Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ κατανύξεως
Ικεσία για ίαση και η χάρις των δακρύων
Προσευχή προς τον Θεό για τη θεραπεία των κρυφών ψυχικών τραυμάτων και αναφορά στη σωστική δύναμη των δακρύων για την εξάλειψη των αμαρτιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ικεσία για ίαση και η χάρις των δακρύων
Προσευχή προς τον Θεό για τη θεραπεία των κρυφών ψυχικών τραυμάτων και αναφορά στη σωστική δύναμη των δακρύων για την εξάλειψη των αμαρτιών.
Περὶ κατανύξεως Δοτὴρ πάντων ἀγαθῶν καὶ πηγὴ ἰαμάτων καὶ θησαυρὸς οἰκτιρμῶν σὺ εἶ μόνος ὁ Θεός, ὁ ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ δωρούμενος ἀεὶ ἀγαθὰ τοῖς αἰτοῦσιν. Ἐπειδὴ κἀγὼ αὐτὸς πεπείραμαι συνεχῶς ἀμέτρων ἰαμάτων καὶ δωρεῶν ἀγαθῶν τῶν ἐμοὶ δωρουμένων ἡμέραν καθ᾽ ἡμέραν, χάριν τούτων ἀδεῶς ἱκετεύω σε, Χριστέ, Θεὸν ἀνεξίκακον, ἵνα ἔλθῃ ἐπ᾽ ἐμὲ συνήθως ἡ χάρις σου, ὅπως ἐπισυνάξῃ τὴν ἐμὴν διάνοιαν, καὶ ἰάσηται πάλιν τὰ κρυπτά μου τραύματα. Ἰδοὺ γὰρ 〈οἱ〉 περισπασμοί τε καὶ οἱ μετεωρισμοὶ ἀνανεοῦσιν ἀεὶ τὰ ἄδηλα τραύματα.
Αὐτὸς δέ, μακρόθυμε, ἰώμενος πάντοτε χάριτι καὶ οἰκτιρμοῖς, ἴασαι ὡς εὔσπλαγχνος τὰς πυκνὰς ἀσθενείας ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Ἐγὼ δὲ μισθώματα ἀντὶ τῶν ἰαμάτων οὐκ ἴσχυσα παντελῶς ἀποδοῦναι, Δέσποτα· τὰ γὰρ σὰ ἰάματα τιμὴν πόθεν ἔχουσιν; Οὔτε γὰρ οὐρανός, οὐδὲ γῆ δύναται ἀποδοῦναι ἀξίας τὰς ἀμοιβὰς ἀντὶ σῶν ἰαμάτων—εἰσὶ δὲ ἰάματα τῆς σῆς ἀγαθωσύνης, οἱ πολλοί σου οἰκτιρμοί—ἐπειδὴ οὐ δύναται πραθῆναι ἰάματα οὐράνια καὶ ἅγια, τιμὴν γὰρ οὐκ ἔχουσι. Διὰ δὲ τῶν δακρύων παρέχεις αὐτά, Σωτήρ, καὶ διὰ κλαυθμοῦ πικροῦ χαρίζεις αὐτὰ πᾶσι. Τίς ἄρα μὴ θαυμάσει; Τίς ἄρα μὴ ἐκπλαγῇ; Καὶ τίς μὴ εὐλογήσει τὴν πολλὴν εὐσπλαγχνίαν τῆς σῆς ἀγαθωσύνης, Σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὅτι εὐδοκεῖς λαβεῖν δάκρυα ἀντὶ μισθοῦ, ἀντὶ σῶν ἰαμάτων;
Ὦ δύναμις δακρύων, ἕως τίνος ἔφθασας; Εἰς αὐτὸν τὸν οὐρανὸν ἐν παρρησίᾳ πολλῇ εἰσέρχῃ ἀκωλύτως. Ὦ δύναμις δακρύων, ὅτι τάξεις Ἀγγέλων σὺν πάσαις δυνάμεσιν ἀγάλλονται πάντοτε εἰς τὴν σὴν παρρησίαν. Ὦ δύναμις δακρύων, πῶς ἰσχύεις, ἐὰν θέλῃς, ἔμπροσθεν τοῦ ἁγίου καὶ τοῦ ὑψηλοῦ θρόνου τοῦ ἀχράντου Δεσπότου παρίστασθαι ἐν χαρᾷ; Ὦ δύναμις δακρύων, πῶς ἐν ῥιπῇ ὀφθαλμοῦ ἀνάγῃ εἰς οὐρανὸν ἱπταμένη, καὶ τὰ σὰ αἰτήματα λαμβάνεις παρὰ Θεοῦ;
Συναντᾷ σοι γὰρ ἱλαρῶς βαστάζων συγχώρησιν. Δώρησαι οὖν, Δέσποτα, ἐμοὶ τῷ ἀναξίῳ δάκρυα καθ᾽ ἑκάστην, καὶ ἰσχύν, ἵνα πηγὰς δακρύων μετὰ τῆς γλυκύτητος βρύσουσα διαπαντὸς φωτισθῇ μου ἡ καρδία ἐν προσευχῇ καθαρᾷ, ὅπως ἂν ἐξαλειφθῇ τὸ μέγα γραμματεῖον ἐν δάκρυσιν ὀλίγοις, καὶ κατασβεσθῇ ἐκεῖ δι᾽ ὀλίγου κλαυθμοῦ τὸ πῦρ τὸ καιόμενον. Εἰ γὰρ ἐνταῦθα κλαύσω, ἐκεῖσε ῥυσθήσομαι τοῦ πυρὸς τοῦ ἀσβέστου. Ὅτι γὰρ καθ᾽ ἑκάστην παροξύνω, Δέσποτα, τὴν σὴν μακροθυμίαν, πρὸ ὀφθαλμῶν μου ἔχω τὴν ἐμὴν πικρότητα καὶ τὴν σὴν εὐσπλαγχνίαν. Νικᾷ δὲ ἡ χρηστότης τῆς σῆς μακροθυμίας τὴν ἐμὴν πικρότητα. Καὶ γὰρ τὰ πετεινὰ ἐν πολλῇ εὐσπλαγχνίᾳ τρέφουσι τὰ ἔκγονα, καὶ ἀθετούμενα δὲ ἐξ ἰδίων ἐκγόνων οὐκ ἀμελοῦσί ποτε τοῦ ὑπεριδεῖν αὐτά, διότι νενίκηνται ἐκ τῶν ἰδίων σπλάγχνων. Εἰ δὲ καὶ τὰ πετεινὰ οὕτως ἐστὶν εὔσπλαγχνα, πόσῳ μᾶλλον, Δέσποτα, νικᾶται ἡ χάρις σου τοῖς ἰδίοις οἰκτιρμοῖς, ἐλεῆσαι ἅπαντας τοὺς ἐπιποθοῦντάς σε; Ὁμοίως δὲ καὶ ἡ μήτηρ ἀτιμαζομένη ἐκ τοῦ παιδίου αὐτῆς οὐ φέρει τῇ καρδίᾳ τὸ ὑπεριδεῖν αὐτό, διότι νενίκηται ἐκ τῶν ἰδίων σπλάγχνων. Εἰ δὲ καὶ ἡ τιθηνὸς νενίκηται τοῖς σπλάγχνοις, πόσῳ μᾶλλον ἡ χάρις τῆς σῆς φιλανθρωπίας, Δέσποτα φιλόψυχε, καθ᾽ ἑκάστην νικᾶται ἐξ ἰδίων οἰκτιρμῶν σῶσαι καὶ ἐλεῆσαι τοὺς ποθοῦντάς σε ἀεί;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.