Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἱερωσύνης

Ἐφραίμ ὁ Σύρος

Βιβλικά πρότυπα του ιερατικού λειτουργήματος

Αναφορά σε πρόσωπα της Παλαιάς και της Καινής Διαθήκης που υπήρξαν φορείς της ιερατικής χάριτος και ενήργησαν θαυμαστά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Πέτρος, ὁ κληθεὶς Κηφᾶς, ὁ ποτὲ σαγηνευθεὶς παρὰ τὸ χεῖλος τῆς λίμνης, ὁ καὶ προσμαρτυρηθεὶς ὑπὸ 〈τοῦ〉 μεγάλου Ποιμένος, ὅτι ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, διὰ ἱερωσύνης καὶ τὰς κλεῖς τῶν οὐρανῶν εἴληφεν ὡς ἄξιος· ὁμοίως δὲ καὶ Παῦλος, ὁ πρῴην μὲν διώκτης, καὶ αὐτὸς ἀξιωθεὶς τούτου τοῦ χαρίσματος, ὑπόπτερος ἔδραμε πᾶσαν τὴν οἰκουμένην, κηρύττων 〈καὶ〉 καταγγέλλων τὴν νεκρῶν ἀνάστασιν.

Ἐπανέλθωμεν τοίνυν πρὸς Ἄβελ τὸν δίκαιον, ὃς γέγονεν ἐν ἀρχῇ τῆς κτίσεως ἱερεύς, καὶ μάθωμεν ἐξ αὐτοῦ. Ὅτε ἱεράτευεν ἐν ἀρχῇ τὴν θυσίαν τὴν αὑτοῦ πρὸς τὸν Θεόν, οὐχὶ πῦρ ἐξ οὐρανοῦ κατελθὸν κατέφαγε τὴν θυσίαν αὐτοῦ; Ὅτε δὲ προσέφερε τῷ Θεῷ τὰς ἀπαρχάς, ὥσπερ φησὶν ἡ Γραφή, ἐπεῖδεν ἐξ οὐρανοῦ ὁ Θεὸς 〈ὁ〉 ἅγιος ἐπὶ θυσίαν Ἄβελ, ἐπὶ δὲ τὴν τοῦ Κάϊν οὐκ εὐδόκησεν ἰδεῖν. Πάλιν δέ γε ὁ Νῶε, ὁ σωθεὶς ἐν κιβωτῷ, ὅτε ἐκόπασεν ὕδωρ καὶ ἐκάθισεν ἄνω ἐπὶ ὄρη Ἀραράτ, ταύτης πάλιν ὁ Νῶε μετέσχε τῆς δωρεᾶς καὶ προσήνεγκε Θεῷ θυσίαν εἰλικρινῶς εἰς ὀσμὴν εὐωδίας. Ὅθεν καὶ διέθετο μετ᾽ αὐτοῦ ὁ Λυτρωτὴς τοῦ μηκέτι ἐπάξαι κατακλυσμὸν ἐπὶ γῆς, καὶ δίδωσιν αὐτῷ εὐλογίαν ἁγίαν αὐξάνειν καὶ πληθύνειν.

Εἶδες θαυματουργίαν τὴν τῆς ἱερωσύνης; Ἑώρακας τὸν πρῶτον ἱερέα, τὸν Ἄβελ, ἐν τῇ προτέρᾳ κτίσει, πῶς τὸ πῦρ κατήνεγκεν οὐρανόθεν ἐπὶ γῆς διὰ τὴν ἀμώμητον αὐτοῦ ὁλοκάρπωσιν; Εἶδες τὸν Νῶε, τὸν σεμνὸν ἱερέα, ἐν τῇ δευτέρᾳ κτίσει, πῶς ἔθετο ὁ Θεὸς μετ᾽ αὐτοῦ διαθήκην; Ταύτης δὲ καὶ Ἀβραὰμ ἠξιώθη μετασχεῖν, καὶ προσενέγκαι Θεῷ ἀγαπητὸν Ἰσαάκ, καὶ ἱερουργῆσαι τὰ σπλάγχνα τὰ ἴδια. Ἐκεῖ αὐτῷ δείκνυσι μέγα θαῦμα ὁ Θεός, τὴν τοῦ Χριστοῦ γέννησιν, ἐν τῷ σαβὲκ φυτῷ, ἐν ῥιπῇ τὴν αὔξησιν καὶ τὸ τῆς εὐλογίας, ἧς αὐτὸς εὐλόγησεν· ἐν τῷ σπέρματί σου γὰρ ἐνευλογηθήσονται αἱ φυλαὶ πάσης τῆς γῆς. Ταύτης δὲ καὶ Μωυσῆς ὁ θεῖος κατηξιώθη ἀναβὰς εἰς τὸ ὄρος τὸ Σινᾶ πρὸς τὸν Θεὸν καὶ δεξάμενος νόμον. Ὅθεν καὶ ἐδοξάσθη τὸ ἑαυτοῦ πρόσωπον, ὥστε καὶ καθορᾶσθαι λαμπρὸν ὑπὲρ ἥλιον. Ὁμοίως καὶ Ἀαρὼν ταύτης κατηξιώθη, πρεσβευτὴς γενόμενος ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ πρὸς τὸν Θεόν. Μωυσῆς γὰρ καὶ Ἀαρὼν ἐν ἱερεῦσιν αὐτοῦ. Ὁμοίως καὶ Φινεὲς ἐν ταύτῃ τῇ πανσέμνῳ ἐκώλυσε θάνατον ἐκ τοῦ λαοῦ ἐκείνου. Καὶ Ἠλίας δὲ πάλιν ταύτην ἐνδυσάμενος εἰσηκούσθη ἐν πυρί, καὶ ἱερεῖς τῆς αἰσχύνης κατέσφαξε μαχαίρᾳ.

Μάθωμεν οὖν, ἀδελφοί, ὅτι μέγα καὶ πολὺ ὑπέρογκον ἄπειρον τὸ τῆς ἱερωσύνης ὑπάρχει ἀξίωμα. Δόξα τῷ Μονογενεῖ, δόξα καὶ τῷ μόνῳ Ἀγαθῷ τῷ παρασχόντι αὐτὴν τοῖς ἑαυτοῦ μαθηταῖς διὰ τῆς αὑτοῦ καινῆς ἁγίας διαθήκης, ἵνα καὶ αὐτοὶ ἡμῖν ὑπόδειγμα δείξωσιν ἐν τῇ θέσει τῶν χειρῶν αὐτῶν πρὸς τοὺς ἀξίους.