Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῆς πρὸς τὸν δόκιμον μοναχόν

Ἐφραίμ ὁ Σύρος

Τρίτη παραίνεση: Πνευματικός πόλεμος και μετάνοια

Ανάλυση του πολέμου των λογισμών και των δαιμονικών παγίδων, με έμφαση στη συνεχή νήψη και την επιτακτική ανάγκη μετανοίας πριν από το τέλος της ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 7

Παραίνεσις τρίτη Περὶ δὲ ὧν μοι λελάληκας, τῶν κατὰ διάνοιαν λογισμῶν, οὐ λέληθέ μοι· καὶ γὰρ ἐγὼ αὐτὸς ὑπὸ τῶν αὐτῶν ἐνοχλοῦμαι παθῶν, καὶ οὐκ ἀποκρύπτω τὴν ἐμαυτοῦ ἀσθένειαν. Χρὴ οὖν ἡμᾶς ἀδιαλείπτως προσεύχεσθαι, ἵνα ἡμᾶς ῥύσηται ὁ Κύριος τῆς τῶν δαιμόνων ἐπιβουλῆς. Οὐ μόνον γὰρ ἐν ἡσυχίᾳ καὶ μονίᾳ ὄντων ἡμῶν ἐκθλίβουσιν, ἀλλὰ καὶ ἐν οἴκῳ Κυρίου συνελθόντων ἡμῶν ἐπανίστανται σφοδρῶς, καὶ τῶν ἀρρένων τὰ σώματα αἰσχρῶς καθορᾶν παρασκευάζουσιν καὶ ἀσέμνως, καὶ ἄχρι αὐτῆς μυσαρᾶς πράξεως φαντάζει ἡμᾶς ὁ Δράκων, καὶ συμφυρμούς τινας λογισμῶν ὑποσπείρας πρὸς τὸ διασκεδάσαι τὸν ἀδελφὸν τοῦ μὴ προσέχειν καθαρῷ νῷ τοῖς ἀχράντοις μυστηρίοις τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Ἀλλ᾽ ὅμως διὰ τῆς φυλακῆς τῶν ὀφθαλμῶν καὶ διὰ τῆς τοῦ νοῦ προσοχῆς περιγενήσεται τοῦτον ὁ ἐγκρατής, τῆς τοῦ Θεοῦ χάριτος συνεργούσης.

Χρὴ οὖν πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτῶν καρδίαν καὶ τὰς αἰσθήσεις· καθότι ἐν μεγάλῳ πολέμῳ ἐσμὲν ἐν τῷδε τῷ βίῳ, καὶ ὁ Ἐχθρὸς μαίνεται· ἀλλ᾽ οὐ παραιτητέον τὸν ἀγῶνα. Πλὴν σωματικῶς νικήσωμεν τὰς φαντασίας αὐτοῦ, καὶ ἀφῶμεν αὐτὸν διαρρήγνυσθαι, οἶδε γὰρ ὁ Κύριος τὸν θλίβοντα ἡμᾶς ἡλίκους καυτῆρας προσάγειν ταῖς ἡμῶν καρδίαις διὰ τῶν λογισμῶν.

Οὐ γὰρ ὡς ἄνθρωπος ὁρᾷ ὁ Κύριος· ὁ γὰρ ἄνθρωπος ὁρᾷ εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν ὄψεται. Πλὴν τῶν πυκτευόντων ἐστίν, τὸ μὴ ὑποδέξασθαι πυγμήν· ὁ δὲ εἰρηνεύων πρὸς τὰ πάθη πῶς πολεμήσει πρὸς αὐτά, ἤδη ἑαυτὸν δοῦλον πεπραχὼς ἡδοναῖς καὶ μετὰ πάσης εὐνοίας φόρους συντελῶν τῷ Τυράννῳ; Ὅπου γὰρ ἔχθρα, ἐκεῖ καὶ πόλεμος· καὶ ὅπου πόλεμος, καὶ ὁ ἀγὼν ἐκεῖ· καὶ ἔνθα ἀγών, ἐκεῖ οἱ στέφανοι· εἰ δέ τις βουληθείη ἐλευθερωθῆναι τῆς πικρᾶς δουλείας, πόλεμον συνάψει πρὸς τὸν Διάβολον.

Τοῦτον τὸν πόλεμον νικήσαντες οἱ Ἅγιοι τῶν ἐπουρανίων ἀγαθῶν ἠξίωνται. Ἀλλ᾽ ἴσως παρελθών τις λέξει, εἰ ἄρα γε ὅπου ἔχθρα κατὰ τῶν παθῶν ἐκεῖ καὶ ὁ πόλεμος πέφυκε γίνεσθαι, πῶς θεωροῦμεν τοὺς φιληδόνους σφόδρα πολεμουμένους ὑπὸ ἀχρείων παθῶν καὶ μὴ συγχωρουμένους μετανοεῖν;

Οὐκ οἶμαι ἐγώ, ἀγαπητέ, τοῦτον τὸν πόλεμον εἶναι κατὰ ἀρετὴν καὶ κατὰ ἀντίστασιν τοῦ Τυράννου, ἀλλὰ δουλοπαθείας καὶ φιληδονίας πάθος· ὅθεν οὐδὲ διῄρηνται κατὰ τοῦ Ἐχθροῦ τῇ προαιρέσει· οἱ γὰρ πολεμοῦντες οὐδεμίαν ἔχουσι πρὸς ἀλλήλους συμφωνίαν ἢ σπουδήν, ὥς φησι τῷ Σαοὺλ ὁ ἀλλόφυλος· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν, καὶ ἐὰν πατάξῃ με, ἐσόμεθα ὑμῖν εἰς δούλους· εἰ δὲ ἐγὼ πατάξω αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους. Τούτων οὖν ἤδη δούλων ἑαυτοὺς πεπραχότων τοῖς τοῦ Ἐχθροῦ θελήμασι καὶ ταῖς ἡδοναῖς, πῶς πόλεμος κληθείη τὰ κατ᾽ αὐτούς; Εἰ δὲ καὶ πολεμοῦνται, οὐχ ὡς ἀρετῆς ἀντιποιούμενοι, ἀλλ᾽ ἀπορίᾳ εἰκότως τοῦ συναλλάσσοντος τὸ συνάλλαγμα τῆς παρανομίας· ὅθεν καὶ ἑαυτοὺς ἐπιρρίπτουσιν οἱ πᾶσαν σχολὴν περὶ τὰ τοιαῦτα ἔχοντες· καὶ ἐξαρεσκόμενοι προσχαρίζονται καὶ μισθοὺς παρέχουσιν, ἵνα τὸ θέλημα τοῦ ἀποπλανήσαντος αὐτοὺς ἐπιτελέσωσιν. Ὅθεν ἐπιτυχόντες τοῦ κακοῦ, οὐδεμία ἑαυτοῖς διάκρισις ἢ ἐγκράτεια ἢ τοῦ κακοῦ ἀποχή. Τῶν δὲ Ἁγίων ὁ πόλεμος καὶ ὁ ἀγὼν οὐχ οὕτως· πολεμούμενοι γὰρ ἀντιπολεμοῦσιν, καὶ πυρούμενοι ἐγκρατεύονται, καὶ θλιβόμενοι ὑπομένουσι, καὶ αὐτῆς τῆς ὕλης παρούσης ἀποστρέφονται διὰ τὸν φόβον τοῦ Κυρίου.

Ἐκεῖνοι δὲ πολεμοῦνται, οὐχ ὡς τὰ ἐναντία φρονοῦντες τῷ Τυράννῳ, ἀλλ᾽ ὅπως τοὺς συνήθεις φόρους ἀποδώσωσι, καὶ μὴ ἀνανεύωσι τὰς λειτουργίας τῶν κακῶν ἐπιθυμιῶν. ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.

Τῶν δὲ ἀγωνιστῶν ἐάν τις καὶ ὑποσκελισθῇ, θᾶττον ἀνίσταται· οἱ γὰρ συσχεθέντες ὑπὸ βαρβάρων καὶ ὑπὸ τυραννικὴν γενόμενοι χεῖρα, οὐ πάντες ἥδονται τῇ δουλείᾳ τῶν αἰχμαλωτισάντων, ἀλλ᾽ ὅσοι τοῦ διαρπάζειν καὶ φονεύειν τοὺς ἀπαντῶντας προαιροῦνται· οὗτοι μόνοι γεγηθότες προσμένουσιν ἄνευ δεσμῶν καὶ φυλακῆς τὰ πάθη κρατούμενοι, ὅθεν καὶ ὑπερμάχονται τῶν βαρβάρων καὶ κατάσκοποι καθίστανται κατὰ τῶν ὁμοφύλων, ἥνωνται γὰρ τῷ κακίας ἤθει. Ὅσοι δὲ ἀνιῶνται ἐπὶ πορθήσει καὶ ἐρημώσει τῶν ὁμογενῶν ἀπωλείᾳ τῆς ἑαυτῶν ψυχῆς πενθοῦντες, οὗτοι φεύγειν κατεπείγονται, δυσαρεστοῦντες ἐπὶ τῇ ἀθέσμῳ πολιτείᾳ, καὶ καιρὸν ἐπιτηροῦσι καταλαβεῖν ἐκείνην τὴν ἐλευθερίαν, ἧς ποτε ἀπέλαυον, καὶ οὐδεμίαν εὔνοιαν φέρουσι τοῖς ἐξεναντίοις· ὅθεν διασωθέντες τῆς χειρὸς ἐκείνων, ἀντίπαλοι ἔσονται τῶν ἀσεβῶν, σύμμαχοι γενόμενοι τῆς εὐσεβείας.

Καιρὸς τοιγαροῦν τῆς μετανοίας ὁ ἐνεστώς· ὅσοι τοίνυν βούλονται τῆς ὕβρεως ἐκείνης ἀπαλλαγῆναι, καὶ τῆς πικρᾶς δουλείας ἐλευθερωθῆναι, ἀντιτάξασθαι αὑτοὺς χρὴ τοῖς τοῦ Τυράννου θελήμασιν καὶ πολεμεῖν αὐτὸν διὰ τὴν ἀγάπην τοῦ Δημιουργοῦ, τότε καὶ γὰρ λήψονται πεῖραν ἐναρέτου ἀγῶνος, τοὺς τῆς ἀρετῆς καταστάζοντες ἱδρῶτας, ὅταν μὴ χείλεσι μόνον εἴπωσι πρὸς αὐτόν, ἀλλὰ διαθέσει καρδίας· γνωστὸν ἔστω σοι, Διάβολε, ὅτι ἡμεῖς τῆς φωνῆς σου οὐκ ἀκουσόμεθα καὶ ταῖς ἡδοναῖς σου οὐκέτι λατρεύσομεν.

Χρὴ δὲ ἐν τῷ ἀγῶνι ἱκετηρίους φωνὰς ἀναπέμπειν τῷ Θεῷ μετὰ τῶν λεγόντων, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί· καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε, καὶ ζητοῦμεν τὸ πρόσωπόν σου· μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ᾽ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε, καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἰσχὺς αὐτῶν συντριβείη, καὶ γνώτωσαν ὅτι σὺ εἶ, Κύριε, ὁ Θεὸς μόνος καὶ ἔνδοξος ἐφ᾽ ὅλην τὴν οἰκουμένην. Κἂν ὑπερμανὴς γενόμενος ὁ Τύραννος ἐκκαύσῃ τὴν κάμινον τῶν ἡδονῶν ἑπταπλασίως, ἀλλὰ θαρσείτωσαν οἱ ἐπὶ Κύριον πεποιθότες, ὅτι ἡ κάμινος μετ᾽ ὀλίγον εἰς δρόσον μεταβληθήσεται, καὶ ὃν πάλαι ἐδεδοίκεισαν Τύραννον, αὐτὸς τοῦ λοιποῦ τὴν σκιὰν αὐτῶν τρομάσει διὰ τὴν ἐξ ὕψους ἐπιγενομένην αὐτοῖς βοήθειαν.

Μακάριοι τοίνυν τὸν ἁγιασμὸν φυλάσσοντες ἐν ταπεινοφροσύνῃ καὶ ἐλέει, ὅτι βαθείας εἰρήνης ἀπολαύσουσιν αὐτῶν τὰ μέλη, τῆς ψυχῆς αὐτῶν εὐφραινομένης ἐν Πνεύματι Ἁγίῳ. Μηδεὶς δὲ πεποιθέναι ἀνέσεως ἐπιτεύξασθαι, ὑπήκοον ἑαυτὸν παριστῶν τοῖς τοῦ Ἐχθροῦ θελήμασι· διότι αὐτὸς ὁ Τύραννος ὡς δορυαλώτοις καταχρήσεται αὐτοῖς, περισπῶν εἰς πᾶν ἔργον δυσσεβείας, καὶ τῶν μὲν τὰ σώματα ἐν σοδομιτικαῖς πράξεσι διαφθείρων καὶ καταμολύνων αἰσχρῶς· ὡς γυναικός, φησί, πεῖραν οὐκ εἰληφότων, παρθενίαν ἑαυτοῖς ἐπιφημίζειν παρασκευάζει, ἐσπιλωμένοις οὖσιν ὅλῳ τῷ σώματι.

Καὶ ἐν τούτοις ὡς ἐλευθέρους τῆς ἁμαρτίας παρασκευάζει σεμνύνεσθαι ὁ Ἐχθρός, τῆς χολερᾶς σταφυλῆς καὶ τοῦ πικροῦ βότρυος ἐμφορῶν αὐτούς. Ὦ, τί δεινὸς ὁ πόλεμος! Ὦ, τί χαλεπός! Διὰ πόσων τρόπων παρασκευάζει ἡμᾶς τοὺς ἀνθρώπους παροργίζειν τὸν Κύριον ὁ κάκιστος θηρευτής! Μακάριοι οἱ μὴ πεσόντες ἐν ἀμφιβλήστρῳ αὐτοῦ· εἴγε καὶ ἐμπεσοῦντες διέρρηξαν τὰ δίκτυα αὐτοῦ καὶ ἐξείλαντο ἀποδράντες αὐτοῦ, ὥσπερ ἰχθὺς ἐκ σαγήνης διασωθείς. Ὁ γὰρ ἰχθὺς ἐν τοῖς ὕδασιν ὑπάρχων, ἐὰν ἀγρευθεὶς διαρρήξῃ τὸ δίκτυον καὶ ἑαυτὸν κατὰ τοῦ βυθοῦ ἐλάσῃ, σῴζεται· ἐπὰν δὲ ἑλκυσθῇ ἐν τῇ ξηρᾷ, βοηθῆσαι ἑαυτῷ οὐ δύναται. Οὕτω καὶ ἡμεῖς, ἐφ᾽ ὅσον ἐσμὲν ἐν τῷ βίῳ τούτῳ, ἐξουσίαν ἔχομεν ἐκ Θεοῦ διαρρῆξαι ἀφ᾽ ἑαυτῶν τὰ δεσμὰ τῶν θελημάτων τοῦ Ἐχθροῦ καὶ ἀπορρίψαι τὸ φορτίον τῶν ἁμαρτιῶν διὰ τῆς μετανοίας καὶ διασωθῆναι εἰς τὴν τῶν οὐρανῶν βασιλείαν. Εἰ δὲ καταλάβῃ ἡμᾶς τὸ πρόσταγμα τὸ φοβερὸν ἐκεῖνο, καὶ ἡ ψυχὴ ἐξέλθῃ ἐκ τοῦ σώματος, καὶ εἰσαχθῇ τὸ σῶμα ἐν τῷ τάφῳ, οὐκέτι δυνάμεθα ἑαυτοῖς βοηθῆσαι, ὥσπερ οὐδὲ ὁ ἰχθὺς ἀνελκυσθεὶς τῶν ὑδάτων καὶ καταγγισθεὶς ἐν ἀγγείῳ οὐ δύναται ἔτι ἑαυτῷ βοηθῆσαι.

Σπουδάσωμεν τοιγαροῦν, ἀγαπητοί, ἐκφυγεῖν τὰς παγίδας τοῦ Ἐχθροῦ δι᾽ ἔργων ἀγαθῶν, πρὶν ἐλθεῖν τὴν ἡμέραν ἐκείνην τὴν μεγάλην καὶ ἐπιφανῆ, ἐν ᾗ ἀποκαλύπτονται ἃ ἐπράξαμεν ἐν κρυπτῷ καὶ σκότει. Μὴ οὖν ἀναμείνωμεν ἕως οὗ ἔλθοι ὁ θάνατος, ἵνα μὴ αἰσχυνθῶμεν ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, ὅτε ἐνδύονται οἱ Ἅγιοι στολὴν λαμπράν, ἣν κατεσκεύασαν αὑτοῖς δι᾽ ἔργων ἀγαθῶν. Ἐὰν ἴδωμεν ἑαυτοὺς τότε γυμνοὺς οὐ μόνον τῆς ἐξαστραπτούσης δόξης, ἀλλὰ καὶ μεμελανωμένους καὶ πλήρεις δυσωδίας ὄντας, οἵα αἰσχύνη ἆράγε λήψεται ἡμᾶς; Καταφρονήσωμεν τὸ τῆς κακῆς ἐπιθυμίας ἔργον καί, ὡς οὐδὲν ἡγεῖται, νικήσωμεν τὸ μικρὸν τοῦτο δι᾽ εὐσέβειαν, καὶ μὴ ἐν τῷ ἐλαχίστῳ ὀφθῶμεν ἀδόκιμοι.

Μέγα ναυάγιον τὸ τῆς ἁμαρτίας ἔργον· ἀγωνισώμεθα οὖν μὴ ὑποπεσεῖν τηλικούτῳ κινδύνῳ. Ἡμεῖς γὰρ τῇ ἑαυτῶν ἀμελείᾳ ὑπὸ παθῶν καταδυναστευόμεθα, ἀπονητὶ βιοῦν θέλοντες καὶ προφάσεις ἀκαίρους ἐν ἑαυτοῖς ἀναπλάττοντες. Καὶ ὁ μέν φησιν, ἀπὸ βρέφους ἐν μοναστηρίῳ τὴν οἴκησιν ἔχω, καὶ τούτου χάριν σφοδρῶς μοι τὰ πάθη ἐπίκεινται. Ἀλλ᾽ ἀκουέτω ὁ τοιοῦτος ὅτι πολλοὶ τῶν Ἁγίων ἐκ νεαρᾶς ἡλικίας τὸν καλὸν ἀγῶνα ἀγωνισάμενοι τὰς ἡδονὰς κατεπάτησαν. Ἕτερος δὲ πάλιν φησίν, ἐν κόσμῳ ἀνατέθραμμαι, καὶ πολλῶν κακῶν πεπείραμαι, ὅθεν ἡ συνήθεια συνωθεῖ με πρὸς τὰς ὀρέξεις. Ἀκουέτω καὶ αὐτός, ὅτι πολλοὶ τῶν Ἁγίων, τῶν φαύλων φαυλότερον βίον ἐσχηκότες, ἔσχατον μεταβαλλόμενοι τὸν τρόπον ἄριστοι ἀνεφάνησαν Θεῷ εὐαρεστήσαντες. Ὑπήκουσαν γὰρ ἐκ ψυχῆς τῷ εἰπόντι· μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.

Ὁ Πονηρὸς φαντάζει ἡμᾶς, πρὸς τὰ βλαβερὰ πάντα κινῶν, πρὸς καταφρόνησιν ἡμᾶς ἀγαγεῖν τοῦ φόβου Κυρίου. Ἡμεῖς δὲ δριμυτέροις νοήμασι τὸν ἰὸν αὐτοῦ ἀποκρουσώμεθα, τῆς χάριτος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συνεργούσης· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.