Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ κακιῶν
Ο φόβος του Θεού και η αγάπη
Ανάλυση των θεμελιωδών αρετών του φόβου του Θεού και της θείας αγάπης, καθώς και των πνευματικών συνεπειών από την έλλειψή τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο φόβος του Θεού και η αγάπη
Ανάλυση των θεμελιωδών αρετών του φόβου του Θεού και της θείας αγάπης, καθώς και των πνευματικών συνεπειών από την έλλειψή τους.
Βʹ Περὶ φόβου Θεοῦ Μακάριος ὁ ἄνθρωπος ἐκεῖνος, ὃς ἔχει φόβον Θεοῦ ἐν ἑαυτῷ· ὁ τοιοῦτος γὰρ προφανῶς καὶ ὑπὸ τοῦ Ἁγίου Πνεύματος μεμακάρισται· μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Ὄντως γὰρ ὄντως ὁ φοβούμενος τὸν Κύριον ἐκτός ἐστι πάσης τέχνης τοῦ Ἐχθροῦ, καὶ πᾶσαν ἐπιβουλὴν τοῦ Ἐχθροῦ διαδρᾷ. Ὁ ἔχων φόβον Θεοῦ ῥᾳδίως περιγίνεται τῶν ἐπινοιῶν τοῦ κακοτέχνου Ἐχθροῦ· ἐν οὐδενὶ γὰρ αὐτὸν αἰχμαλωτίζει. Διὰ γὰρ τὸν φόβον ἡδονὴν σαρκὸς οὐ παραδέχεται. Ὁ φοβούμενος οὐ μετεωρίζεται ὧδε κἀκεῖσε· περιμένει γὰρ τὸν ἑαυτοῦ δεσπότην, μή πως ἐξαίφνης ἥξῃ καὶ εὕρῃ αὐτὸν ῥᾳθυμοῦντα, καὶ διχοτομήσῃ αὐτόν. Ὁ ἔχων φόβον Θεοῦ οὐκ ἀμεριμνᾷ· νήφει γὰρ πάντοτε. Ὁ φοβούμενος ὕπνῳ ἀμέτρῳ ἑαυτὸν οὐ παραδίδωσι· γρηγορεῖ γὰρ καὶ περιμένει τὴν παρουσίαν τοῦ Κυρίου αὑτοῦ. Ὁ φοβούμενος οὐκ ἀδιαφορεῖ, ἵνα μὴ παροξύνῃ τὸν ἑαυτοῦ Δεσπότην.
Ὁ φοβούμενος οὐ ῥᾳθυμεῖ· πάντοτε γὰρ ἐπιμελεῖται τοῦ κτήματος, ἵνα μὴ καταγνωσθῇ. Ὁ φοβούμενος πάντοτε δοκιμάζει τὰ ἀρέσκοντα τῷ Κυρίῳ αὑτοῦ· καὶ ταῦτα ἑτοιμάζει, ἵνα ἐλθὼν ὁ Κύριος αὑτοῦ ἐν πολλοῖς ἐπαινέσῃ αὐτόν. Ἐν πολλοῖς οὖν ἀγαθοῖς αἴτιος γίνεται ὁ φόβος τοῦ Κυρίου τοῖς κεκτημένοις αὐτόν.
Γʹ Περὶ ἀφοβίας Ὁ μὴ ἔχων τὸν φόβον τοῦ Θεοῦ ἐν ἑαυτῷ, ὁ τοιοῦτος εὐάλωτός ἐστι τοῖς Διαβόλου ἐπιχειρήμασιν. Ὁ μὴ ἔχων τὸν φόβον τοῦ Θεοῦ παρ᾽ ἑαυτῷ μετεωρίζεται· ἀδιαφορεῖ· καθεύδει ἀμερίμνως· ἀπορρᾳθυμεῖ ἐν τοῖς ἔργοις αὑτοῦ· δοχεῖον γίνεται τῶν ἡδονῶν· πᾶν ὅ, τι τερπνὸν ἥδεται ἐν ἑαυτῷ· οὐ φοβεῖται γὰρ παρουσίαν Δεσπότου. Κομᾷ τοῖς πάθεσι· ταῖς ἀναπαύσεσι χαίρει· τὴν κακουχίαν φεύγει· τὴν ταπείνωσιν βδελύσσεται· ὑπερηφανίαν ἀσπάζεται. Λοιπὸν ἔρχεται ὁ Κύριος αὑτοῦ, καὶ εὑρίσκει αὐτὸν οἷς οὐκ ἀρέσκεται, καὶ διχοτομήσει αὐτὸν καὶ παραπέμψει τῷ αἰωνίῳ σκότει. Τίς οὐ μὴ ταλανίσῃ τὸν τοιοῦτον;
Δʹ Περὶ ἀγάπης Μακάριος ὁ ἄνθρωπος ἐκεῖνος ὁ ἔχων ἀγάπην Θεοῦ, ὅτι τὸν Θεὸν ἐν ἑαυτῷ περιφέρει· ὅτι ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει. Ὁ ἔχων ἀγάπην, πάντων σὺν Θεῷ περιγίνεται. 〈Ὁ ἔχων ἀγάπην οὐ φοβεῖται〉· ἡ γὰρ ἀγάπη ἔξω βάλλει τὸν φόβον. Ὁ ἔχων ἀγάπην, οὐδένα βδελύσσεταί ποτε· οὐ μικρόν, οὐ μέγαν, οὐκ ἔνδοξον, οὐκ ἄδοξον, οὐ πένητα, οὐ πλούσιον· ἀλλὰ πάντων περίψημα γίνεται. Πάντα στέγει, πάντα ὑπομένει. Ὁ ἔχων ἀγάπην, οὐκ ἐπαίρεται κατά τινος· οὐ φυσιοῦται· οὐδενὸς καταλαλεῖ, ἀλλὰ καὶ τοὺς καταλαλοῦντας ἀποστρέφεται. Ὁ ἔχων ἀγάπην, ἐν δόλῳ οὐ πορεύεται· οὐχ ὑποσκελίζεται ἢ ὑποσκελίζει τὸν ἀδελφόν. Ὁ ἔχων ἀγάπην, οὐ ζηλοῖ, οὐ φθονεῖ, οὐ βασκαίνει, οὐ χαίρει ἐπὶ πτώσει ἑτέρων· οὐ διασύρει τὸν πταίοντα, ἀλλὰ συλλυπεῖται καὶ συναντιλαμβάνεται· οὐ παρορᾷ τὸν ἀδελφὸν ἐν ἀνάγκῃ, ἀλλὰ συνεπαμύνει καὶ συναποθνῄσκει. Ὁ ἔχων ἀγάπην, τὸ θέλημα ποιεῖ τοῦ Θεοῦ καὶ μαθητὴς αὐτοῦ ἐστιν· αὐτὸς γὰρ ὁ καλὸς ἡμῶν Δεσπότης εἶπεν· ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὁ ἔχων ἀγάπην οὐδέποτέ τι ἑαυτῷ περιποιεῖται· οὐ λέγει ἑαυτοῦ ἴδιον οὐδέν· ἀλλὰ πάντα, ὅσα ἔχει, κοινὰ τοῖς πᾶσι προτίθησιν. Ὁ ἔχων ἀγάπην, ἀλλότριον οὐδένα λογίζεται, ἀλλὰ πάντας ἰδιοποιεῖται.
Ὁ ἔχων ἀγάπην, οὐ παροξύνεται, οὐ φυσιοῦται, οὐκ ἐξάπτεται εἰς ὀργήν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, ἐπὶ ψεύδει οὐκ ἐνδελεχίζει, ἐχθρὸν οὐδένα ἡγεῖται, εἰ μὴ μόνον τὸν Διάβολον. Ὁ ἔχων ἀγάπην, πάντα ὑπομένει· χρηστεύεται· μακροθυμεῖ. Μακάριος οὖν ὁ τὴν ἀγάπην κεκτημένος καὶ μετ᾽ αὐτῆς ἀποδημήσας πρὸς τὸν Θεόν· ὅτι αὐτὸς τὸ ἴδιον ἐπιγινώσκων, προσδέξεται αὐτὸν ἐν τοῖς κόλποις αὑτοῦ· ὁμοδίαιτος γὰρ Ἀγγέλων ἔσται καὶ σὺν Χριστῷ βασιλεύσει ὁ τῆς ἀγάπης ἐργάτης. Δι᾽ αὐτῆς γὰρ καὶ Θεὸς Λόγος ἐπὶ τῆς γῆς παρεγένετο· δι᾽ αὐτῆς καὶ ὁ παράδεισος ἀνέῳκται ἡμῖν, καὶ ἄνοδος εἰς οὐρανὸν ἀνεδείχθη πᾶσιν.
Ἐχθροὶ ὑπάρχοντες τῷ Θεῷ, δι᾽ αὐτῆς κατηλλάγημεν. Εἰκότως οὖν εἴπομεν ὅτι ἡ ἀγάπη ὁ Θεός ἐστι· καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει.
Εʹ Περὶ τῶν μὴ ἐχόντων ἀγάπην Ἄθλιος καὶ ταλαίπωρος ὁ τῆς ἀγάπης μακρὰν ὑπάρχων· οὗτος γὰρ ὀνειροπολῶν τὰς ἡμέρας αὑτοῦ παρέρχεται. Καὶ τίς οὐ μὴ πενθήσει τὸν ἄνθρωπον ἐκεῖνον, τὸν ἀπὸ τοῦ Θεοῦ μακρὰν ὑπάρχοντα καὶ τοῦ φωτὸς ἐστερημένον καὶ ἐν σκότει διάγοντα; Λέγω γὰρ ὑμῖν, ἀδελφοί, ὅτι ὁ μὴ ἔχων τὴν ἀγάπην τοῦ Χριστοῦ, ἐχθρὸς αὐτοῦ ὑπάρχει. Ἀψευδὴς πάρα ὁ εἰπών, ὅτι ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ ἀνθρωποκτόνος ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ ἐν πάσῃ ἁμαρτίᾳ εὐάλωτός ἐστιν. Ὁ γὰρ μὴ ἔχων ἀγάπην, ὀξέως θυμοῦται· ὀξέως παροργίζεται· ὀξέως εἰς μῖσος συνάπτεται. Ὁ μὴ ἔχων ἀγάπην, χαίρει ἐπὶ ἀδικίᾳ ἑτέρων· οὐ συμπάσχει τῷ πταίοντι· οὐ χεῖρα ὀρέγει τῷ κειμένῳ· οὐ παραινεῖ τῷ ἐσφαλμένῳ· οὐ στηρίζει τὸν σαλευόμενον. Ὁ μὴ ἔχων ἀγάπην, πηρός ἐστι τῇ διανοίᾳ· φίλος ἐστὶ τοῦ Διαβόλου· εὑρετής ἐστι πάσης πονηρίας· ποιητικός ἐστι μαχῶν· λοιδόρων ἐστὶ φίλος· τῶν καταλαλούντων ἐστὶ συνόμιλος· τῶν ὑβριζόντων σύμβουλος· τῶν φθονούντων διορθωτής· τῆς ὑπερηφανίας ἐργάτης· τῆς ἀλαζονείας σκεῦος. Καὶ ἁπαξαπλῶς, ὁ μὴ κτησάμενος τὴν ἀγάπην, ὄργανόν ἐστι τοῦ ὑπεναντίου, καὶ πλανᾶται ἐν πάσῃ ἀτραπῷ, καὶ οὐκ οἶδεν ὅτι ἐν σκότει διαπορεύεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.