινὸς οὐ ζηλοῖ ἐπὶ προκοπῇ τοῦ πλησίον, οὐδὲ χαίρει ἐπὶ τῷ καταρραγέντι, χαίρει δὲ μᾶλλον μετὰ χαιρόντων καὶ κλαίει μετὰ κλαιόντων. Ὁ ταπεινὸς οὐκ ἐν τῷ μὲν ὑστερεῖν καὶ ἀπορεῖν ταπεινοῦται, καὶ ἐν εὐημερίᾳ καὶ δόξῃ σοβαρὸς οὐκ ἀποφαίνεται, ἀλλ᾽ ἐν τῇ αὐτῇ ἀρετῇ ἕστηκε διηνεκῶς. Ὁ ταπεινὸς οὐ διαβάλλει ἀδελφὸν ἀδελφῷ, ὅπερ ἐστὶ σατανικόν, ἀλλ᾽ εἰρηνοποιὸς ὑπάρχει, μὴ ἀποδιδοὺς κακὸν ἀντὶ κακοῦ. Ὁ ταπεινὸς οὐ μόνον τοὺς μειζοτέρους αὑτοῦ τιμᾷ, ἀλλὰ καὶ τοὺς μικροτέρους.

Ὁ ταπεινὸς πάσῃ δυνάμει τὴν εὐλάβειαν μεταδιώκει. Ὁ ταπεινὸς οὐ συναπάγεται θυμῷ, οὐχ ὑβρίζει, οὐδὲ κραυγάζει, ἀλλὰ πάντα καταπτήσσει δι᾽ εὐλάβειαν. Ὁ ταπεινὸς οὐ κακοηθεύεται οὐδὲ ὀκνεῖ, κἂν ἐν μεσονυκτίῳ κληθῇ εἰς ἔργον, ὑπήκοον γὰρ ἑαυτὸν παρέστησε τῶν ἐντολῶν τοῦ Κυρίου.

Ὁ ταπεινὸς οὐκ οἶδε πικρίαν οὐδὲ δολιότητα, ἀλλ᾽ ἐν ἁπλότητι καὶ ἀκακίᾳ δουλεύει τῷ Κυρίῳ ἐν ἁγιασμῷ καὶ εἰρήνῃ καὶ χαρᾷ πνευματικῇ. Ὁ ταπεινὸς οὐ μεθύσκεται οἴνῳ, οὐδὲ σχολάζει τῇ γαστριμαργίᾳ, φοβούμενος τὴν ἐντολὴν τοῦ Κυρίου. Ὁ ταπεινὸς ἐὰν ἀκούσῃ λόγον ἐπιτιμίας, οὐ γογγύζει, οὐδ᾽ ἂν λάβῃ ῥάπισμα, δυσφορεῖ· μαθητὴς γάρ ἐστι τοῦ ὑπομείναντος σταυρὸν ὑπὲρ ἡμῶν. Ὁ ταπεινὸς φιλαυτίαν μισεῖ, ὅθεν οὐδὲ πρωτεύων ἀντιποιεῖται, ἀλλ᾽ ὡς ἐπιβάτην ἡγεῖται ἑαυτὸν ἐν πλοίῳ ἐν τῷδε τῷ βίῳ. Ὁ ταπεινὸς ἀκούειν φιλεῖ λόγους πνευματικούς, καὶ τὸν ἑαυτοῦ νοῦν οὐκ ἀφίστησι τῶν ἐντολῶν τοῦ Ὑψίστου· ἠρνήσατο γὰρ ἑαυτὸν διὰ τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐλπίδα. Ἐν ἀληθείᾳ, μακάριοι οἱ τοιοῦτοι, ὅτι πρὸς αὐτοὺς ἐρεῖ ὁ Κύριος, οὐκέτι ὑμᾶς καλέσω δούλους, ἀλλὰ φίλους καὶ ἀδελφούς.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.