Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ παθῶν

Ἐφραίμ ὁ Σύρος

Η θεραπεία των παθών και η υπεροχή της διακρίσεως

Η αντιμετώπιση των παθών μέσω των αντίστοιχων αρετών, η υγιής λειτουργία του τριμερούς της ψυχής και η σημασία της επίπονης άσκησης με κορωνίδα τη διάκριση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Ἀναιρεῖται δὲ ὑπὸ μὲν ἐγκρατείας ἡ γαστριμαργία, ὑπὸ δὲ θείου πόθου καὶ τῆς τῶν μελλόντων ἐφέσεως ἡ πορνεία, ὑπὸ δὲ συμπαθείας τῆς πρὸς τοὺς πένητας ἡ φιλαργυρία· ὑπὸ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάντας ἀγάπης ἡ ὀργή, ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς ἡ κοσμικὴ λύπη, ὑπὸ δὲ τῆς ὑπομονῆς καὶ τῆς καρτερίας καὶ τῆς πρὸς Θεὸν εὐχαριστίας ἡ ἀκηδία, ὑπὸ δὲ τῆς κρυπτῆς τῶν ἀρετῶν ἐργασίας καὶ τῆς ἐν συντριβῇ καρδίας συνεχοῦς προσευχῆς ἡ κενοδοξία, ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ᾽ ἡγεῖσθαι ἑαυτὸν ἔσχατον πάντων ἡ ὑπερηφανία. Οὕτως οὖν τῶν εἰρημένων παθῶν ὁ νοῦς ἐλευθερωθεὶς καὶ πρὸς τὸν Θεὸν ἀνυψωθείς, ἀπεντεῦθεν ζῇ μακαρίαν ζωήν, τὸν ἀρραβῶνα δεχόμενος τοῦ Ἁγίου Πνεύματος. Καὶ τῶν ἐντεῦθεν ἀποδημήσας μετὰ ἀπαθείας καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ φωτὶ τῆς ἁγίας καὶ μακαρίας Τριάδος, μετὰ τῶν θείων Ἀγγέλων εἰς αἰῶνας ἀπεράντους καταλαμπόμενος.

Τριμερὴς τοίνυν οὖσα, ὡς προδεδήλωται, ἡ ψυχή· τρία γάρ, ὡς εἴρηται, μέρη ταύτης εἰσί, λογισμός, θυμός, καὶ ἐπιθυμία. Ἐάν ἐστιν ἐν τῷ θυμῷ ἀγάπη καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος· ἐὰν δὲ ἐν τῷ θυμῷ μισανθρωπία καὶ ἐν τῇ ἐπιθυμίᾳ ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος. Ὁ μὲν οὖν λογισμὸς τότε ὑγιαίνει καὶ σωφρονεῖ καὶ φωτίζεται, ὅτε τὰ πάθη ἔχει ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν κτισμάτων τοῦ Θεοῦ πνευματικῶς θεωρεῖ, καὶ πρὸς τὴν μακαρίαν καὶ ἁγίαν Τριάδα ἀνάγεται· ὁ δὲ θυμὸς τότε πάλιν κινεῖται κατὰ φύσιν, ὅτε πάντας ἀνθρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν ἢ λύπην ἢ μνησικακίαν κέκτηται· ἡ δὲ ἐπιθυμία, ὅταν ὑπὸ ἐγκρατείας καὶ ταπεινοφροσύνης καὶ ἀκτημοσύνης νεκρώσῃ τὰ πάθη, τουτέστιν ἡδονὴν σαρκός, καὶ χρημάτων καὶ δόξης παρερχομένης ἔφεσιν, καὶ τραπῇ πρὸς τὸν θεῖον καὶ οὐράνιον ἔρωτα. Καὶ γὰρ ἡ ἐπιθυμία πρὸς τρία τὴν κίνησιν ἔχει· ἢ πρὸς ἡδονὴν σαρκός, ἢ πρὸς δόξαν κενήν, ἢ πρὸς ἀπάτην χρημάτων· καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ καὶ τῶν θείων ἐντολῶν, καὶ τῆς οἰκείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐκ ἐᾷ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν.

Ὧν ὁ ἀνώτερον κτησάμενος φρόνημα, ἀπεντεῦθεν, ὡς προείρηται, ἀπολαύει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωήν, προσδοκῶν τὴν ἀποκειμένην μακαριότητα τοῖς ἀγαπῶσι τὸν Θεόν· ἧς καὶ αὐτοὶ ἀξιωθείημεν οἱ ἀνάξιοι διὰ τῆς χάριτος τοῦ Χριστοῦ. * Ἰστέον δὲ καὶ τοῦτο, ὡς οὐκ ἔστι πρὸς μέτρον τελειότητος φθάσαι τῆς οἱασοῦν ἀρετῆς τὸν μὴ ἐπιπόνῳ φιλοπονίᾳ εἰς ἐπίκτησιν ταύτης, ὅση δύναμις, σπεύσαντα παρ᾽ ὅλην τὴν ζωὴν διὰ πρακτικῆς ἐπιμελείας· ὡς φέρε εἰπεῖν, περὶ ἐλεημοσύνης, περὶ ἐγκρατείας, περὶ εὐχῆς, περὶ ἀγάπης ἤ τινος τῶν γενικῶν ἀρετῶν, ἀνδρείας, φρονήσεως, σωφροσύνης καὶ δικαιοσύνης· ἐκ τούτων γὰρ καὶ τῶν τοιούτων ἑκάστης τις ἀρετῆς μερικῶς μετέρχεται· οἷον τῇ ἐλεημοσύνῃ, μεταδόσει τε καὶ εὐποιΐᾳ, κέχρηταί τις πρὸς καιρόν, ἀλλ᾽ οὐκ ἐκ τοῦ ὀλιγάκις ταύτῃ χρήσασθαι ἐλεήμονα κυρίως τοῦτον ἐροῦμεν, καὶ μᾶλλον, ὅταν μὴ καλῶς καὶ θεαρέστως τὸ γινόμενον τελῆται· οὐ γὰρ καλὸν 〈τὸ καλόν〉, ὅταν μὴ καλῶς γένηται· ἀλλὰ καλὸν ὄντως, εἴπερ μὴ ἀπέχει τὸν μισθὸν διὰ τόδε ἢ τόδε, ἀνθρωπαρέσκειαν τυχὸν ἢ φήμην καὶ θηροδοξίαν, ἢ ἐκ πλεονεξίας καὶ ἀδικίας· ἐπεὶ μηδὲ τὰ γινόμενα καὶ δοκοῦντα καλὰ ζητεῖ ὁ Θεός, ἀλλὰ τὸν σκοπόν, δι᾽ ὃν γίνονται.

Λέγουσι γὰρ καὶ οἱ θεοφόροι Πατέρες· ὅταν ὁ νοῦς τοῦ τῆς εὐσεβείας σκοποῦ ἐπιλάθηται, τότε τὸ προφανὲς ἔργον τῆς ἀρετῆς ἀνόνητον γίνεται· τὰ γὰρ ἀδιακρίτως καὶ ἀσκόπως γινόμενα, οὐ μόνον οὐδὲν ὠφελοῦσι, κἂν καλὰ ὦσιν, ἀλλὰ καὶ βλάπτουσιν· ὥσπερ τοὐναντίον καὶ ἐπὶ τῶν δοκούντων ἐναντίων, σκοπῷ δὲ θεοσεβεῖ καὶ κατὰ Θεὸν γινομένων· ὡς τοῦ εἰς χαμαιτυπεῖον εἰσελθόντος τὴν πόρνην τε τῆς ἀπωλείας ἐκσπάσαντος. Ἔνθεν οὐδὲ ἐλεήμων κυρίως ἢ ἐγκρατής, ὀλιγάκις ἢ ἅπαξ τῇ ἐλεημοσύνῃ ἢ τῇ ἐγκρατείᾳ χρησάμενος, κληθήσεται, ἀλλ᾽ ὁ ἐπὶ πλεῖστον καὶ δι᾽ ἁπάσης τῆς ζωῆς αὐτοῦ, ὡς εἴρηται, τὴν ἀρετὴν ὁλικῶς μετελθὼν μετὰ διακρίσεως ἀνεπισφαλοῦς· μείζων γὰρ πασῶν τῶν ἀρετῶν ἡ διάκρισις, ὡς βασίλισσά τις οὖσα, καὶ ἀρετὴ ἀρετῶν. Ὥσπερ αὖθις καὶ ἐπὶ τῶν ἐναντίων, οὐ λέγομεν πόρνον ἢ μέθυσον ἢ ψεύστην τὸν ἅπαξ τούτων ἑκάστῳ ὀλισθήσαντα, ἀλλὰ τὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς τοιούτοις περιπίπτοντα καὶ ἀδιόρθωτον μένοντα. Καὶ τοῦτο δὲ μᾶλλον πρὸς τοῖς εἰρημένοις εἰδέναι πᾶσιν ἀναγκαιότατον, τοῖς ἀρετὴν μὲν κατορθοῦν προθυμουμένοις, κακίαν δὲ ἐκκλίνειν σπουδάζουσιν· ὅτιπερ, ὅσον ψυχὴ σώματος ἀσυγκρίτως ἀμείνων, καὶ ἐν πολλοῖς καὶ μεγίστοις πάντως διαφορωτέρα καὶ τιμιωτέρα, τοσοῦτον αἱ ψυχικαὶ ἀρεταί, καὶ μάλιστα αἱ θεώνυμοι καὶ θεομίμητοι, ὑπάρχουσι τῶν σωματικῶν ἀρετῶν.