Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ φόβου ψυχῶν
Θρήνος μετανοίας και καρποί της θείας χάριτος
Ικεσία για χρόνο μετανοίας, θρήνος για την πνευματική ραθυμία, παράκληση για τις μεσιτείες των αδελφών και περιγραφή του φωτισμού της ψυχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θρήνος μετανοίας και καρποί της θείας χάριτος
Ικεσία για χρόνο μετανοίας, θρήνος για την πνευματική ραθυμία, παράκληση για τις μεσιτείες των αδελφών και περιγραφή του φωτισμού της ψυχής.
Ἠθέτησα τῆς γαστρὸς τὴν σύλληψιν καὶ τὴν αὔξησιν τοῦ σώματος· ἠθέτησα οὐράνια χαρίσματα καὶ ἅγια ἰάματα τῆς χάριτός σου. Ὅμως κλαίων προσέπεσον· ἐδεήθην μετ᾽ ὀδύνης καὶ ὀδυρμοῦ τῆς καρδίας μου, καὶ ἐβόησα ἐν δάκρυσι λέγων οὕτως· εἰσάκουσον, ὦ Δέσποτα, τοῦ κλαυθμοῦ μου, καὶ πρόσδεξαι τῆς δεήσεώς μου τὰ ῥήματα, ἃ προσφέρει ὁ ἁμαρτωλὸς αἰδούμενός σε, μακρόθυμε, ἐλεῆμον καὶ οἰκτίρμον· μὴ ποιήσῃς κατὰ πάντα τὰ ἔργα μου, μηδὲ μνησθῇς τῶν κακίστων παροξυσμῶν μου, ὧν ἐγὼ παρώξυνα τὴν χάριν σου, ὦ Δέσποτα ἀγαθέ· ἀλλὰ μᾶλλον δώρησαί μοι τῷ ἁμαρτωλῷ χρόνον μικρόν, ἵνα εὕρω καιρὸν μετανοίας, φιλάνθρωπε ἀγαθέ. Ἐβάστασεν ἡ χάρις σου νεότητος ἀνομίας πλῆθος πολύ· καὶ τοῦ γήρως νῦν βαστάσει ἡ χάρις σου ἀθέτησιν, παροξυσμόν, προπέτειαν. Ἐγὼ αὐτὸς ἐπίσταμαι, μακρόθυμε, τὸν ὅρκον σου ὃν ὤμοσας κατὰ σεαυτοῦ λέγων· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ καὶ ἀσεβοῦς, ἀλλὰ μᾶλλον τοῦ σωθῆναι ἁμαρτωλὸν ἀπὸ πασῶν ἀνομιῶν ὧν ἔπραξε. Δέσποτα οἰκτίρμον, φιλάνθρωπε, ἀγαθέ, ὤμοσας ἐν τοῖς σοῖς οἰκτιρμοῖς μὴ θελῆσαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.
Οἰκτίρησόν με τὸν ἁμαρτωλὸν ὁρκίζοντά σε ἐν τῇ εὐσπλαγχνίᾳ σου· ἱλάσθητί μοι, οἰκτίρησον, συγχώρησον· καὶ μὴ λογίζου προπέτειαν τῶν ὅρκων μου, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς τῶν ἀνθρώπων, ἔτι δὲ καὶ τὰς ἐνθυμήσεις ἁπάσας.
Αὐτὸς οἶδας, ὦ Δέσποτα, ἀπὸ πικροῦ πόνου τῆς ψυχῆς ἐτόλμησα ταῦτα φθέγξασθαι ἐνώπιόν σου. Ἴδε, Χριστὲ σῶτερ, πηγὰς δακρύων ἐμῶν καὶ συντρίμματα καὶ στεναγμοὺς τῆς ἀναξίας ψυχῆς μου· καὶ ἔλθῃ τὸ πρόσταγμα τὸ φοβερὸν καὶ σκεπάσῃ με, πρὸ τοῦ ἐλθεῖν τὸ πρόσταγμα τὸ φοβερὸν καὶ λάβῃ με ἀνέτοιμον καὶ ᾐσχυμμένον. Ἀλλὰ μᾶλλον ἡ χάρις σου παράσχῃ μοι χρόνον μικρὸν μετανοίας ἀληθινῆς. Οὐ δύναται ἡ χάρις σου, πολυεύσπλαγχνε, ὑπεριδεῖν ἁμαρτωλὸν δακρύοντα, πάσῃ ψυχῇ προσελθούσῃ καὶ αἰτούσῃ συγχώρησιν διδοῦσα ἁμαρτιῶν, ὧν ἔπραξεν. Εἰσήκουσεν ὁ Ἅγιος καὶ Ἀγαθὸς τῆς φωνῆς μου καὶ τοῦ κλαυθμοῦ τῶν δακρύων μου, καὶ ἠλέησέ με. Καὶ νῦν ἴδε, Μακρόθυμε, ὡς ἀγαθός, ἵνα κἀγὼ ποιήσω καρπὸν μετανοίας.
Διὰ τοῦτο ἱκετεύω σε χαρισθῆναί μοι χρόνον μετανοίας. Ὑπομιμνήσκει πάντοτε ὁ Σωτήρ, καὶ ἕλκει με πάντοτε εἰς τὴν ζωήν, ἵνα σωθῶ. Ὅταν μνησθῶ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης, ἐν ᾗ γέγονεν ὁ φόβος οὗτος αἰφνίδιος, δειλιῶ καὶ δακρύω ἐν στεναγμοῖς. Πάλιν εὐθὺς λανθάνω πάντα ὁμοῦ, τὴν δέησιν, τὰ δάκρυα, τὸν φόβον καὶ τὸν χρόνον τῆς μετανοίας τὸν δοθέντα μοι χάριτι Θεοῦ. Διατί ἄρα συμβαίνει μοι ταῦτα, σκληρότης καὶ ἀμέλεια καὶ λησμοσύνη; Καὶ γίνομαι αἰφνιδίως ἀναίσχυντος καὶ ἄφοβος, μετέωρος καὶ ὀργίλος, μὴ ἔχων ὁλοσχερῶς πρὸ ὀφθαλμῶν μήτε φόβον, μήτε κρίσιν τὴν μέλλουσαν. Μὴ ἄδικος ὁ Θεός, εἰ βούλεται ὑπεξελθεῖν τοῖς ἔργοις μου; Μὴ γένοιτο.
Πάντας ὑμᾶς παρακαλῶ, φιλόθεοί μου φίλοι, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἐλαχίστου πρὸς τὸν οἰκτίρμονα καὶ φιλάνθρωπον Θεόν. Τούτου χάριν ἀνήγγειλα τὸ συμβάν μοι, ὅπως ἂν ἐπιτύχω τοῦ ἐλέους τοῦ Θεοῦ. Ἐπίσταμαι ὅτι, ἐὰν βουληθῆτε, δυνήσεσθε συνελθεῖν ἁμαρτωλῷ ἐν πρεσβείαις καὶ ἱκεσίαις πρὸς τὸν Θεόν. Οἶδα ἐγὼ τῶν πολλῶν τὴν δέησιν δυναμένην καὶ ἀποστόλους ῥύσασθαι ἐκ φυλακῆς καὶ δεσμῶν καὶ θανάτου.
Πόσῳ μᾶλλον ἁμαρτωλὸν καὶ ἀσεβῆ δυνήσεσθε ῥύσασθαι ἐκ θανάτου! Συνέλθετε οἱ φοβούμενοι τὸν Κύριον· ἐκχέατε τὴν δέησιν ὑμῶν ὑπὲρ ἐμοῦ, ἵνα λάμψῃ ἡ θεία χάρις ἐν τῇ ψυχῇ μου, καὶ φωτίσῃ σκοτισθεῖσαν διάνοιαν, καὶ γένωμαι εὐχῶν ὑμῶν συνεργίᾳ εὐπρόθυμος καὶ ἄξιος μετανοίας· καὶ πᾶσά μου ἡ πικρότης γλυκανθῇ γενομένης τῆς χάριτος ἐν τῇ ψυχῇ μου· χάριτος γὰρ παρουσία φέρει γλυκάσματα, ἡσυχίαν καὶ κατάνυξιν. Καὶ ἡδύνονται ἐν τῇ καρδίᾳ τὰ κύματα τῆς χάριτος καὶ τοῦ φωτισμοῦ τοῦ Ἁγίου Πνεύματος, καὶ λανθάνει ἄφνω ψυχὴν τὰ γήϊνα καὶ τὰ πάθη τὰ σαρκικὰ καὶ βλαβερά.
Καὶ λοιπὸν θάλπουσι τὰ κύματα τῆς χάριτος τὴν ἔννοιαν καὶ τὴν ψυχήν. Ἐοίκασι τὰ κύματα τῆς χάριτος ἐν τῇ ψυχῇ παραδείσῳ βασιλικῷ πλήρει ὄντι καρπῶν καλῶν καὶ φυτῶν καρποφόρων, ἐχόντων δὲ καὶ τὰς γεύσεις διαφόρους, εὐωδίαν καὶ τερπνότητα, καὶ τοῖς ὀφθαλμοῖς ἡδύτητα καὶ τῷ στόματι καὶ τῇ ὀσφρήσει ἐράσμια. Οὕτως εἰσὶ τὰ κύματα τῆς χάριτος· φωτίζουσι, γλυκαίνουσιν, εὐφραίνουσι. Μακάρια τὰ ἔργα τῆς ψυχῆς ἐκείνης τῆς ἐχούσης τὰ κύματα τῆς χάριτος ἐν αὐτῇ· φωτίζεται, γλυκαίνεται, εὐφραίνεται, θεωρίας καὶ εὐωδίας ἐμπιμπλᾶται. Πάλιν ἐρῶ· μακαρία ἡ ψυχὴ ἡ ἔχουσα πάντα τὰ χαρίσματα· οὐδὲν ὁρᾷ ἡ τοιαύτη ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἔστιν αἰχμάλωτος πρὸς τὸν Θεόν· οὐ γὰρ ἀφίησιν αὐτὴν τοῦ ῥέμβεσθαι ἡ ἡδύτης καὶ ἡ χάρις τοῦ νυμφῶνος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.