Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μακαρισμῶν καὶ ἀθλιοτήτων

Ἐφραίμ ὁ Σύρος

Προτροπή σε μετάνοια και η συνοδεία των αρετών

Τελικοί ταλανισμοί, έκκληση για άμεση μετάνοια και αναφορά στις αρετές που συνοδεύουν την ψυχή κατά την έξοδό της, καταλήγοντας σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Οὐαὶ τῷ μὴ σπεύδοντι ἐν πάσῃ ἰσχύϊ αὐτοῦ ἀπεντεῦθεν εὐτρεπίσαι τὴν ἐκεῖθεν ἀπολογίαν δοῦναι. Οὐαὶ τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν· καὶ τί ποιήσουσιν, ὅταν ἐπισκέψηται Κύριος; Σπουδάσατε, ἀγαπητοί, εἰς τὸν βραχὺν καιρὸν τοῦτον ἑαυτοῖς βοηθῆσαι, καὶ διὰ μετανοίας καὶ δακρύων ἐξιλεώσασθαι τὸν μακρόθυμον καὶ ἐλεήμονα Θεόν, τὸν ἐκδεχόμενον ἡμῶν τὴν ἐπιστροφὴν καὶ παρέχοντα τὴν ζωήν. Μὴ καταφρονήσωμεν τῆς σωτηρίας ἡμῶν. Μὴ ἡδυνθῶμεν εἰς τούτου κόσμου ἡδονάς, ὅτι πρὸς ὥραν εἰσὶν καὶ ὕστερον μετάμελον ἐμποιοῦσι καὶ πάλιν τοὺς αὐτοὺς ἔρχονται· καὶ πᾶσα ἡ δόξα τοῦ κόσμου τούτου ἀπὸ γῆς εἰς γῆν χωρεῖ, καὶ οὐδὲν ἄλλο ἡμῖν συνοδεύει, εἰ μὴ μόνον ἡ ἁμαρτία καὶ ἡ ἐκ ταύτης κόλασις. Οὐδεὶς ἡμῖν βοηθήσει ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ φίλος, οὐ συγγενής, εἰ μὴ ἡ ἐντεῦθεν μετάνοια καὶ ταύτης αἱ συνεργοὶ ἀρεταί, ἡ ἀληθὴς ἀγάπη, ἡ ταπεινοφροσύνη, ἡ ὑπακοή, ἡ ἐγκράτεια. Αὗται συνέρχονται ἡμῖν ἐκ τοῦ βίου τούτου. Αὗται ἀνθίστανται ταῖς ἐναντίαις δυνάμεσιν, ταῖς βουλομέναις κατέχειν ἡμᾶς ἐν τῇ ἐξόδῳ ἡμῶν τῇ ἐκ τοῦ βίου τούτου. Αὗται παριστῶσιν ἡμᾶς τῷ Σωτῆρι Χριστῷ, προσκυνῆσαι καὶ δοξάσαι, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.