Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀσκήσεως τῶν ἀγαθῶν ἔργων καὶ περὶ τῆς τοῦ θεοῦ μακροθυμίας

Ἐφραίμ ὁ Σύρος

Η ηθική κατάπτωση και η κατάχρηση των θείων δωρεών

Περιγραφή της διαφθοράς στις ανθρώπινες σχέσεις, της λήθης της κρίσεως του Θεού και της εκμετάλλευσης των αδυνάτων μέσω της κατάχρησης της εξουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Τέκνα ἀτιμάζουσι πατέρας αὐτῶν, καὶ πατέρες βασκαίνουσι τὰ τέκνα αὐτῶν· γυναῖκες ἀθετοῦσιν ἄνδρας, καὶ ἄνδρες οὐ φυλάσσουσι συνείδησιν γυναιξί· νέοι ληροῦσι κατὰ πρεσβυτέρων, καὶ πρεσβύτεροι νεωτερίζουσι κατὰ νέων.

Οὐκ ἔστιν ἐμπιστεῦσαι φίλῳ, οὔτε θαρρῆσαι ἀδελφῷ. Λαλήσεις εἰρηνικά, καὶ ἐν αὐτῷ λογίζεται πολεμικά. Φθόνος καὶ δόλος πολιτεύεται, καὶ ἀπληστία κρατεῖ. Οὐδεὶς γὰρ μέμνηται Θεοῦ· οὐδεὶς προσδοκᾷ κριθῆναι ἀποθανών. Διὰ τοῦτο ἐπληθύνθη τὰ κακά, ἐπειδὴ ἀθετεῖται Θεός.

Σύνεσιν ἡμῖν δέδωκεν, ἵνα ἐν αὐτῇ βουλευώμεθα ἀγαθόν, ἡμεῖς δὲ ἐν αὐτῇ βουλευόμεθα πονηρόν· δύναμιν ἡμῖν παρέσχεν, ἵνα ἐξ αὐτῆς παράσχωμεν τοῖς λειπομένοις, ἡμεῖς δὲ ἐν αὐτῇ ἀφαιρούμεθα τὰ τῶν πενήτων· ἀρχὰς ἡμῖν ἐνεχείρισεν, ἵνα ἐν αὐταῖς συστέλλωμεν τοὺς βίᾳ φερομένους, ἡμεῖς δὲ ἐν αὐταῖς τυραννοῦμεν τοὺς ἀπεριστάτους.