Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἱερωσύνης

Ἐφραίμ ὁ Σύρος

Ποιμαντικές προτροπές, τιμή προς τους ιερείς και προειδοποιήσεις

Οφειλόμενος σεβασμός προς τους κληρικούς, προτροπές για ενάρετο βίο με βάση τα βιβλικά πρότυπα και αυστηρές προειδοποιήσεις για τον κίνδυνο αναξιότητας και αυθάδους ανάληψης του ιερατικού βαθμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Πάντες οὖν τιμήσωμεν, πάντες μακαρίσωμεν τοὺς τὸν βαθμὸν ἔχοντας σεμνῆς ἱερωσύνης, γινώσκοντες ἀκριβῶς ὅτι εἴ τις τὸν φίλον τοῦ βασιλέως φιλεῖ, τοῦτον πολλῷ πλειόνως ἀγαπᾷ ὁ βασιλεύς. Ἀγαπήσωμεν οὖν τοὺς ἱερεῖς τοῦ Θεοῦ, ἐπειδὴ φίλοι αὐτοῦ εἰσὶ τοῦ ἀγαθοῦ καὶ πρεσβεύουσιν ὑπὲρ ἡμῶν καὶ κόσμου. Τίμησον τοὺς ἱερεῖς ἐκπληρῶν τὴν ἐντολὴν τοῦ Χριστοῦ τὴν λέγουσαν, ὅτι ὁ δεχόμενος προφήτην μετὰ χαρᾶς εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λάβοι. Ἐὰν δὲ τὸν τυχόντα ἱερέα ἀγνοῇς, εἰ ἄξιός ἐστι τοῦ βαθμοῦ, εἴτε καὶ ἀνάξιος, σὺ διὰ τὴν τοῦ Χριστοῦ ἐντολὴν μὴ παρίδῃς. Ὥσπερ γὰρ οὐ βλάπτεται ὁ φαιδρότατος χρυσὸς πηλῷ συμπεφυρμένος, οὐδὲ ὁ λαμπρότατος μαργαρίτης, ὅταν τισὶν εἴδεσι συναφθῇ ἀκαθάρτοις μιαροῖς· κατὰ τοῦτον τὸν τρόπον οὐδὲ ἡ ἱερωσύνη κηλιδοῦται ἔκ τινος, κἄν ἐστιν ἀνάξιος ὁ ταύτην δεξάμενος. Ἐὰν δέ τις εὑρεθῇ εἰς ταύτην τὴν ἀξίαν, ὡς ἄξιος, καὶ πορευθῇ ἐν αὐτῇ ὁσίως καὶ ἀμέμπτως, ἑαυτῷ ζωὴν προξενεῖ καὶ στέφανον ἄφθαρτον· ἐὰν δέ τις ἀναξίως ἐλθεῖν ἐπ᾽ αὐτὴν τολμήσῃ, προξενεῖ ἑαυτῷ σκότος τὸ ἐξώτερον καὶ κρίσιν ἀνέλεον.

Ἄλλο σοι ὑπόδειγμα δίδωμι, ὦ ἄνθρωπε, ἵνα μὴ τολμήσῃς ἐν ἀλαζονείᾳ σου ἀναξίως ὑπελθεῖν βαθμῷ ἱερωσύνης, ἐπειδὴ οὐκ εὐδοκεῖ ἐν τοῖς ἀλαζονικῶς κεχειροτονημένοις ὁ Θεὸς ὁ καθαρός. Γνῶθι τί πεπόνθασιν οἱ τάλανες ἐκεῖνοι, οἱ Μωσεῖ καὶ Ἀαρὼν ἀντιπεσόντες ποτέ, καὶ προπετευσάμενοι ἀναιδῶς καὶ αὐθαδῶς θυμιᾶσαι τῷ Θεῷ. Οὐχὶ πῦρ κατέφαγεν ἅπαντας οὐρανόθεν, ἀνθ᾽ ὧν κατετόλμησαν εἰς βαθμὸν ὑπὲρ αὐτούς; Πάλιν δὲ καὶ Μαριάμ, ἡ προφῆτις τοῦ Θεοῦ, ἵνα βραχύν τινα λόγον τῷ Μωσεῖ ὀνειδίσῃ περὶ ἱερωσύνης, τοιοῦτον αὐτῇ μῶμον ὥρισεν ὁ Ὕψιστος, ἵνα ὅλη λεπρῶσα ἑπτὰ ἡμέρας ἐκβληθῇ ἔξω παρεμβολῆς.

Καὶ τὰ νῦν, ὦ ἀδελφοί, ἁγνῶς πολιτεύεσθαι, μιμούμενοι τὸν Μωυσῆν καὶ Ἀαρὼν καὶ Ἐλεάζαρ. Σκόπησον τοὺς εὐσεβεῖς ἱερεῖς, πῶς ἐν αὐτῇ ἠμύναντο τῶν ἐχθρῶν ἀθέους παρεμβολάς. Ταύτην ἔχων ὁ Μωυσῆς ἦρε χεῖρας πρὸς Θεὸν καὶ ἔτρωσεν Ἀμαλὴκ πληγῇ τῇ ἀνιάτῳ. Ταύτην καὶ ὁ Ἀβραὰμ ἐκπεριζωσάμενος βασιλεῖς ἐτρέψατο. Ταύτην ὁ Μελχισεδὲκ ἀναλαβὼν εὐλόγησεν Ἀβραὰμ τὸν ἐκλεκτὸν εὐλογίαν ἐξαίρετον.

Ἠξιώθης, ἀδελφέ, βαθμοῦ ἱερωσύνης; Σπουδὴν ἔχε εὐαρεστεῖν τῷ στρατολογήσαντι ἁγνείᾳ καὶ δικαιοσύνῃ καὶ σοφίᾳ θεϊκῇ καὶ λαμπρᾷ παρθενίᾳ. Γενοῦ θερμὸς ζηλωτὴς ὡς 〈ὁ Ἠλίας, κηδεμὼν ὡς Ἱερεμίας〉, σώφρων ὡς Ἰωσὴφ καὶ ἁγνὸς ὡς ὁ Ἰησοῦς· φιλόξενος ὡς Ἀβραάμ, φιλόπτωχος ὡς Ἰώβ, φιλόστοργος ὡς Δαυΐδ, καὶ πρᾷος ὡς Μωυσῆς. Τὸν πλανηθέντα σύναξον· τὸν χωλὸν ἐπίστησον· πεσόντα ἀνάστησον· ἀσθενοῦς ἀντιλαβοῦ· καὶ τὰ τούτοις ὅμοια.

Ἐγὼ δὲ ἐκπλήττομαι, ἀδελφοὶ ἀγαπητοί, ὁποῖα εἰώθασι τινὲς ἐκ τῶν ἀφρόνων τολμᾶν· ἐπιχειροῦσιν ἀναιδῶς καὶ προπετῶς ζητεῖν ἱερωσύνην λαβεῖν, μὴ προσκληθέντες ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, ἀγνοοῦντες ὅτι πῦρ καὶ θάνατον ἑαυτοῖς σωρεύουσιν ἄθλιοι. Οὐ λέγω σοι, ἄνθρωπε, ἱερωσύνην μόνον μὴ προπετῶς τοῦ λαβεῖν, ἀλλ᾽ οὐδέ 〈τι〉 ἕτερον ἐκ τῶν σκευῶν ἅψασθαι τῆς πανσέμνου λατρείας· εἴγε ἄρα ἀνέγνως τί πέπονθεν Ὀζᾶ, ἐν τῷ αὐτὸν ἅψασθαι τῆς κιβωτοῦ τοῦ Θεοῦ.