Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ κρίσεως καὶ κατανύξεως

Ἐφραίμ ὁ Σύρος

Εγρήγορση και φανέρωση των έργων κατά τη μέλλουσα Κρίση

Εισαγωγική προτροπή για την αποταγή των γήινων μεριμνών, την προετοιμασία της ψυχής και την παράσταση δικαίων και αμαρτωλών ενώπιον του φοβερού βήματος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ κρίσεως καὶ κατανύξεως Δεῦτε πάντες, ἀδελφοί, ἀκούσατε συμβουλῆς ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀπαιδεύτου Ἐφραΐμ. Ἤδη γὰρ συνέφθασεν ἡμᾶς, ὦ ἀδελφοί μου, ἡ ἡμέρα ἐκείνη ἡ φοβερὰ καὶ φρικτή, καὶ ἡμεῖς, ἀγαπητοί, μετεωριζόμεθα, μὴ θέλοντες συνιέναι τὸν βραχὺν καιρὸν τοῦτον καὶ σπουδάσαι τὸν Θεὸν ἵλαον ποιήσασθαι.

Ἰδοὺ αἱ ἡμέραι, ἐνιαυτοὶ καὶ μῆνες, ὡς ὄναρ, παράγουσι καὶ ὡς σκιὰ δειλινή· ἵνα ἔλθῃ ἐν τάχει ἡ φοβερὰ καὶ μεγάλη παρουσία τοῦ Χριστοῦ. Ἀληθῶς γὰρ φοβερὰ ἐφέστηκεν ἡ ἡμέρα ἐκείνη ἁμαρτωλοῖς καὶ τοῖς μὴ θελήσασι ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ καὶ σωθῆναι.

Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί μου γνήσιοι, δεῦτε ἀπορρίψωμεν ἀφ᾽ ἡμῶν τὴν μέριμναν τῶν γηΐνων πραγμάτων. Πάντα γὰρ παράγεται, πάντα ἀφανίζεται. Οὐδὲν ἡμᾶς ὠφελεῖ ἐν τῇ ὥρᾳ ἐκείνῃ, εἰ μὴ πράξεις ἀγαθαί, ἃς ἐντεῦθεν ἔχομεν· μέλλει γὰρ εἷς ἕκαστος βαστάζειν τὰς ἑαυτοῦ πράξεις τε καὶ λαλιὰς ἔμπροσθεν τοῦ βήματος τοῦ δικαστικοῦ κριτοῦ. Τρέμει γὰρ ἡ καρδία καὶ νεφροὶ ἀλλοιοῦνται, ὅταν γένηται ἐκεῖ πράξεων φανέρωσις, λογισμῶν καὶ λαλιῶν ἀκριβεῖς ἐξετάσεις. Μέγας φόβος, ἀδελφοί, μέγας τρόμος, ὦ φίλοι. Τίς ἄρα μὴ τρομάσῃ, τίς δὲ ἄρα μὴ κλαύσῃ, τίς δὲ μὴ θρηνήσειεν, ὅτι ἐκεῖ φανεροῦνται ἃ ἐπράξαμεν ἕκαστος ἐν κρυπτῷ καὶ σκοτίᾳ;

Σύνετε, ἀδελφοί μου, τοῦτο ὑμῖν λέγω. Δίδωμι εἰς βεβαίωσιν τοῦ ὑμετέρου πόθου τὰ καρποφόρα δένδρα, ὅτι ἔνδοθεν αὐτῶν ἐν καιρῷ προβάλλουσι τὸν καρπὸν μετὰ τῶν φύλλων. Οὐχὶ ἔξωθέν ποθεν ἐνδύονται τὰ δένδρα τὴν αὑτῶν εὐπρέπειαν, ἀλλὰ ἔνδοθεν αὐτῶν ἐν προστάγματι Θεοῦ προβάλλουσιν ἕκαστα τὸν καρπὸν κατὰ φύσιν. Οὕτω καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ προβάλλουσιν ἅπαντα τὰ τῶν ἀνθρώπων σώματα πάντα, εἴ τι ἔπραξαν, ἀγαθὰ ἢ πονηρά, καὶ βαστάσει ἕκαστος ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ τοῦ Χριστοῦ, τὴν πρᾶξιν, ὥσπερ καρπὸν καλὸν καὶ τερπνόν, τὰ ῥήματα, ὥσπερ φύλλα. Οἱ Ἅγιοι βαστάζουσι καρπὸν καλὸν καὶ εὐθαλῆ· Μάρτυρες βαστάζουσι βασάνων καὶ αἰκισμῶν καύχημα ὑπομονῆς· ἀσκηταὶ βαστάζουσιν ἄσκησιν, ἐγκράτειαν, ἀγρυπνίαν, προσευχήν· ἄνδρες δὲ ἁμαρτωλοί, ἀσεβεῖς καὶ βέβηλοι, βαστάζουσιν ἐκεῖσε καρπὸν αἰσχρὸν καὶ σαπρὸν (πλήρεις ὄντως αἰσχύνης, κλαυθμῶν τε καὶ ὀδυρμῶν) καὶ σκώληκα ἀκοίμητον ἐν πυρὶ ἀσβέστῳ.

Φοβερόν, ὦ ἀδελφοί, ἐκεῖ τὸ κριτήριον, ὅτι ἄνευ μαρτύρων ἅπαντα φανεροῦνται, πράξεις τε καὶ λαλιαί, λογισμοὶ καὶ ἐνθυμήσεις· ὅταν καὶ παρίστανται μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες Ἀρχαγγέλων καὶ Ἀγγέλων, Χερουβὶμ καὶ Σεραφίμ, Δικαίων καὶ Ἁγίων, Προφητῶν καὶ Ἀποστόλων.

Τί οὖν ἀμελοῦμεν, ἀδελφοὶ ἀγαπητοί; Ὁ γὰρ καιρὸς ἤγγικε καὶ ἡ ἡμέρα ἔφθασεν, ὅτε τὰ κρυπτὰ ἡμῶν ὁ φοβερὸς δικαστὴς εἰς φῶς πάντα ἐξετάζει. Εἰ εἴδημεν, ἀδελφοί, τί ἡμῖν ἀπόκειται, ἐκλαύσαμεν πάντοτε ἐν ἡμέρᾳ καὶ νυκτί, τὸν Θεὸν δεόμενοι, ἵνα ῥύσηται ἡμᾶς τῆς αἰσχύνης ἐκείνης καὶ σκότους αἰωνίου. Φράσσεται γὰρ στόμα ἁμαρτωλοῦ ἔμπροσθεν τοῦ βήματος.