Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἱερωσύνης

Ἐφραίμ ὁ Σύρος

Το μέγα μυστήριο και η λειτουργική μεσιτεία της ιερωσύνης

Εισαγωγικός έπαινος στο θείο δώρο της ιερωσύνης και ανάλυση της σημασίας της για την άφεση των αμαρτιών, τον καθαρισμό των ψυχών και την τέλεση της Θείας Ευχαριστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Λόγος περὶ ἱερωσύνης Ὧ θαῦμα παράδοξον! Ὦ δύναμις ἄρρητος! Ὧ φρικτὸν μυστήριον τὸ τῆς ἱερωσύνης! Νοερὰ καὶ ἁγία, σεμνὴ καὶ ἀμώμητος, ἣν ὁ Χριστὸς τοῖς ἀναξίοις ἐλθὼν ἐδωρήσατο. Προσπίπτω καὶ δέομαι δάκρυσι καὶ στεναγμοῖς, ἵνα ἐσοπτρίσωμαι εἰς τοῦτον τὸν θησαυρὸν τῆς ἱερωσύνης. Τοῖς αὐτὸν φυλάττουσιν ἀξίως καὶ ὁσίως θυρεὸς γάρ ἐστι λαμπρὸς καὶ ἀνείκαστος, καὶ πύργος ἀσάλευτος, 〈καὶ〉 τεῖχος ἀδιαίρετον· θεμέλιος γάρ ἐστιν ἑδραῖος ἀπὸ γῆς μέχρι τῆς οὐρανίου ἁψῖδος ἐγγίζουσα.

Καὶ τί λέγω ἐγώ, ἀδελφοί, ὅτι τὰ τῶν ὑψίστων ἁψίδων καθάπτεται; Εἰς αὐτοὺς τοὺς οὐρανοὺς τῶν οὐρανῶν ἀνέρχεται ἀκωλύτως, ἐν μέσῳ τῶν Ἀγγέλων ἅμα τῶν ἀσωμάτων λαμπρῶς καὶ ῥᾳδίως ἰχνοβατεῖ. Καὶ τί λέγω ἐν μέσῳ τῶν ἄνω δυνάμεων; Αὐτοῦ τοῦ Δεσπότου τῶν Ἀγγέλων καὶ κτίστου καὶ φωτοδότου συνόμιλος γίνεται· καὶ καθ᾽ ὅσον βούλεται, παραυτίκα λαμβάνει παρρησίαν.

Οὐ παύομαι, ἀδελφοί, ὑμῶν δοξάζων τὸν τοῦ ἀξιώματος βαθμόν, ὃν ἡ Τριὰς δέδωκε τοῖς υἱοῖς τοῦ Ἀδάμ, δι᾽ οὗ ὁ κόσμος σέσωσται, καὶ ἡ κτίσις πεφώτισται· δι᾽ οὗ ὄρη καὶ βουνοὶ καὶ νάπαι καὶ φάραγγες πεπλήρωνται τῆς φαιδρᾶς καὶ σεμνῆς πολιτείας τοῦ μακαρίου γένους, λέγω δὴ τῶν μοναχῶν, καθὼς Ἠσαΐας ὁ μεγαλοφωνότατος ἔφησεν, ὅτι ἐκ τῶν κορυφῶν τῶν ὀρέων δώσουσιν ὕμνον ἄνθρωποι εἰς δοξολογίαν· δι᾽ οὗ καὶ ἀνομία ἐκ γῆς ἀφῄρηται· δι᾽ οὗ καὶ σωφροσύνη ἐν γῇ αὐλίζεται· δι᾽ οὗ καὶ ὁ Διάβολος πεσὼν κατήργηται· οἱ ἀσελγεῖς γεγόνασι σκεύη ἡγιασμένα, καὶ οἱ πόρνοι ἁγνοὶ καὶ ἀμίαντοι· οἱ ἄφρονες γεγόνασιν ὁδηγοὶ δικαιοσύνης, καὶ οἱ ἄνομοι ἀγαθοὶ καὶ εὐσεβεῖς· δι᾽ οὗ καὶ θανάτου κράτος κατήργηται, ὁ ᾅδης τὴν ἰσχὺν ἀπώλεσε καὶ ἡ κατάρα τοῦ Ἀδὰμ λέλυται, καὶ ὁ νυμφὼν ὁ οὐράνιος ηὐτρέπισται· δι᾽ οὗ τῶν ἀνθρώπων ἡ φύσις πρὸς τὴν τῶν ἀσωμάτων μεταβάλλεται δύναμιν.

Τί εἴπω, ἢ τί ἐπαινέσω; Ὑπερβαίνει γὰρ καὶ λόγον καὶ ἔννοιαν ἡ δωρεὰ τοῦ βαθμοῦ τῆς ἱερωσύνης. Καί, ὡς οἶμαι, τοῦτό ἐστιν ὃ ὁ Παῦλος ἐκπλαγεὶς αἰνίττεται, λέγων· ὧ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ὑψιπέτις ὑπάρχει ἀπὸ γῆς εἰς οὐρανόν. Ὀξυτάτως προσφέρουσα τῷ Θεῷ τὰ αἰτήματα ἡμῶν, πρεσβεύει τῷ Δεσπότῃ ὑπὲρ τῶν δούλων.

Καὶ προσχῶμεν, ἀδελφοί, τηλαυγῶς εἰς τοῦτο τὸ μυστικὸν καὶ φρικτὸν διήγημα· ὅτι ἄνευ τῆς σεμνῆς ἱερωσύνης ἄφεσις τῶν ἁμαρτιῶν βροτοῖς οὐ δίδοται. Θέτε τὸν νοῦν ὑμῶν, ἀδελφοί· ὑμεῖς γάρ ἐστε ἐρασταὶ τῆς εὐσεβείας, αὐγάζοντες τὸ φῶς τῶν διδαγμάτων. Τί ἐστιν ἃ πρῴην ἐλέξαμεν περὶ τοῦ μυστηρίου τῆς ἱερωσύνης; Τὸ κλῆμα τῆς ἀμπέλου καὶ ὁ κόκκος τοῦ σίτου καὶ ἡ ἱερωσύνη ὁμόνοιαν κέκτηνται. Τὸ κλῆμα καὶ ὁ σῖτος παιδίσκαι ὑπάρχουσιν, ἡ δὲ ἱερωσύνη ἐλευθέρα. Ὅταν οὖν συναχθῶσιν αἱ τρεῖς τοῦ αὐλισθῆναι ἐπάνω τῶν θησαυρῶν, προσφέρει τῷ Βασιλεῖ ἑκάστη τὴν δύναμιν τῶν ἰδίων καρπῶν εἰς εὐωδίαν· τὸ κλῆμα προΐησι τὸ νᾶμα· ὁμοίως καὶ ὁ σῖτος τὸν ἄρτον· ἡ δὲ ἱερωσύνη εὐπαρρησιάστως ὑψιπετεῖ ἀπὸ γῆς εἰς οὐρανόν, ἄχρις ἂν θεωρήσῃ αὐτὸν τὸν ἀόρατον· καὶ προσκυνήσασα εὔχεται ὑπὲρ τῶν δούλων πρὸς τὸν Δεσπότην, βαστάζουσα δάκρυα καὶ στεναγμοὺς τῶν συνδούλων καὶ προσφέρουσα θερμῶς τῷ ἰδίῳ Δεσπότῃ· ὁμοίως παράκλησιν ἅμα καὶ μετάνοιαν, αἰτοῦσα συγχώρησιν καὶ ἔλεον καὶ οἶκτον τῷ εὐσπλάγχνῳ Βασιλεῖ, ὅπως τὸ παράκλητον Πνεῦμα συγκατέλθῃ καὶ ἁγιάσῃ δῶρα, τὰ ἐν γῇ προκείμενα. Καὶ ὅταν προσκομισθῇ μυστήρια φοβερά, πλήρη ἀθανασίας, διὰ τοῦ προεστῶτος ἱερέως ποιοῦντος πρεσβείαν ὑπὲρ πάντων, τότε δὴ προσέρχονται ψυχαὶ διὰ τῶν φρικτῶν μυστηρίων καθαρμὸν λαμβάνουσαι τῶν σπίλων.

Εἴδετε, φιλόθεοι, πῶς οὐκ ἐνεργοῦσι τὰ δύο ἐπὶ τῆς γῆς, εἰ μὴ ἡ οὐρανία ψῆφος παραγένηται καὶ ἁγιάσῃ τὰ δῶρα; Ἑώρακας, ἄνθρωπε, φαιδρὰν θαυματουργίαν; Εἶδες βαθμὸν ἱερόν, πῶς ῥᾳδίως καθαίρει τῶν ψυχῶν τὰς κηλῖδας; Εὐλογεῖται ὁ Σωτήρ, ὁ ἑδράσας ἐπὶ γῆς τοῦτο τὸ ὑπέρλαμπρον καὶ ῥυπτικὸν δώρημα, φωτίσας ἐν χάριτι τοὺς ἱερεῖς τοῦ λάμπειν ὡς φωστῆρας ἐν κόσμῳ. Ὁ λαὸς ὁ πρὸ ἡμῶν κέρας ἐλαιοφόρον 〈εἰς〉 προκοπὴν κατείληφεν· ἡμεῖς δὲ οἱ ἀχρεῖοι δοῦλοι τοῦ Εὐλογητοῦ, οὐ κέρας, οὐκ ἔλαιον αἰσθητὸν εἰλήφαμεν, ἀλλ᾽ αὐτὸς ὁ βραχίων ὁ ὑψηλὸς καὶ φρικτὸς κατελθὼν ἐξ οὐρανοῦ ἐδωρήσατο ἡμῖν ἐπιθέσει τῶν χειρῶν τὸ Πνεῦμα τὸ ἑαυτοῦ, τὸ ἐλθὸν καθάπερ πῦρ ἐπὶ τοὺς Ἀποστόλους.

Ὦ δύναμις ἄρρητος, ἡ καταξιώσασα κατοικῆσαι ἐν ἡμῖν δι᾽ ἐπιθέσεως χειρῶν ἁγίων ἱερέων! Ὢ τί μέγαν τὸν βαθμὸν ἔχει ἡ ἱερωσύνη ἡ φρικτὴ καὶ θαυμαστή! Μακάριος ὑπάρχει ὅστις πολιτεύεται ἐν ταύτῃ τῇ ἀξίᾳ ἁγνῶς τε καὶ ἀμώμως.