Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ παθῶν

Ἐφραίμ ὁ Σύρος

Οι γενεσιουργές αιτίες των παθών και το τριμερές της ψυχής

Ανάλυση της φιλαυτίας, της φιληδονίας και της φιλαργυρίας ως ριζών του κακού, καθώς και των αμαρτημάτων και τρόπων θεραπείας του λογιστικού, θυμικού και επιθυμητικού μέρους της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Ῥίζαι δὲ πάντων τῶν κακῶν, καὶ ὡς ἂν εἴπῃ τις πρωταίτιαι, φιληδονία, φιλοδοξία καὶ φιλαργυρία, ἀφ᾽ ὧν πᾶν κακὸν ἀποτίκτεται. Οὐχ ἁμαρτάνει δὲ ὁ ἄνθρωπος οὐδεμίαν ἁμαρτίαν, εἰ μὴ πρότερον οἱ κραταιοὶ οὗτοι γίγαντες, καθώς φησιν ὁ ἐν ἀσκηταῖς σοφώτατος Μᾶρκος, περιγένωνται καὶ κατακυριεύσωσιν αὐτούς, ἤτοι λήθη, ῥᾳθυμία καὶ ἄγνοια· ταύτας δὲ ἀποτίκτει ἡδονὴ καὶ ἄνεσις, τὸ ἀγαπᾶν τε τὴν δόξαν τῶν ἀνθρώπων καὶ τὸν περισπασμόν. Πρωταίτιος δὲ τούτων ἁπάντων καὶ οἵα μήτηρ κακίστη, ὡς εἴρηται, ἡ φιλαυτία, ἤγουν ἡ ἄλογος φιλία τοῦ σώματος καὶ ἐμπαθὴς προσπάθεια· διάχυσις δὲ καὶ ἔκλυσις νοὸς μετὰ εὐτραπελίας καὶ αἰσχρολογίας πολλῶν κακῶν καὶ πτωμάτων πρόξενοι, ὡς ἡ παρρησία καὶ ὁ γέλως.

Πρὸς τούτοις δεῖ γινώσκειν ὡς ποικίλη τίς ἐστι καὶ πολύτροπος ἡ ἐμπαθὴς φιληδονία, καὶ πολλαὶ αἱ ἀπατῶσαι τὴν ψυχὴν ἡδοναί, ὅταν μὴ νήφουσα πρὸς Θεὸν αἴρηται τῷ θείῳ φόβῳ καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ, τῆς τῶν ἀρετῶν ἐργασίας ἐπιμελουμένη· μυρίαι γὰρ πάντοθεν φαίνονται ἡδοναὶ πρὸς ἑαυτὰς ἕλκουσαι τοὺς τῆς ψυχῆς ὀφθαλμούς· αἱ τῶν σωμάτων, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς δόξης, αἱ τῆς ῥᾳθυμίας, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαρχίας, αἱ τῆς πλεονεξίας. Καὶ φαίνονται 〈ἐν〉 ἀπάτῃ λαμπρὰς ἔχουσαι τὰς ὄψεις καὶ ἐπεράστους, ἱκανὰς ἐπισπάσασθαι τοὺς περὶ ταῦτα ἐπτοημένους καὶ μὴ σφόδρα τῆς ἀρετῆς ἐρῶντας καὶ τὴν ταύτης ὑπομένοντας σκαιότητα. Καὶ πᾶσα σχέσις γηΐνη, καὶ ἡ πρός τι τῶν ὑλικῶν προσπάθεια, κἂν τὸ τυχόν ἐστιν, ἡδονὴν καὶ τέρψιν ἐμποιεῖ τῷ προσπαθοῦντι, εἰ καὶ ἀνόνητον καὶ βλαβερόν, καὶ τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἐμπαθῶς ἐν τούτῳ καταδουλοῖ, ὡς τούτου ἕνεκεν θυμῷ 〈τε〉 καὶ λύπῃ, ὀργῇ τε καὶ μνησικακίᾳ, τῇ τοῦ ποθουμένου ἀποστερήσει τὸν ἡττώμενον καθυποβάλλεσθαι. Εἰ δὲ μετὰ τῆς προσπαθείας καὶ μικρὰ ἐπικρατήσει συνήθεια, ἀναισθήτως καὶ ἀνιάτως, φεῦ, μέχρι τέλους τῆς ἀλόγου προσπαθείας ἔχεσθαι διὰ τῆς ἐν ταύτῃ κεκρυμμένης ἡδονῆς τὸν ἁλῶντα παρασκευάσει.

Πολυσχιδὴς γάρ ἐστιν ἡ τῆς ἐπιθυμίας ἡδονή, ὡς προείρηται, καὶ οὐ μόνον ἐν τῇ πορνείᾳ καὶ τῇ ἄλλῃ σωματικῇ ἀπολαύσει ἀποπληροῦται, ἀλλὰ κἂν τοῖς λοιποῖς πάθεσιν, ἐπεὶ καὶ σωφροσύνη οὐ τοῦτο μόνον ἐστί, τὸ πορνείας ἀπέχεσθαι καὶ τῶν ὑπογαστρίων ἡδονῶν, ἀλλὰ καὶ τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς εἶναι.

Ἔνθεν ὁ φιλοχρήματος, καὶ ὁ φιλάργυρος, καὶ πλεονεξίας ἐρῶν, ἀκόλαστος· ὥσπερ γὰρ ἐκεῖνος σωμάτων, οὕτω καὶ οὗτος χρημάτων, μᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν, τὴν ἐκ φύσεως ὠθοῦσαν αὐτόν· καὶ γὰρ ἀμαθὴς ἡνίοχος ἐκεῖνος ἂν ὡς ἀληθῶς καὶ μάλιστα λέγοιτο, οὐχ ὁ τὸν σκληρὸν καὶ δυσάνιον μὴ κατέχων ἵππον, ἀλλ᾽ ὁ τὸν ἥμερον καὶ ἐπιεικέστερον μὴ δυνάμενος ὑποτάξαι. Καὶ δῆλόν ἐστι πάντοθεν, ὡς περιττὴ καὶ οὐ κατὰ φύσιν ἡ τῶν χρημάτων ἐπιθυμία, ἅτε μὴ ἐκ φύσεως τὴν βίαν ἔχουσα, ἀλλ᾽ ἐκ μοχθηρᾶς προαιρέσεως· διὸ καὶ ἀσύγγνωστα ἁμαρτάνει ὁ ταύτῃ ἑκὼν ἡττώμενος.

Ὥστε χρὴ σαφῶς ἐπιγινώσκειν ἡμᾶς, ὡς οὐκ εἰς τρυφὴν μόνην καὶ τὴν τῶν σωμάτων ἀπόλαυσιν ἡ φιληδονία ὁρίζεται, ἀλλ᾽ ἐν παντὶ τρόπῳ καὶ πράγματι προαιρέσει ψυχῆς ἀγαπωμένῳ καὶ προσπαθείᾳ. Ἵνα δὲ σαφέστερον ἔτι τὰ πάθη καὶ τὸ τῆς ψυχῆς τριμερὲς διαγινώσκηται, καὶ τάδε, ὡς ἐνόν, ἐν ἐπιτόμῳ προσθεῖναι δεῖν ἐκρίναμεν. Ἡ ψυχὴ διαιρεῖται εἰς τρία, λογιστικόν, θυμικὸν καὶ ἐπιθυμητικόν. Καὶ τοῦ μὲν λογιστικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἀπιστία, αἵρεσις, ἀφροσύνη, βλασφημία, ἀδιακρισία, ἀχαριστία καὶ αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων, αἳ γίνονται ἐκ τοῦ παθητικοῦ μέρους.

Ἡ ἴασις τούτων καὶ ἡ θεραπεία, ἡ ἀδίστακτος πίστις ἡ πρὸς τὸν Θεόν, τὰ ἀληθινὰ καὶ ἀπλανῆ καὶ ὀρθόδοξα δόγματα, ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ Πνεύματος, ἡ καθαρὰ προσευχὴ καὶ ἡ ἀδιάλειπτος πρὸς Θεὸν εὐχαριστία. Τοῦ δὲ θυμικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθές, τὸ μνησίκακον, ὁ φθόνος, ὁ φόνος καὶ ἡ συνεχὴς περὶ τὰ τοιαῦτα μελέτη. Ἡ ἴασις τούτων καὶ ἡ θεραπεία, ἡ φιλανθρωπία, ἡ ἀγάπη, ἡ πρᾳότης, ἡ φιλαδελφία, ἡ συμπάθεια, ἡ ἀνεξικακία καὶ ἡ χρηστότης. Καὶ τοῦ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ γαστριμαργία, ἡ λαιμαργία, ἡ οἰνοφλυγία, ἡ πορνεία, ἡ μοιχεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία, ἡ τῆς κενῆς δόξης ἐπιθυμία, χρυσοῦ τε καὶ πλούτου καὶ τῶν σαρκικῶν ἡδονῶν. Ἡ ἴασις καὶ θεραπεία τούτων ἐστίν, ἡ νηστεία, ἡ ἐγκράτεια, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρημάτων πρὸς τοὺς πένητας σκορπισμός, ἡ τῶν μελλόντων ἐκείνων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, ἡ τῆς υἱοθεσίας ἐπιθυμία.