Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Η φύση, οι καρποί και η λυτρωτική δύναμη της μετανοίας

Εισαγωγή στη σωτηριώδη ενέργεια της μετανοίας μέσω παραβολών, η αναγκαιότητα των δακρύων, η επιστροφή του ασώτου υιού και η θεία φιλανθρωπία απέναντι στους αμαρτωλούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 10

Περὶ μετανοίας Καρπὸς πολυφόρος ἐστὶν ἡ μετάνοια, ἀγαπητοί, ὅτι ἐκ παντὸς τρόπου προσφέρει ἔργον Θεῷ ἐνάρετον. Ἀγρὸς πάγκαρπός ἐστιν, ὅτι ἐν παντὶ καιρῷ πολιτεύεται. Δένδρον ὑπάρχει ζωῆς, ὅτι πολλοὺς ταῖς ἁμαρτίαις θνῄσκοντας ἀνίστησιν. Ἐν αὐτῇ ἐγκεντρίζεται πᾶσα ἐπουράνιος κατάστασις, ὅτι συγκοινωνός ἐστι τῆς θεότητος. Χαίρει ταύτῃ ὁ Θεός, ὡς τῇ δυνάμει τῆς δημιουργίας αὐτοῦ, ὅτι οὓς ἡ ἁμαρτία πειρᾶται ἀπολλύειν, αὕτη ἀναδημιουργεῖ εἰς τὴν τοῦ Θεοῦ εὐδοξίαν. Τὸ ἀζήμιον τοῦ Θεοῦ βαλάντιόν ἐστιν ἡ μετάνοια, ὅτι διαφυλάττει τῶν ἀνθρώπων τὰς ψυχὰς μὴ ἀπολέσθαι. Ἡ πρόσοδος τοῦ Θεοῦ ἡ δαψιλὴς αὕτη ἐστίν, ἐπειδὴ καὶ προσφέρει τοὺς ἀνθρώπους, καὶ τοὺς ἁμαρτωλοὺς σωρηδὸν ἐπισυνάγει.

Οἶμαι ὅτι οἱ πνευματικοὶ τόκοι ἐν αὐτῇ συνεστήκασι· θερίζει γὰρ ἡ μετάνοια ἃ οὐκ ἔσπειρε· τὸ γὰρ σῶμα σπείρει φθοράν, καὶ ἡ μετάνοια θερίζουσα ταύτην ἐπαίρει εἰς σεμνότητα· ἡ κακία σπείρει τὰ πάθη, καὶ ἡ μετάνοια αὐτὰ ἀποσπείρασα ἐπισπείρει τὴν ἐνάρετον πολιτείαν. Αὕτη λαμβάνει ἃ οὐκ ἔδωκεν.

Ἡ εὐσεβὴς τοκίστρια, ἡ ἀπαιτοῦσα ἃ οὐκ ἔδωκε, λέγει τοῖς ἁμαρτωλοῖς· δότε μοι τὸ βάρος τῶν ἁμαρτιῶν· τοῦτό μοι ἔστιν ὁ τόκος τῆς πράξεως. Πίστιν ἔχεις; Δὸς τὸν τόκον τῆς πίστεως τῇ μετανοίᾳ. Ἐν αὐτῇ γίνεταί σου ἡ πίστις ἀκατάχρεως. Οὐκ ἔδωκά σοι, φησί, πονηρίαν· ἐμοὶ ταύτην δός, ὦ ἄνθρωπε, καὶ ἀφανίσας αὐτὴν παραστήσω σε Θεῷ ὡς καὶ ὃν ἀνέγνως περὶ τοῦ ταλάντου. Τί λέγει τὸ Εὐαγγέλιον ἐπίγνωθι· ὅτι μετάνοιαν λέγει τοῦ Θεοῦ τὴν πραγματείαν. Οἱ ἐμπορευσάμενοι καλῶς ἐδιπλασίασαν τὸ κεφάλαιον· οἱ καλοὶ ἐργάται ἐν αὐτῇ ἐκαλλιέργησαν τοῦ Θεοῦ τὸ γεώργιον. Δι᾽ αὐτῆς τὴν Ἐκκλησίαν καρπῶν ἐπλήρωσαν· ἐν αὐτῇ τὰς τοῦ Θεοῦ ἀποθήκας κατεγέμισαν. Δι᾽ αὐτῆς καὶ ἡ γῆ οὐρανὸς γέγονεν, ὅτι ἀγγέλων, τῶν ἐπὶ γῆς Ἁγίων, πεπλήρωται.

Ἐπαινοῦνται οἱ καλοὶ θεράποντες διὰ τῆς μετανοίας τὸν σπόρον πολυπλασιάσαντες· ἀμοιβῶν ἔτυχον οἱ καλοὶ οἰκονόμοι τοῦ Θεοῦ, τὸ ἀργύριον ἐπὶ πολλῷ κέρδει τοκίσαντες. Ἀπὸ τῶν ἀμοιβῶν τὴν πρᾶξιν μάθωμεν, ἀπὸ τῶν ἐπαίνων γνῶμεν τὸν σπόρον, καὶ ἀπὸ τῶν τόκων ἐπιστῶμεν τὸ κεφάλαιον. Ἐπειδὴ γάρ, φησί, καλῶς ἐνεπορεύσασθε καὶ προσέθεσθε τοῖς πέντε ταλάντοις ἕτερα πέντε, γίνεσθε ἐπὶ δέκα πόλεις. Ἀργύριον λαμβάνεις, Κύριε, καὶ πόλεις χαρίζῃ. Τάλαντα δέδωκας, καὶ πόλεις προδίδως. Ναί, φησίν· αἱ πόλεις εἰσὶ τῆς μετανοίας γεώργιον. Ἐπειδὴ τῆς ἑαυτῶν σωτηρίας γεγόνατε πρόξενοι, κἀγὼ ὑμᾶς ἄρχοντας λαῶν καθίστημι πρὸς εὐδοξίαν. Καλῶς οὖν εἴπομεν ὅτι τοῦ Θεοῦ βαλάντιόν ἐστιν ἡ μετάνοια, διότι ἐν αὐτῇ ἡ ἐνάρετος πολιτεία συνίσταται.

Εἶδεν ὁ Θεὸς ὅτι τὸ γένος τῶν ἀνθρώπων συνταράττει ὁ Ἐχθρός, καὶ ἀντικατέστησεν αὐτῷ τὴν μετάνοιαν εἰς καθαίρεσιν. Ἐκεῖνος πείθει ἁμαρτάνειν, ἡ δὲ μετάνοια ἑτοίμη προσδέξασθαι τὸν ἁμαρτάνοντα· ὁ Ἐχθρὸς ἀναγκάζει παρανομῆσαι, καὶ ἡ μετάνοια νουθετεῖ ἐπιστρέψαι· ἐκεῖνος βιάζεται εἰς ἀπόγνωσιν, αὕτη ἐλπίδα σωτηρίας ἐπαγγέλλεται. Κατασπᾷ τὴν συνείδησιν ἡ ἁμαρτία, ἡ δὲ μετάνοια βακτηρία αὐτῆς γίνεται εἰς ἀνάπαυσιν· Κύριος γὰρ ἀνορθοῖ κατερραγμένους, ἀλλὰ διὰ τῆς μετανοίας τοῦτο ποιεῖ. Ὅταν γὰρ ἀκούσῃς τοῦ Δαυῒδ λέγοντος, ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐτά με παρεκάλεσαν, σύνες ὅτι διὰ τῆς μετανοίας, εἴρηκε, παρεκάλεσαν. Ὁ Δράκων πείθει ἀσεβεῖν, καὶ λυπεῖσθαι παρασκευάζει, ἡ δὲ μετάνοια παρακαλεῖ μὴ ἀδημονεῖν, μηδὲ τὰ πρὸς σωτηρίαν ἀπογινώσκειν. Τυφλοῖ ἡ κακία τὴν διάνοιαν, ἀλλ᾽ ἡ μετάνοια λύχνον ἅψασα δείκνυσιν αὐτῇ τὸν Θεὸν μήκοθεν. Λύχνος τοῖς ποσὶ τοῦ μετανοοῦντος γίνεται ὁ νόμος, ἀλλ᾽ οὐ δίχα τῆς μετανοίας.

Τί λέγεις, Προφῆτα; Ὁ λύχνος οὐ τοῖς ὀφθαλμοῖς φαίνει; Μὴ οἱ πόδες ὀφθαλμοὺς ἔχουσι; Πῶς οὖν ἀφεὶς τοὺς ὀφθαλμούς, τοῖς ποσὶ δίδως τὸ βλέπειν; Οἱ πόδες τῆς ψυχῆς εἰσιν οἱ ὀφθαλμοί. Ἡ σὰρξ πορεύεται ἵνα ἴδῃ, ἡ ψυχὴ δὲ νοοῦσα τοῦτον καθορᾷ μὴ κινουμένη. Τῇ ψυχῇ τὸν λύχνον ὁ Προφήτης ἀνῆψεν· οὐ γὰρ χρεία ὕλης τοῖς νοεροῖς ὀφθαλμοῖς. Ἐν τῇ μετανοίᾳ ὁ νόμος γίνεται λύχνος, ἐπειδὴ οἱ ἁμαρτάνοντες δι᾽ αὐτῆς πάλιν τῷ Θεῷ συντυγχάνουσιν.

Ἐσκοτίσθη ὁ ἀνομήσας. Οὐ θεωρεῖ τὴν ἀγαθότητα. Πῶς; Ἐπειδὴ ἀπογνώσεως αὐτὴν ὁ Ἐχθρὸς ἐμπίμπλησιν· ἡ δὲ μετάνοια ὡς καλὸς ἰατρὸς τοὺς κόπους καὶ τὸ νέφος τῆς ψυχῆς περιαιροῦσα, τὸ φῶς τῆς τοῦ Θεοῦ χρηστότητος αὐτῇ δείκνυσι.

Περικόπτει τοῖς ἀσεβοῦσι τὴν ἀνάνευσιν ὁ Διάβολος, ὑποτιθέμενος τῆς μετανοίας τὸ τραχύ, καὶ ἡ μετάνοια ὁρῶσα τὴν πανουργίαν, γλυκυτέρα προσέρχεται, λέγουσα· μόνον Θεοῦ ὑπομνήσθητε, κἀγὼ ὑπὲρ ὑμῶν ἀγωνίζομαι.

Λάβετε ἐν νῷ τὴν εὐσπλαγχνίαν αὐτοῦ, κἀγὼ πρεσβεύω ὑπὲρ ὑμῶν μετὰ στεναγμοῦ. Μόνον κουφότερον στενάξατε, ἁμαρτωλοί, μετανοοῦντες, καὶ ποιῶ ὑμᾶς οἰκέτας Θεοῦ. Εἶπε καὶ Ἠσαΐας προφήτης· ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἰδού σοι μαρτυρίαν προσάγω, φησί· μετανόησον μόνον. Ἐὰν στενάξῃ ὁ ἁμαρτήσας, σὺν τῷ στεναγμῷ καὶ τὸ βάρος τοῦ Δράκοντος συνεξέρχεται· καὶ κουφισθείσης τῆς διανοίας, τὸ νέφος τῆς ἀγνοίας ἀποδιώκει, καὶ γίνεται ἐν γαλήνῃ τῆς ψυχῆς ὁ ὀφθαλμός, καὶ εὐθὺς ἡ μετάνοια χειραγωγεῖ αὐτὴν πρὸς σωτηρίαν.

Τότε οὐ μόνον στενάξει, ἀλλὰ καὶ δακρύσει ἐν πόνῳ πλείονι. Διατί; Ἐπειδὴ ἡ ψυχὴ ὡς πατέρα ἰδοῦσα τὸν Θεὸν διὰ χρόνου· κινεῖται εἰς δάκρυα, ὅτι εἶδε διὰ χρόνου τὸν γεννήσαντα. Διὸ ποιεῖται δάκρυα, καὶ πείθει Θεὸν ὅτι στέργει πατρὸς εὔνοιαν, καὶ καθαίρεται ἀπὸ τῆς ὀφιώδους καταστάσεως. Οὐκ ἤκουσας ὅτι εἶπεν ὁ Δαυΐδ, λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου; Ἀλλὰ πρῶτον ἐστέναξε, καὶ οὕτως ἐδάκρυσε. Δείκνυμί σοι καὶ ἀπὸ τῆς μεγίστης φύσεως, ὅτι πρῶτον ἄνεμος γίνεται, καὶ ὁ ὑετὸς αὖθις ἐπιγίνεται· πρῶτον βροντὴ ὠρύεται, καὶ αὖθις τὸ νέφος ἀποστάζει. Ἔστι στεναγμὸς δίχα φωνῆς, καθὼς ὁ ἅγιος Παῦλός φησι, ὅτι 〈τὸ〉 Πνεῦμα στεναγμοῖς ἀλαλήτοις ἐντυγχάνει ὑπὲρ ἡμῶν. Μνήμη τοῦ Θεοῦ τοῖς ἁμαρτωλοῖς στεναγμὸς γίνεται, ὅτι πάλιν ὁ Δαυῒδ λέγει· ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην· οἱ γὰρ μετανοοῦντες χαίρουσιν, ὅτι ἀπηλλάγησαν τῶν δεσμῶν τοῦ Δράκοντος.

Οὐκ ἔστι χείρων δεσμὸς ὡς ἡ ἐκ τῆς ἁμαρτίας τύφλωσις, οὔτε ἄλυσις πρὸς τὴν τῆς ὄψεως πήρωσιν, ὅτι ἡ ψυχὴ ἐν σκότει ἐστὶ τῆς ἁμαρτίας, ἐν ἁλύσει πεφυλάκισται. Ἐν φυλακῇ ἀφωτίστῳ διατελοῦσα ἀγνοεῖ ὅτι ἐν ἀγνοίᾳ διαπορεύεται.

Εἶπε καὶ ἑτέρωθι ὁ ψαλμός· οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται· ὅτι ἡ ἄγνοια τόπος ἐστὶ φυλακῆς, τὴν ψυχὴν συμποδίζων εὐχερῶς. Καὶ ὁ Παῦλος ἀπόστολος εἴρηκεν ὅτι ὁ Θεὸς μετέστησεν ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους εἰς τὴν βασιλείαν τοῦ υἱοῦ αὐτοῦ· ἦν γὰρ ἡ ἀνθρωπότης ὡς ἐν σκότει συγκεκλεισμένη διὰ τὴν ἀγνωσίαν τῆς θεότητος.

Ἔλουεν ἐν δάκρυσι τὴν κλίνην αὐτοῦ ὁ στενάξας Δαυΐδ· ἦν γὰρ ῥερυπωμένος τῇ μοιχείᾳ· ἀλλ᾽ ἔλουεν ἐν δάκρυσι τὴν στρωμνὴν αὐτοῦ, ἣν ἐρρύπωσε τῇ παρανόμῳ συμπλοκῇ. Ὁ αὐτὸς δὲ εἶπεν· ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Κόπος δὲ στεναγμοῦ ἐστὶ τῶν δακρύων τὸ πλῆθος· κόπος στεναγμοῦ ἐστὶ καρδίας πόνος. Οὐκοῦν συνέστη ὅτι καὶ τὰ δάκρυα πληθύνουσι προαγόντων τῶν στεναγμῶν.

Ὅταν γὰρ ἴδῃ ὁ ἀντίπαλος ὅτι ἡττᾶται ὑποβάλλων τοῖς ἀσεβοῦσιν ἀπόγνωσιν, ἄλλον ὑπεισάγει τρόπον· κολακεύει προσμένειν ἐν τοῖς πάθεσι, καὶ κατευθύνει αὐτῶν ἐν ταῖς αἰσχίσταις πράξεσι. Πάλιν δὲ ἡ μετάνοια αὐτῷ ἀντιτίθησιν, ἀπὸ τοῦ συνειδότος τὴν κολακείαν ἀφανίζουσα. Νύττει τὴν συνείδησιν, πλήττει τὸν λογισμόν, ἵνα διυπνίσῃ κοιμωμένην τὴν ψυχήν. Ἡ γὰρ κολακεία ταράσσει τὴν συνείδησιν, νέφος γίνεται κατ᾽ αὐτῆς, καὶ ἀντιφράττει αὐτῆς τὴν πρὸς Θεὸν πρόσοδον.

Ἔχει ἡ συνείδησις οἰκείωσιν φυσικὴν καὶ παραγκωνίζεται τὴν παρείσακτον κολακείαν, ὅτι πολλάκις ἀναιδῶς προσηνέχθη ἡ ἁμαρτία. Ἀπὸ παρατάσεως χρόνου ἡ συνείδησις περιγίνεται· ἢ γὰρ ἐν σκότει φοβηθέντα ἐλέγχει, ὅτι δι᾽ ἁμαρτίας τοῦτο ὑφίσταται—λέγει γὰρ ἡ Γραφή· φεύγει ὁ ἀσεβὴς οὐδενὸς διώκοντος· καὶ πάλιν· δίκαιος ὡς λέων πέποιθεν, ἀσεβὴς δὲ φεύξεται καὶ τὴν σκιὰν ἑαυτοῦ· καὶ ὁ νόμος φησί· καὶ ἐμβαλῶ δειλίαν εἰς τὴν καρδίαν ὑμῶν, καὶ φεύξεσθε οὐδενὸς διώκοντος, καὶ διώξεται ὑμᾶς φωνὴ φύλλου φερομένου ὑπὸ ἀνέμου—ἢ ἐν νηῒ ὑπὸ σάλου κυμάτων ταραχθείσῃ, ὑπομιμνῄσκει δὲ ἀσέβειαν· ἢ ἐν σεισμῷ, ὑποτίθεται παρανομίας· ἢ ἐν ὁδῷ μονωθέντα, ἀνάγει ἐπὶ τὰ πάθη.

Τέλος μὴ ἐπιστρέψαντα, ἐν ἀσθενείᾳ καὶ νόσῳ προσπεσόντα σώματος, διελέγχει, ὥστε αὐτὸν ἐκ τῆς φιλοζωΐας ἐπαγγείλασθαι Θεῷ τὰ πρὸς ἀνατροπὴν τῆς ἁμαρτίας. Ἐκ τῆς προσηνοῦς ζωῆς δεδιὼς ἀποθανεῖν, ἀνέχεται ὑπὸ τοῦ συνειδότος νυσσόμενος 〈καὶ〉 προσέδραμε τῇ μεσίτιδι Θεῷ καὶ ἀνθρώποις μετανοίᾳ. Εἰ μὴ ἡδὺ κατεφάνη αὐτῷ τὸ παρόν, παρελογίζετο τὴν σεμνότητα τῆς μετανοίας· ἀλλὰ θέλων ἔτι ζῆν καὶ δεδιὼς τὸ ἐπίμοχθον, ἐπιστρέφει πρὸς τὸν Θεόν, ἵνα ζήσῃ ἔτη πλείονα. οὕτω πέπονθεν ὁ ἐν τῷ Εὐαγγελίῳ νεώτερος, ὁ πρὸς τοῦ πατρὸς κλῆρον λαμβάνων καὶ ἀποδημίαν μακρὰν στειλάμενος· ἀνήλωσε μετὰ πορνῶν τὴν οὐσίαν· ἐθρύπτετο εὐωχούμενος αἰσχρῶς· κατεδαπάνησε πάντα τὰ περιόντα· καὶ οὐκ ἠδυνήθη ἐνέγκαι κἂν πρὸς βραχὺ μόνωσιν· ἡ γὰρ μετάνοια λαβοῦσα τοῦ προτέρου βίου τὸ ἡδύ, ἔτρεψεν εἰς ἔλεγχον· ὅτι οὐκ ἀπὸ τοῦ συμβεβηκότος ἡ ἀπορία, ἀλλὰ κατά τινος ἐχθροῦ ἀποπλάνησιν γέγονεν. Ἐπόθει τὴν ζωήν, ἣν εἶπον ποθητήν, καὶ μὴ φέρων θλιβῆναι, ἤνεγκε τὸν ἔλεγχον τῆς συνειδήσεως.

Τὸ οὖν ἁπαλὸν τῆς διαγωγῆς αἴτιον γέγονε τῆς ἐπιστροφῆς. Τὸ μοχθηρὸν τῆς ἀπορίας, καὶ ἄκοντα αὐτὸν ἤγαγε πρὸς τὴν εὐσέβειαν. Τί λέγει ὁ νεώτερος; Πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου.

Ὢ τῆς μετανοίας τῆς σοφῆς! Ὢ τῆς εὐτέχνου οἰκονομίας! Ὅτι οὔτε ὅλως ζημιοῖ τὸν Θεὸν ἡ μετάνοια. Ἢ γὰρ μακροθυμοῦσα ἢ παρορῶσα ἢ προτρεπομένη, τὸ ἀζήμιον φυλάττει τῷ κεκτημένῳ. Ἠνέσχετο ἡ μετάνοια ἀπατηθῆναι τὸν νεανίσκον. Ἐχόρευσεν εἰς αὐτὸν ὁ Διάβολος, ἐποίησεν ὃ ἠθέλησεν. Ἡ μετάνοια ἡσύχασεν, ἐσιώπησεν ὁ ἔλεγχος τῆς συνειδήσεως. Ἐκέλευσεν αὐτῷ τέως μὴ ἐπιθέσθαι, καὶ ὅτε εὗρε καιρὸν ἀνάγκης, ὡς μήτηρ τὰ σπλάγχνα αὐτῆς ἁπλώσασα περιεπτύξατο. Ἀφεῖλεν αὐτὸν τῆς μητρῴας ἡδονῆς, ἵνα ἀποκαταστήσῃ εὐσεβείᾳ τῇ μητρί. Κεράτια δίδωσιν ὁ Δράκων τοῖς ὑπηκόοις· πατριὸς γὰρ ὢν τῶν ἀλλοτρίων τέκνων οὐ φείδεται. Πείθει τὰ πατρικὰ ἀναλῶσαι κακῶς.

Ἐπαγγέλλεται φαντάζων. Πολύφροντιν ποιεῖ κοιμώμενον, καὶ διυπνισθέντα γελᾶν, ὁρῶντα ἑαυτὸν γυμνὸν καὶ πένητα. Ὢ τῆς πανουργίας τοῦ Δράκοντος! Ὅτι οὕτω καὶ τοὺς πρωτοπλάστους ἐγύμνωσεν. Ἐπηγγείλατο γὰρ θεότητα, καὶ ὡς σκώληκας ἐν γῇ κυλίεσθαι παρεσκεύασεν, ἀπογυμνώσας αὐτούς. Εἰ μὴ ἦν ἡ μετάνοια, ἔκπαλαι τὸ τῶν ἀνθρώπων ᾤχετο γένος. Εἰ μὴ θᾶττον ὤρεξε χεῖρα διὰ τῆς ἀπολογίας, οὐκ ἂν νῦν ὁ κόσμος συνίστατο.

Λέγει οὖν ὁ νεώτερος· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Ἐπέγνω τὸν πατέρα ὁ ἁμαρτήσας υἱός, ἐλέγχων ὅτι πατριός ἐστι καὶ ἐπίβουλος ὁ πλανήσας· καὶ εἶδε τὸν δόλον, εἶδε τὴν πλάνην, προσέδραμεν ὡς πρὸς μητέρα, τὴν μετάνοιαν. Ἐπείνασεν ἐπὶ χρόνον, κεράτια σιτούμενος· ἐδίψησεν ἐπὶ πολὺ τὸν μετὰ χοίρων βόρβορον προσιέμενος· ἀλλ᾽ ἡ μετάνοια, ὡς μήτηρ εὔσπλαγχνος, παράγουσα τοὺς μαστούς, πάλιν ἐγαλούχει τὸν νεανίσκον. Νήπιον ὄντα ἄρτῳ ἐξέθρεψε διὰ τὴν πίστιν, καὶ γενόμενον νεανίσκον γαλουχεῖ, ὅτι ἡ ἁμαρτία τὴν δύναμιν αὐτοῦ κατεδαπάνησεν. Εἰ μὴ γάλακτος τύχῃ, οὐκ ἂν ἰᾶτο· πάνυ γὰρ ἠσθένησεν ὑπὸ τῆς αἰσχρότητος καταδαπανήσας τὴν φυσικὴν διάνοιαν. Καὶ ἀδυναμοῦντα διαναστῆναι, ἡ μετάνοια γαλουχήσασα ἐξανέστησε.

Λίαν ἀσθενοῦντα ἐθεράπευσε καὶ τῷ πατρὶ ἀπέδωκε· τὸ πλανώμενον πρόβατον τῷ ποιμένι παρέστησεν. Ὁρᾷς πῶς ἀζήμιον διαφυλάττει τὸν Θεὸν ἡ μετάνοια; Ὁρᾷς ὅτι οὐ πρῶτον τὸ αὐστηρὸν προσίεται τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τὸ προσηνὲς καὶ εὔκολον;

Οὐ προσέθηκε νηστείαν, οὐκ ἀπῄτησεν ἐγκράτειαν, οὐκ ἀγρυπνίαν, ἀλλὰ ἀπὸ ἐξομολογήσεως αὐτὸν ἀνηγόρευσεν. Ἀπὸ τῶν κουφοτέρων ποιεῖται τὰς ἀρχάς, εἰδυῖα ὅτι εὐγνώμων ἐστὶν ἡ συνείδησις. Αὕτη ἀναδέχεται τὴν ψυχὴν καὶ σπουδάζει τὸ χρέος αὐτὴν εἰσπράξασθαι. Αὕτη τῆς μετανοίας συμμύστης ἐστὶ καὶ σπεύδει καθᾶραι αὑτήν. Τίκτει παντὶ ἡ συνείδησις μέριμναν· θέλει μόνον εἰς ἐπίγνωσιν ἐνέγκαι τὴν διάνοιαν, καὶ οἶδεν ὅτι εἰς τὰ λοιπὰ ἕξει αὐτὴν ὑπήκοον.

Οἶδε τῆς φύσεως τὴν συγγένειαν· αὕτη γὰρ αὐτὴν ἀνεθρέψατο. Οἶδε τῆς ψυχῆς τὸ εὐήνιον· ὅτι ἐν αὐτῇ ὡς ἐπιβάτης γίνεται. Πείθει τὴν μετάνοιαν ἀπὸ κουφοτέρων αὐτῇ προσελθεῖν, ἀναδεχομένη αὐτῆς τὴν ἀνταπόδοσιν. Μόνον, φησί, στέναξον, καὶ ἡ ψυχὴ δούλη σου γίνεται. Μόνον σύνες ὅτι ἐπιτάξεις αὐτῇ.

Ἄρ᾽ οὖν ἀπὸ μικροῦ σπέρματος ποιήσει τὸ δένδρον τῆς ζωῆς. Βούλεται μόνον τὴν μετάνοιαν καταδέξασθαι. Θέλει ἐρεῖσαι ἡ μετάνοια ἐν τοῖς ἁμαρτάνουσι, καὶ ῥᾳδίως αὐτοὺς Θεῷ προσάγει. Παρεισελθεῖν βούλεται, ὡς ἥλιος, καὶ πᾶσαν φωτίσαι τὴν διάνοιαν. Σπεύδει νομὴν κτήσασθαι ἐν ἡμῖν, καὶ μετ᾽ οὐ πολὺ κτήματα εἶναι ποιεῖ Θεῷ· ὡς ἡ ζύμη ἀρξαμένη ὅλον ζυμοῖ τὸ φύραμα. Διὰ τοῦτο καὶ τὰ ἐλαφρὰ προβαλλομένη, τὰ τραχέα ἀποκρύπτεται.

Τεχνίτης ἐστίν, ὅτι οἶδε τὴν πανουργίαν τοῦ Δράκοντος. Οἶδεν ὅτι ὡς κύων μώλωπας ἀπολείχει καὶ οὐ θέλει τοὺς ὀδόντας ταῖς ἁμαρτίαις ἐν βάθει πῆξαι. Οἶδεν ὡς χοῖρος βορβόροις ἥδεσθαι, καὶ βούλεται τοὺς τοῖς πάθεσι βορβοροῦντας αὐτὸν μὴ ἀποβάλλεσθαι. Ἐὰν ῥίψῃ ὡς κόπρον τοὺς ἀσεβεῖς, ὁ χοῖρος αὐτοὺς καταναλίσκει· ἐὰν ὡς νεκριμαῖα αὐτοὺς ἀποβάληται, ὁ κύων αὐτοὺς κατεσθίει δεινῶς. Εἶπε καὶ ἐν Ψαλμοῖς· ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν, ὅτι ἐν παντὶ τόπῳ προσεδρεύει τοῖς ἀκαθάρτοις ἐπὶ τοσοῦτον.

Ἡ δὲ μετάνοια φείδεται τοῦ τῶν ἀνθρώπων γένους, ὅτι καὶ θηριάλωτα περισῴζει Θεῷ. Ἐν τῷ Δαυῒδ δείκνυται ὅτι ἐξείλετο ἔριφον ἐκ τῆς ἄρκτου, ἵνα δειχθῇ ἡ τοῦ Θεοῦ ἀγαθότης. Τίς οὖν ἡ ἄρκτος; Ἡ ἀνομία. Καὶ ἔριφος; Ὁ λῃστὴς ἐν σταυρῷ διὰ τὴν ἀνομίαν προσηλωμένος. Ἐπέστρεψεν ὁ παράνομος, ἐνύγη ἀπὸ τῆς συνειδήσεως, ὡμολόγησε τὴν ἀσέβειαν, ἐπέγνω τὸν βασιλέα τῆς δόξης, ἐπίστευσεν αὐτοῦ τῇ θεότητι, καὶ λαλήσαντος αὐτοῦ λόγον, ὡς ὁ Δαυῒδ τὴν ἔριφον, οὕτω καὶ ὁ Χριστὸς ἐκ στόματος τοῦ θανάτου τὸν λῃστὴν ἐξείλετο.

Οὐκ ἔστιν ἀπογνῶναι σωτηρίας, ἀδελφοί, ἔχοντες μητέρα τὴν μετάνοιαν. Οὐκ ἔστιν ἀπελπίσαι σωτηρίας, ἀγαπητοί, ὑπὸ τοιαύτης μητρὸς παρακαλουμένους ἡμᾶς. Τὰ θηριάλωτα τῷ Θεῷ εἰς τὸν παράδεισον προσήγαγε, καὶ ἡμᾶς ἀποστραφήσεται; Ἐκείνους τοὺς ἔξω τῆς Ἐκκλησίας ἠλέησε, καὶ ἡμᾶς οὐκ οἰκτιρήσει; Τοὺς μήπω πιστεύσαντας προτρέπεται, καὶ τοὺς ἤδη πιστεύσαντας ἀποβαλεῖται; Οὐδεὶς θέλων λαβεῖν ὃ οὐκ ἔχει, ὃ ἔχει ἀπόλλυσι· καὶ πῶς ὁ Θεὸς καὶ Πατήρ, οὓς ἐκτήσατο ἐν τῷ αἵματι τοῦ Υἱοῦ αὐτοῦ, ῥᾳδίως ἀποκτήσεται;

Οὐδείς, ὃ μετὰ πόνου συναθροίζει, εὐχερῶς σκορπίζει· καὶ πῶς ὁ Θεὸς τοὺς ἐξ ἐθνῶν ἐν μόχθῳ τῶν Ἀποστόλων δεξάμενος ἀποβαλεῖται εὐχερῶς; Μὴ γὰρ ματαίως βεβούλευται τοῦ Υἱοῦ αὐτοῦ τὴν παρουσίαν, ἢ τοῦ αἵματος αὐτοῦ τὴν ἔκχυσιν εἰς οὐδὲν ἐλογίσατο, ἢ τὴν οἰκονομίαν τοῦ θανάτου αὐτοῦ θέλει παραγράψασθαι, ἢ τὴν δόξαν τῆς ἀναστάσεως αὐτοῦ οὐδὲν ἡγήσατο, ἵνα ἡμᾶς τοὺς διὰ τῶν μυστηρίων τούτων σωθέντας ῥᾳδίως ἀποστραφῇ; Αὐτὸς ἔπεμψε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τὴν Ἐκκλησίαν ἡγίασε· τοὺς Ἀποστόλους ἐξαπέστειλε τοῖς ἔθνεσιν εὐαγγελίσασθαι. Εἰ μὴ θέλει ἡμᾶς σωθῆναι, εἰκῆ τὰ τοσαῦτα παρέσχετο· ἢ γὰρ ἠγνόησε τὰ καθ᾽ ἡμᾶς, ἢ ἐνέπαιξε τοῖς ἔθνεσιν· ἀλλ᾽ ἑκάτερον ἀθέμιτον, καὶ τὸ λογίσασθαι· οὔτε γὰρ ἠγνόησεν, οὔτε τι περιττὸν ἐποίησεν· ἔχει δὲ ἡμᾶς ποίμνην αὐτοῦ, καὶ ποιμὴν ἡμῶν ἐστι, καὶ νῦν καὶ εἰς τὸν παράδεισον.