Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας καὶ ὑπομονῆς

Ἐφραίμ ὁ Σύρος

Η μέλλουσα κρίση και η θύρα του θείου ελέους

Υπενθύμιση των συνεπειών της αμετανοησίας και της αιώνιας κρίσης, σε συνδυασμό με την προτροπή για επιστροφή και συμφιλίωση μέσω της ανοιχτής θύρας της θείας ευσπλαχνίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Νομίζω μὴ κρεῖττον εἶναι τοῦτο λέγειν· πάντες γὰρ ἐπίστανται τὸ θέλημα τοῦ Θεοῦ, μικροί τε καὶ μεγάλοι, ἔνδοξοί τε καὶ πτωχοί· καὶ οἶδεν εἶς ἕκαστος, εἰ σκοπεῖ τὸ συμφέρον, καὶ τί θέλει ὁ Θεός, καὶ πῶς δεῖ σωθῆναι. Νομίζω, ἠκούσατε ἡτοιμάσθαι γέενναν καὶ τὸ πῦρ τὸ ἄσβεστον καὶ βρυγμὸν τῶν ὀδόντων καὶ σκότος ἐξώτερον, ἔτι δὲ καὶ σκώληκα καὶ φοβερὸν ποταμὸν πυρός [τε] φλογίζοντος πρὸ προσώπου τοῦ Κριτοῦ, σφοδροτάτως ἕλκοντα καὶ ἡμῖν ἀπειλούμενον παρὰ τοῦ φιλανθρώπου, ἐὰν μὴ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάσσωμεν, ἐὰν μὴ προδροσίσωμεν ἐν δάκρυσι τὴν φλόγα, ἐὰν μὴ μετανοίᾳ τὴν γέενναν σβέσωμεν, ἐὰν μὴ σωφροσύνῃ τὸν σκώληκα ἀποκτείνωμεν, ἐὰν μὴ τὸν Δικαστὴν τὸν ἀπαραλόγιστον, ἕως ἐσμὲν ἐν τῷ βίῳ, καλῶς δυσωπήσωμεν, ἐὰν μὴ προφθάσωμεν ἐξομολογούμενοι ἐν τῷ παρόντι κόσμῳ τῷ ἐκεῖσε Κριτῇ, ἐὰν μὴ μετάμελον αὑτὸν ἐπιδείξωμεν, τὸν μόνον δυνάμενον δυσωπῆσαι τὸν Κριτήν.

Τῷ μὲν γὰρ Διαβόλῳ καὶ τοῖς τούτου ἀγγέλοις, οὐχ ἡμῖν δέ, ὁ Θεὸς τὰς βασάνους προσέθηκεν, ἀλλὰ διὰ τὴν ἡμῶν πολλὴν φαυλότητα κληρονόμοι τῶν δεινῶν ἐκείνων βασάνων γινόμεθα· καὶ ἅπερ τῷ Δράκοντι ἠπειλήθη τῷ δεινῷ, ταῦτα ὑπομένομεν ἑκόντες οἱ ἄνθρωποι. Ἀπέλθετε γάρ, φησί, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ πονηρῷ Δράκοντι καὶ τοῖς αὐτοῦ ἀγγέλοις. Οὐ λέγει, τοῖς ἀνθρώποις. Εἰ γὰρ ἐν τῷ παρόντι τοσαύτην δεινότητα καὶ κολάσεων εἴδη τὰ ἀνεκδιήγητα ἐνταῦθα οἱ τὰ φαῦλα πράττοντες, πόσῳ μᾶλλον ἐκεῖνο τὸ ἀπαραλόγιστον καὶ ἀδωροδόκητον, λέγω δὴ κριτήριον τοῦ κρίνοντος, παρέξει τὰ δεινὰ τοῖς εἰς αὐτὸν κακῶς πλημμελήσασιν, ἡμῖν τοῖς ἁμαρτωλοῖς, ἐν τῷ μέλλοντι καιρῷ.

Ὢ πόση τύφλωσίς ἐστιν ἡ ἡμετέρα! Παρακαλοῦμεν τὸν Θεόν, ἵνα ἡμῖν ἐπακούσῃ καὶ ἀνοίξῃ τὴν θύραν, ἣν ἡμεῖς ἐκλείσαμεν, τῆς πρὸς αὑτοὺς εἰσόδου, λέγω δὴ τῆς ἱκετείας. Τί ποιεῖς, ὦ ἄνθρωπε, νοσῶν τὴν ἀφροσύνην! Ἕστηκε διαπαντὸς τοῦ Δεσπότου ἡ θύρα ἀνεῳγμένη μικροῖς τε καὶ μεγάλοις, καὶ ἡμεῖς δὲ διοχλοῦμεν αὐτὸν ἀνοῖξαι ἡμῖν, ἡμεῖς αὐτοὶ ἑαυτοῖς ταύτην ἀποκλείσαντες. Ἐν ἡμῖν γὰρ πρόκειται ὑπανοίγειν καὶ κλείειν. Ἐὰν μὴ πταίσωμεν, διαπαντὸς ἤνοικται ἡ τοῦ Δεσπότου θύρα τῶν οἰκτιρμῶν ἀνθρώποις· ἐὰν τοίνυν ἁμάρτωμεν, εὐθὺς ἀποκλείεται. Τοῦ πρὸς αὐτὸν ἐγγίσαι τὸν Θεὸν τῇ προσευχῇ οὐκ ἀποκλείσει Θεὸς τοῖς οἰκέταις τὴν θύραν, ἀλλ᾽ ἤνοικται πάντοτε τοῖς αὐτὸν ἐκζητοῦσιν· αὐτὸς γὰρ καὶ ἔφησεν αἰτεῖν καὶ ζητεῖν καὶ κρούειν, ἑτοίμως τὸ διδόναι τοῖς αἰτοῦσι παρέχων.

Μὴ γίνου ἀπηνὴς σὺ σεαυτῷ, ἄθλιε, μηδὲ ἀνθρωπίαν Θεῷ λογίζου. Ἡμεῖς ἐσμεν αἴτιοι οἱ διὰ τῆς κακίας τειχίζοντες καὶ θύραν ταῖς εὐχαῖς χαλκεύοντες. Εἰρηνεύσας τοιγαροῦν, σεαυτῷ διαλλάγηθι καὶ λῦσον τῶν δεσμῶν τὴν ψυχήν, ἣν ἔδησας. Ἕστηκε γὰρ ὁ Θεὸς ἔτι σε περιμένων, ἵνα σὺ τῷ Δεσπότῃ διαλλαγῇς, ἄνθρωπε. Αὐτὸς γὰρ ἀεὶ διψᾷ τὴν σὴν ἐπάνοδον, ἵνα βιώσαντα σεμνῶς προσδέξηται. Εἰρήνευσον τοιγαροῦν τὸν ἔσω σου ἄνθρωπον πρὸς τὸν ἔξω, καὶ γενοῦ τὸ λοιπὸν ἐλεύθερος ἐκ τῆς πικρᾶς δουλείας, καὶ οὕτως ἣν ἔκλεισας αὑτῷ θύραν εὑρήσεις ἀεὶ ἀνεῳγμένην πρὸς τὰς σὰς ἱκεσίας. Ἐν ᾧ, τῷ Πατρὶ ἡ δόξα καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.