Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ κακιῶν

Ἐφραίμ ὁ Σύρος

Αλήθεια, ψεύδος και πονηρία

Εξέταση της ζωής σύμφωνα με την αλήθεια, σε αντίθεση με τη φθοροποιό επίδραση της πονηρίας και του ψεύδους στην ψυχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 8

ΙΓʹ Περὶ πονηρίας Θρηνεῖν οὖν, ἀδελφοί, καὶ πενθεῖν ἐπὶ τοὺς μὴ ἔχοντας πρᾳότητα, ἀλλὰ τῇ πονηρίᾳ συνεζευγμένους, ὅτι ἀποφάσει πονηρᾷ ὑπόκεινται. Οἱ πονηρευόμενοι γάρ, φησίν, ἐξολοθρευθήσονται. Ὁ δὲ ἅγιος ἡμῶν Θεὸς τοὺς τοιούτους ἐνυβρίζει, λέγων· ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὑτοῦ προφέρει τὰ πονηρά. Καὶ πάλιν ὁ Προφήτης· ἐν τοῖς ἐπανισταμένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις, ἀκούσεται τὸ οὖς μου. Δεινὸν γὰρ δαιμόνιον τὸ τῆς πονηρίας, ἀδελφοί.

Διὸ προσέχετε μή τις ἐν αὐτῷ ἐμπεσών, ἑαυτῷ μέμψηται. Ὁ πονηρὸς γὰρ οὐδέποτε εἰρηνεύει, ἀλλὰ πάντοτε ἐν ταραχαῖς ὑπάρχει. Πάντοτε θυμοῦ καὶ δόλου καὶ ὀργῆς πεπλήρωται. Πάντοτε ἀποβλέπεται τὸν ἔγγιστα αὑτοῦ. Πάντοτε ψιθυρίζει, πάντοτε φθονεῖ, πάντοτε ζηλεύει, πάντοτε τραχύνεται, πάντοτε ἐπιτάσσεται καὶ ἀντιλέγει, κελεύεται καὶ διαστρέφει, συμβουλεύεται καὶ κακοποιεῖ, συντίθεται καὶ διασύρει, ἀγαπᾶται καὶ σκώπτει. Τοὺς εὐδοκιμοῦντας βδελύσσεται· τοὺς προκόπτοντας ἀηδίζεται· τὰς νουθεσίας σμικρύνει· τοὺς ἀδελφοὺς διαστρέφει· τοὺς ἀφελεῖς κακοῖ· τοὺς πραεῖς ἀποσείεται· τοὺς μακροθυμοῦντας ἐγγελᾷ· τοὺς ξένους ὑποκρίνεται· ἕνα τῷ ἑνὶ ἐνδιαβάλλει· πρὸς ἕνα ἕκαστον ἐναντιάζεται· πρὸς μάχας συμβάλλεται. Εἰς παροξυσμὸν ἀναγείρει· εἰς ἀνταπόδοσιν συνεπαμύνει.

Εἰς λοιδορίας ἕτοιμος, εἰς καταλαλιὰς ἡδύς, εἰς ὕβριν εὐχερής, εἰς πολυλογίαν ἀνδρεῖος, εἰς τὸ ἐπιπλήσσειν πρόθυμος, εἰς θόρυβον πρῶτος σύνδρομος, εἰς ψαλμῳδίαν ἀσθενής, εἰς νηστείαν ἐκλελυμένος, εἰς πᾶν ἔργον ἀγαθὸν ἀδύνατος καὶ ἀνόνητος, εἰς λόγους πνευματικοὺς νωθρός· πᾶσα γὰρ ἀνομία ἐμφράξει τὸ στόμα αὐτοῦ. Πολλοῦ οὖν θρήνου ἄξιος ὁ τοιοῦτος. Διὸ παρακαλῶ ὑμᾶς, ἀδελφοί, φυλάξασθε ἀπὸ τῆς πονηρίας.

ΙΔʹ Περὶ ἀληθείας Μακάριος ὃς ἐν ἀληθείᾳ τὸν βίον αὑτοῦ ἐρρύθμισε, καὶ ἐπὶ παντὶ ψεύδει οὐχ ἑάλωκε. Μακάριος καὶ τρισμακάριος ὁ τῆς ἀληθείας γενόμενος ἐργάτης, ὅτι ἀληθής ἐστιν ὁ Θεός, καὶ ψεῦδος ἐν αὐτῷ οὐκ ἔστι. Καὶ τίς οὐ μὴ μακαρίσῃ τὸν ἀλήθειαν φυλάσσοντα, ὅτι τὸν Θεὸν μιμεῖται ὁ τοιοῦτος; Ὄντως γὰρ ὁ ἀληθεύων πάντοτε καὶ Θεῷ εὐάρεστος ὑπάρχει καὶ πᾶσιν ἀνθρώποις χρήσιμός ἐστι. Ἐν ἀδελφότητι ὡραῖος καὶ ἐν παντὶ πράγματι ὀρθός. Ὁ ἀληθὴς προσώποις οὐ χαίρει, καὶ ἄδικον κρίσιν οὐ κρίνει. Ἀξιώματος καὶ τιμῆς οὐκ ἀντιλαμβάνεται, καὶ πένητα καὶ ἐνδεῆ οὐ παραβλέπει. Ἐν ἀποκρίσεσιν ἄδολός ἐστι, καὶ ἐν διαγνώσει ὀρθός. Ἐν τῷ ἔργῳ ἐπιμελητὴς καὶ ἐν τῷ κοινῷ τῆς ἀδελφότητος σώματι τίμιος.

Δόλον οὐκ οἶδεν· ὑπόκρισιν οὐκ ἀγαπᾷ. Παντὶ ἔργῳ ἀγαθῷ κεκόσμηται, καὶ πάσῃ ἀρετῇ πολιτεύεται. Μακάριος οὖν ὁ πάντοτε τῇ ἀληθείᾳ δουλεύων.

ΙΕʹ Περὶ ψεύδους Ἄθλιος δὲ καὶ ταλαίπωρος ὁ παντὶ ψεύδει ἐνδελεχίζων, ὅτι ἀπ᾽ ἀρχῆς ὁ Διάβολος ψεύστης ἐστίν. Ὁ δὲ τῷ ψεύδει ἐνδελεχίζων, οὗτος ἀπαρρησίαστός ἐστι· μισητὸς γὰρ ὑπάρχει καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις. Καὶ τίς οὐ μὴ πενθήσῃ τὸν ἐν ψεύδει διάγοντα; Ὅτι ὁ τοιοῦτος ἐν παντὶ ἔργῳ ἀδόκιμος, καὶ ἐν πάσῃ ἀποκρίσει ἀνεπιτήδειος. Ὁ τοιοῦτος ὀργὰς καὶ μάχας ἐν μοναστηρίῳ διεγείρει· καὶ ἐν τῷ κοινῷ τῆς ἀδελφότητός ἐστιν ὥσπερ ἰὸς σιδήρῳ· θρασεῖαν γὰρ τὴν καρδίαν ἔχει καὶ οὐ στέγει. Ἡδέως ἀκροᾶται μυστήρια καὶ ῥᾳδίως ἀποκαλύπτει· καὶ οἶδε διὰ τῆς γλώσσης ἀνατρέπειν τοὺς καλῶς ἑστῶτας. Ἄρχεται πράγματος, καὶ ἑαυτὸν ἀναίτιον δείκνυσιν. Ἐκτὸς ὅρκου οὐδὲν λέγει, καὶ ἐκ πολυλογίας δοκεῖ πείθειν. Πολυμήχανός ἐστι καὶ πολύτροπος ὁ ψεύστης. Μείζων τῆς πληγῆς ταύτης οὐκ ἔστι, καὶ ὄνειδος ἀνώτερον τούτου οὐχ ὑπάρχει· παρὰ πάντων γάρ ἐστι βδελυκτός, καὶ γέλως ἐστὶ τοῖς πᾶσι. Διὸ προσέχετε, ἀδελφοί, μὴ ἐνδελεχίζειν ψεύδει.