Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας καὶ κατανύξεως

Ἐφραίμ ὁ Σύρος

Ορθή συναναστροφή, αδιάλειπτη προσευχή και πνευματική προστασία

Συστάσεις για την αποφυγή των υβριστών, των αιρετικών και των μαγικών πρακτικών, με παράλληλη προτροπή για συνεχή προσευχή και διατήρηση της ειρήνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Μὴ τοὺς ἀπηνεῖς, ἀλλὰ τοὺς εἰρηνεύοντας καὶ τοὺς ἐλεήμονας. Μὴ τοὺς θρασεῖς, ἀλλὰ τοὺς πραεῖς. Μὴ συναυλίζου μετὰ λοιδόρων, ὅτι λοίδοροι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Μηδέποτε συμφιλιάσῃς μετὰ αἱρετικῶν. Μὴ συμφάγῃς, μὴ συμπίῃς, μὴ συνοδοιπορήσῃς. Μὴ εἰσέλθῃς εἰς οἶκον αὐτῶν, μηδὲ εἰς ἐκκλησίαν· πάντα γὰρ ὅσα εἰσίν, ἀκάθαρτα εἰσίν, καθὼς λέγει ὁ Παῦλος, ὅτι τοῖς μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν ὁ νοῦς καὶ ἡ συνείδησις. Ἀσφαλίζου οὖν τὴν ψυχήν σου, ἀγαπητέ. Μὴ συμφιλιάζῃς αἱρετικοῖς, ἵνα μὴ συγκοινωνήσῃς τῇ κοινωνίᾳ αὐτῶν· ὅτι γάρ, καθὼς εἶπεν ὁ Κύριος, οὐκ ἔχουσιν ἄφεσιν ἁμαρτιῶν, οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι· δηλονότι οὐδὲ οἱ συμμιαινόμενοι αὐτοῖς· ἕκαστος γὰρ θερίσει ὃ ἔσπειρε.

Βλέπε, ὦ ἀδελφέ. Μὴ ἔχε ἔχθραν κατά τινος, εἰ δυνατόν, μήτε ὥραν μίαν. Μηδέποτε κοιμηθῇς, ἔχθραν κατά τινος ἔχων, μήπως ἀποχωρήσει ἡ νὺξ ἀπ᾽ ἀλλήλων, καὶ εὕρῃς ἀπαραίτητον κρῖμα. Μηδέποτε παύσῃς προσευχόμενος· ὅτε δύνασαι ἐπὶ πρόσωπον, ὅτε οὐδὲν δύνασαι, εὔξου κατὰ διάνοιαν. Μὴ ἀναμείνῃς Κυριακήν, μηδὲ τόπου διαφοράν, μηδὲ ἐκκλησίαν· ἀλλ᾽ ὅπου δ᾽ ἂν εὑρεθῇς, εἴτε ἐν ἀγρῷ ἀροτριῶν, εἴτε ἐν ὁδῷ περιπατῶν, εἴτε πρόβατα ποιμαίνων, εἴτε ἐν τῷ οἴκῳ σου καθεύδεις, τῆς προσευχῆς σου μὴ ἀποστῇς.

Ὅρα οὖν, ἀγαπητέ. Μὴ ἔχε ἔχθραν. Καὶ οὐ προσδέχεται ὁ Θεὸς προσευχὴν μνησικακοῦντος τὸν πλησίον αὐτοῦ. Φύλαττε τοῦ μὴ ποιεῖν φάρμακα, μηδὲ γοήτεια, μὴ μαντείαν, μηδὲ φυλακτήρια· μηδὲ ἄλλου ποιοῦντος φορέσῃς. Οὐ γὰρ εἰσὶ φυλακτήρια, ἀλλὰ δεσμωτήρια. Περὶ τούτου λέγει Ἠσαΐας ὁ προφήτης· οὐαὶ τοῖς γράφουσι πονηρίαν· 〈γράφοντες γὰρ πονηρίαν〉 γράφουσι. Σὺ δὲ ὡς πιστός, ταῦτα φεῦγε, ἔχων τὴν ἀλήθειαν καὶ 〈τὸν〉 σωτήριον καὶ ζωοποιὸν σταυρόν, καὶ τὸν ἐν αὐτῷ προσηλωθέντα Κύριον· ὅστις φυλάττει πάντας τοὺς ἀγαπῶντας τὸν ἄχραντον καὶ ζωοποιοῦντα σταυρόν. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.