Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἱερωσύνης

Ἐφραίμ ὁ Σύρος

Επίλογος και καταληκτήρια δοξολογία

Τελική υπενθύμιση της αξίας της ταπεινώσεως, προσδοκία της ουράνιας ανταμοιβής και δοξολογία προς την Αγία Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Ταύτης ἀεὶ μέμνησο, ἀδελφὲ ἀγαπητέ, τῆς φρικώδους λέξεως τοῦ Θεοῦ ὑψίστου, τῆς ῥηθείσης στόματι Ἠσαΐου προφήτου· ἐπὶ τίνα ἀναπαύσομαι ἐγώ, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾷον [ταπεινὸν] ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Ταύτης ἀεὶ τῆς φωνῆς μέμνησο καὶ πρόσεχε, τοῦ κτήσασθαι θησαυρὸν τὸν πρᾷον λογισμόν· ἵνα οὕτω δυνηθῇς νοερῶς ἀναβῆναι εἰς τὴν Ἱερουσαλήμ, μητρόπολιν τὴν ἄνω, καὶ θυσίας νοερὰς προσενέγκαι βασιλεῖ Θεῷ τῷ ἀπροσίτῳ· ὅπου πλέκονται στέφη ἀμάραντα ἄφθαρτα. Κἀκεῖσε ἐνώπιον τῶν Ἀγγέλων ὁ Χριστὸς ἀναδήσει σοι στέμμα ἀθανασίας, αὐτὸς καὶ σὺν τοῖς ἄνω χοροῖς ἀνυμνήσεις τὸν ὕμνον τὸν ἐπινίκιον τῇ Ἁγίᾳ Τριάδι εἰς αἰῶνας αἰώνων. Ἀμήν.