Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Η ειλικρινής μετάνοια, η μεσιτεία της και το πρότυπο των Νινευιτών

Ο έλεγχος της υποκριτικής συμπεριφοράς, η συγκατάβαση του Θεού μέσω της καθολικής μετανοίας της Νινευή και η αναγέννηση της ανθρωπότητας διά του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 10

Πρόσεχε οὖν, μή σε ἀπατήσῃ ὁ Δράκων τῇ τροπῇ τῆς Αἰγύπτου, ἵνα μὴ ἀποθάνῃς, ὡς οἱ Ἰουδαῖοι ἐν τῇ ἐρήμῳ. Ἰδού, δίχα καὶ τῆς πράξεως ἡ ἁμαρτία γίνεται, ὅπως ἀσφαλίσῃ τῆς κακίας τὴν δεινότητα. Οὐκ εἶχε τὴν Αἴγυπτον εἰς τὴν ἔρημον, καὶ διὰ τῆς μνήμης αὐτὴν τῇ ψυχῇ παρέστησεν. ᾨκοδόμησε τὴν χώραν, καὶ εἰς ἐπιθυμίαν ἐκίνησε τὴν διάνοιαν· ὑπέμνησε τοὺς λέβητας, καὶ ἐξέκαυσε τὴν προαίρεσιν· προήγαγε φαντασίᾳ τὰ κρέα, καὶ τὴν ἐπιθυμίαν τῆς γαστρὸς ἀνεκαίνισε· σκορόδων καὶ σικύων διήγειρε τὸν ἔρωτα, ἵνα τὴν ψυχὴν ποιήσῃ καταγνῶναι τοῦ ἄρτου, ὃν Θεὸς ἔδωκε.

Νόει ὃ λέγω, καὶ σαφῶς ἄκουε, ὅτι ἐὰν ἔχῃς τόπον διάκενον, ἔχει ποῦ παρεισδύει ἡ ἀσέβεια. Οὕτω καὶ τῇ Εὔᾳ ἐποίησε, δι᾽ ἐπιθυμίας τρέψας αὐτὴν εἰς παρακοὴν Θεοῦ καὶ παράβασιν ἐντολῆς. Ἐὰν τοίνυν μετανοῇς περὶ γαστριμαργίας, περὶ πάσης αὐτῆς μετανόησον· διὰ γὰρ τῶν ἐλαχίστων πάλιν παρεισέρχεται· διὰ τῶν εὐκαταφρονήτων περικλέπτει τὴν διάνοιαν. Οἶδα ὅτι οὐ κακὸν ἀπολαῦσαι τῶν τοῦ Θεοῦ κτισμάτων, ἀλλὰ κακὸν γίνεται, ὅταν μὴ διακρίσεως μετέχῃ.

Λέγουσι πολλοὶ ὅτι βαρὺ τὸ Εὐαγγέλιον, ἀπὸ λογισμοῦ μόνου κακὸν εἰσπραττόμενον. Ἰδοὺ καὶ ὁ νόμος τοῦτο ποιεῖ. Ἐπεθύμησεν ὁ Ἰσραὴλ Αἴγυπτον, καὶ ὡς ἐκεῖ γενόμενος κατεκρίθη· ἐπεθύμησε κρεῶν αἰγυπτίων, καὶ ὡς φαγὼν ἀπεβλήθη. Καλῶς οὖν εἶπε τὸ Εὐαγγέλιον· εἴ τις ἴδῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Τὸν Ἰσραὴλ ὁ φόβος τοῦ Φαραὼ ἐκώλυσε παλινδρομῆσαι εἰς Αἴγυπτον, καὶ τὸν ἄνευ πράξεως μοιχὸν ὁ τοῖχος ἐνεπόδισεν ἀλλοτρίαν διαφθεῖραι γαμετήν. Ἐκείνους ἡ ὀκνηρία τῆς ὁδοῦ ἐπεῖχε τοῦ μὴ ὁρμῆσαι ἐπὶ τὴν Αἴγυπτον, καὶ τοῦτον ἡ ἀσφάλεια συνέσχε τὸ μύσος ἐργάσασθαι. Καλῶς οὖν ἔκρινεν ὁ Θεὸς τὴν ἐπιθυμίαν τῆς πράξεως, ἐπειδὴ ὁρᾷ ἐν καρδίαις, καὶ οἶδεν ὅτι, εἰ εἶχεν ἐξουσίαν, διεπράξατο ἂν τὴν ἁμαρτίαν.

Πάλιν τινὲς λέγουσι· πῶς τῷ Χριστῷ πάσας τὰς βασιλείας τῆς γῆς ἐν ῥιπῇ ὀφθαλμοῦ ἔδειξεν ὁ Διάβολος; Ἀπὸ τοῦ Ἰσραὴλ μάθωσιν ὅτι πᾶσαν τὴν Αἴγυπτον ὁ Ἐχθρὸς ὡς παροῦσαν ἐδείκνυεν. Ἐκεῖνοι διὰ τῆς ἐπιθυμίας ἔβλεπον, ὁ δὲ Χριστὸς διὰ τῆς ὑποβολῆς ἐθεώρει. Ἔβλεπεν ἐκεῖνος ὃ ἐποίει, δοκῶν ἀπατᾶν τὸν Κύριον. Πολὺ μὲν τὸ διάφορον, πλὴν ὅτι οὐ μέγα καὶ ἄπιστον τὸ λεγόμενον· διὸ καὶ πᾶσαν αὐτοῦ ὁ Ἐχθρὸς ἐκένωσε τὴν ὁρμήν· διὰ τοῦτο καὶ πάσας τὰς βασιλείας τῆς γῆς αὐτῷ παρέστησεν. Ἔσπευσε γὰρ φαντάσαι, ἀλλ᾽ οὐκ ἐβράδυνε γελασθῆναι· ἔσπευσεν ὑποσκελίσαι, ἀλλ᾽ ἐτάχυνε καθαιρεθῆναι.

Πρὸς σέ μοι ὁ λόγος τὸν μετανοοῦντα, ἵνα μὴ σχῇς τόπον διάκενον. Πρὸς σὲ λέγω, ἵνα ᾗς στερεὸς διὰ τὴν πέτραν. Διὰ τοῦτο καὶ Πέτρον καλεῖ τὸν ἀπόστολον, τὸν πρὶν καλούμενον Σίμωνα· ἵνα τὸ στερρὸν αὐτοῦ τῆς πίστεως ἡμῖν ὑπογράψῃ. Εἶπε καὶ ὁ Προφήτης, ὅτι ἐστήρικται ἡ καρδία τοῦ εὐσεβοῦς, ἵνα μὴ σαλευθῇ. Ὀφείλεις οὖν καὶ σὺ στερεῶς μετανοῆσαι, ὡς Πέτρος, ὅτι στερεῶς ἥμαρτες. Εἰπέ μοι, ὅτε ἐπόρνευες, ἡ ψυχή σου μετὰ τοῦ σώματος ἔπραττε, καὶ πῶς νῦν θέλεις σωφρονῆσαι τῷ σώματι; Ὅτε ἐλῄστευες, ὁ νοῦς σου μετὰ τῆς σαρκὸς ἠγωνίζετο, καὶ πῶς νῦν εὐσταθῆσαι βούλει μόνον ἐπὶ σχήματος; Οἱ νόμοι οὐ κρίνουσιν, εἰ μὴ τὸ ἔργον ἀπελεγχθῇ, καὶ οὐ κολάζονται τοὺς ἐν σχήματι ἀνδροφόνους. Οὕτω καὶ ὁ Θεὸς οὐ δέχεται μετάνοιαν μὴ τὸ ἔργον στερεὸν ἀποδεικνύουσαν.

Πολλοὶ ἀπομιμοῦνται τῶν βασιλέων τὰ διαδήματα, ἕτεροι δὲ τῶν τυράννων τὰς πράξεις· καὶ οὐ διὰ τοῦτο ὡς τύραννοι κρίνονται, ἢ ἐκεῖνοι ὡς βασιλεῖς προσκυνοῦνται. Καὶ οἱ μετανοοῦντες, εἰ μὴ στερεῶς μετανοήσουσιν, ἔσονται ὡς οἱ ἀπομιμούμενοι.

Γίνου σκεῦος στερεόν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτημένον, ἵνα εἰς τὰ ἅγια κειμήλια ἐνταγῇς. Γίνου πέτρα, ἵνα ἐν τῷ Θεμελίῳ χρησιμεύσῃς. Γίνου λίθος τίμιος, ἵνα μὴ ἐν τοῖς ἐπιθέτοις καὶ ψευδέσι κριθῇς. Οὐ μόνον μίαν ἁμαρτίαν δρῶσιν οἱ εἰκονικῶς μετανοοῦντες, ἀλλὰ πολλάς· πείθουσι γὰρ καὶ ἄλλους ἐπὶ σχήματι μετανοεῖν. Οὗτοί εἰσιν οἱ ἐμπαῖκται καὶ πολλῷ χείρους τῶν εἰς ἀνθρώπους ἀσεβούντων, ὅτι τὸν Θεὸν αὐτὸν διαπαίζειν πειρῶνται. Οὐ μόνον γὰρ οὐκ ἀφίεται τοῖς τοιούτοις ἡ ἁμαρτία, ἀλλὰ καὶ προστίθεται· ὑποκριτὴς γὰρ γέγονεν εὐσεβείας καὶ οὐ θεράπων. Παίζει τὴν εὐλάβειαν, καὶ προστίθησιν ἀσέβειαν· σχηματίζει τὸν τρόπον, καὶ μᾶλλον θέατρον κινεῖ καταγέλωτος. Ἰουδαῖοι καταγινώσκουσι καὶ Ἕλληνες στηλιτεύουσιν, ὁρῶντες τὴν Ἐκκλησίαν ἀρετῆς ἀλλοτρίαν καὶ Θεὸν ἐν τοῖς τοιούτοις ἐμπαιζόμενον.

Στερεῶς οὖν μετανόησον ὁ ἁμαρτήσας, ἵνα καὶ τῆς ἀφέσεως τύχῃς. Ἀληθινῶς εἶπεν ὁ Παῦλος, ὅτι ὁ ἐποικοδομῶν ἐπὶ τὸν θεμέλιον ξύλα, χόρτον, καλάμην, ζημιωθήσεται. Οὐ μόνον περὶ τοῦ κηρύγματος, ἀλλὰ καὶ περὶ τῶν πράξεων ὁ Παῦλος εἶπεν· οὐ μόνον περὶ διδασκαλίας, ἀλλὰ καὶ περὶ μετανοίας. Ὁ χόρτος διάκενόν τι ἐστίν. Εἴ τις οὖν στερεῶς οὐ μετανοεῖ, καλάμη ἐστὶ 〈καὶ〉 ξύλα, ἃ ἐπιπόλαια γίνονται ἐν τοῖς ὕδασιν. Εἴ τις οὖν στερεῶς οὐ προσέρχεται τῇ μετανοίᾳ, ξύλον ἐστί, καὶ οὐ μόνον ἀποβέβληται ὁ τοιοῦτος, ἀλλὰ καὶ ἐν πυρί, φησί, κατακαήσεται. Διὰ τί; Ὅτι καὶ πολλοὺς ἐνεπόδιζε, καὶ Θεὸν παίζειν ἐνόμιζε.

Ἑαυτὸν ποιεῖ ὁ μετανοῶν χρυσὸν ἀπὸ χαλκοῦ, καὶ πάλιν ἀπὸ ξύλου πέτραν. Ὅτε νομίμως μετανοήσει, ἑαυτὸν ἐγείρει ἀπὸ νεκρῶν, καὶ ἀπὸ σκότους γίνεται φῶς. Οὐκοῦν καὶ δημιουργεῖν οἶδεν ὁ εὐσεβής· ἡ μετάνοια γὰρ αὐτῷ γίνεται θείας δυνάμεως αἰτία. Ἐγείρειν αὑτὸν ἀπὸ νεκρῶν, ἀποστολικὸν τὸ ἀξίωμα· οἶδε γὰρ ἡ μετάνοια καὶ ἀποστόλους χειροτονεῖν. Αὕτη τὸν Πέτρον τῷ οἰκείῳ ἀξιώματι ἀπέδωκε διὰ τῆς ἀρνήσεως ὀλισθήσαντα· αὕτη τοὺς Ἀποστόλους τῷ ἀποστολικῷ βαθμῷ κατεκόσμησε πάλαι σκανδαλισθέντας καὶ εἰς τὰ ὀπίσω χωρήσαντας· αὕτη Παῦλον [τὸν] ἀπόστολον ἐχειροτόνησεν, ὅτι αὐτὸν ἀπὸ διώκτου κατένυξε γενέσθαι Χριστοῦ θεράποντα. Ὢ τῆς εὐτέχνου χάριτος τῆς μετανοίας, ὅτι τοῖς ὑπηκόοις εὐθὺς ἀξίωμα παρέχεται. Οὐ μόνον δὲ ἀποστόλους ποιεῖ, ἀλλὰ καὶ βασιλέας καθίστησι· μετανοήσαντι γὰρ τῷ Δαυῒδ τὴν βασιλείαν συμπαραμεῖναι παρεσκεύασε. Καὶ προφητείας ἐστὶ πρόξενος· ἐπειδὴ καὶ πᾶς Ἰσραὴλ ἐπιστρέψας πρὸς τὸν Θεὸν τὴν νίκην ἑαυτῷ κατὰ τῶν ἐχθρῶν περιεποιήσατο. Ἐπροφήτευσε ποτὲ ὁ Γεδεὼν καὶ τῇ Μαδιὰμ ἐξεπολέμησε.

Διαβαίνει ἡ χάρις τῆς μετανοίας καὶ ἐν τοῖς ἔθνεσιν εὐεργετοῦσα· οὐ μόνον γὰρ νῦν, ἀλλὰ καὶ ἐν τῷ νόμῳ πρὸς πᾶσαν σάρκα ἐπολιτεύσατο. Ἤγειρε πόλεις ἡ μετάνοια, καὶ ἔθνη συμπίπτοντα διωρθώσατο. Μιᾷ ἐπιβολῇ τὴν Νινευῒ ἀνῳκοδόμησε πόλιν παμμεγέθη. Δι᾽ αὐτῆς μανθάνω τοῦ κυριακοῦ ῥητοῦ τὴν εὐμένειαν, τοῦ λέγοντος· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἃς γὰρ ἔλυον πόλεις οἱ δαίμονες διὰ τῆς ἁμαρτίας, ταύτας ὁ Χριστὸς διὰ τῆς μετανοίας ἀνέκτισε. Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ ἡ μετάνοια λέγει Νινευΐταις· ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται.

Ἀντιπαράθες λόγον λόγῳ, καὶ ῥῆμα ῥήματι, καὶ εὑρήσεις ἐν τῷ Χριστῷ ἑρμηνευόμενα τῆς μετανοίας τὰ ῥήματα. Ἐκεῖνος ἐγείρειν ἐπηγγέλλετο, καὶ αὕτη καταλύσειν ἠπείληται, εἰ μὴ μετενόησεν. Οὐκ ἦν ἀπειλοῦσα ἡ μετάνοια, εἰ μὴ ἠνιάθη ἡ Νινευΐ· οὐκ ἤγειρεν ὁ Χριστὸς τὴν πόλιν τῶν ἁμαρτησάντων, εἰ μὴ μετενόησεν. Ὁ Χριστὸς ἀνίστησι τῆς μετανοίας προσαγκαλιζόμενος, καὶ ἀπὸ τῆς οἰκείας ἀναστάσεως δείκνυσιν ὅτι ἡ μετάνοια αἰτία καθίσταται παντὸς ἀνθρώπου εἰς ἐξανάστασιν εὐσεβείας.

Τρεῖς ἡμέρας ὁ νόμος καὶ τὸ Εὐαγγέλιον τοῖς ἁμαρτωλοῖς εἰς μετάνοιαν κηρύσσουσι. Διὰ τί; Ἐπειδὴ ἡ χάρις τῆς Τριάδος χορηγεῖ τὴν ἄφεσιν διὰ τῆς ἄγαν χρηστότητος. Τρεῖς ἡμέραι δίδονται τοῖς μετανοοῦσι προθεσμία, ἐπειδὴ διὰ τῆς Τριάδος τῆς ὁμοουσίου ἡ ἀνθρωπότης ἀπεδύσατο τοῦ θανάτου ἔγκλημα.

Τρεῖς ἡμέρας ἔχει ἡ μετάνοια εἰς τὴν συγγνώμην, ὅτι οἶδε τὴν Τριάδα λύουσαν τὸν δεσμὸν τῆς ἁμαρτίας. Διὰ τριῶν ἡμερῶν ἐλύθη ὁ θάνατος, διὰ τριῶν γίνεται ἄφεσις, ὅτι καὶ διὰ τριῶν ἡμερῶν κατέστη ἡ ἀνάστασις. Ἐδύνατο διὰ ῥιπῆς ἅπαντα γενέσθαι, ἀλλὰ διὰ τὸ μυστήριον τῆς Τριάδος, τριῶν ἡμερῶν ἔδησε τὸν Ἐχθρὸν ἡ χάρις, οὐχ ὡς ἀδυνατοῦσα παραυτὰ ποιῆσαι τὰ ὀφείλοντα, ἀλλ᾽ ἵνα δειχθῇ τὸ μυστήριον τῆς θεότητος. Οὔτε ἀφεῖλεν, οὔτε προσέθηκε ταῖς τρισὶν ἡμέραις· τῆς γὰρ Τριάδος οὔτε λειπούσης οὔτε αὐξούσης εὐσέβειά ἐστι πάντως καὶ ὀρθοδοξία· οὔτε γὰρ Μονὰς μόνον, οὔτε Τριὰς ἡ θεότης, ἀλλὰ τὸ συναμφότερον. Διὰ τοῦτο καὶ ἐν τρισὶν ἡμέραις ὁ θάνατος κατηργήθη, καὶ ὁ Δράκων κατηνέχθη, καὶ ἡ ἁμαρτία καθῃρέθη. Ἐν τρισὶν ἡμέραις ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα συνέστησαν, ἵνα καὶ ἐν τούτῳ δειχθῇ τῆς Τριάδος τὸ μυστήριον, καὶ τῆς τριημέρου ἀναστάσεως καὶ ἱλασμοῦ τῶν ἀνθρώπων ἡ ἀπόλαυσις.

Τρεῖς ἡμέρας Ἰωνᾶς ἐκήρυξε, καὶ οὐδεμίαν νύκτα, ἐπειδὴ οὐκ ἔνι τῇ Τριάδι τροπῆς ἀποσκίασμα. Τρεῖς ἡμέρας εἶπεν ὁ Σωτὴρ καὶ τρεῖς νύκτας, ἵνα δείξῃ ὅτι καὶ οἱ ἁμαρτωλοὶ σκοτεινοὶ ὄντες ἀναστήσονται. Ὢ τῆς μετανοίας ἡ χάρις, ὅτι τὸν κόσμον ἐν τρισὶν ἡμέραις κατήχησεν!

Ὢ τῆς μεγάλης ἐν αὐτῇ δυνάμεως, ὅτι ἐδυσώπησε Θεὸν ἀποφηνάμενον! Προσῆλθεν αὐτῷ ἐπιεικῶς, ὑπέμνησεν ἰδεῖν αὐτοῦ τὴν χρηστότητα, καὶ παρεσκεύασε τὴν ἀπόφασιν στρέψαι εἰς ἄφεσιν. Ὢ μεγάλης χαρᾶς τῆς μετανοίας, ὅτι πείθει Θεὸν ἀνιέναι τὴν κόλασιν, ἤδη νεμομένην τὴν ἁμαρτίαν τὸ τῶν ἀνθρώπων γένος!

Ἀπήντησε γὰρ ἡ μετάνοια τοῖς Ἀγγέλοις τῆς ὀργῆς, καὶ ἠδυνήθη νικῆσαι αὐτούς, μὴ ἐπαγαγεῖν τὸν ὄλεθρον. Ἐκράτησε τὰ ξίφη· ἐκράτησε τὰ δρέπανα τοῦ μὴ θερίσαι τῶν ἀνθρώπων τὸ γένος· καὶ ἰδόντες οἱ τιμωροὶ Ἄγγελοι, κατεπλάγησαν· καὶ εἶπε πρὸς αὐτούς· ἐγὼ ἀνεδεξάμην τοὺς παρανόμους· ἐγγεγύημαι τὸ τῶν ἀνθρώπων γένος· ἱκανοδότις εἰμὶ πρὸς τὸν Δεσπότην περὶ αὐτῶν.

Τί ἥκατε νῦν τρέψαι μου τὰ σύμφωνα; Ἔχω προθεσμίαν ῥητήν· συνεθέμην μετὰ τοῦ Θεοῦ πότε παραστήσω τοὺς μὴ ἐπιστρέψαντας. Τί ἥκατε παρατάξασθαί μου πρὸς τὰ δίκαια; Ἔχω πρὸς ὑμᾶς συγκροτῆσαι δικαστήριον· ἔχω πολλοὺς μάρτυρας πείθοντας τὸν Δεσπότην τὸν ἐμόν· εἰσί μοι ἀποδείξεις δι᾽ ὧν δύναμαι προθεσμίας τυχεῖν, ἵνα παραστήσω τὴν ἀνθρωπότητα.

Ἀνάγει οὖν τοὺς Ἀγγέλους πρὸς τὸν Θεόν, καὶ ἤρξατο δημηγορεῖν περὶ τῆς ἀνθρωπότητος, καὶ δικαιολογοῦσα ἔλεγε· Δέσποτα, οἶδας ὃν ἔπλασας ἄνθρωπον ὅτι ἐκ πηλοῦ γέγονεν, ὅτι φύσιν ἔχει ἄτονον, ὅτι ἰσχὺν ἔχει εὐδιάλυτον.

Εἰ μὴ γὰρ κοιμηθῇ καθ᾽ ἑσπέραν, οὐκέτι περίεστιν· εἰ μὴ ὅσον ἡμέρα φάγῃ, οὐ περιγίνεται. Ἐν χειμῶνι ῥιγᾷ, ἐν θέρει καυσοῦται· ἐν ἑσπέρᾳ οὐχ ὁρᾷ, ἐν νυκτὶ οὐ θαρρεῖ βαδίζειν. Ἐὰν περιπατῇ, ἀσθενεῖ· ἐὰν ἡσυχάσῃ, ἰλιγγιᾷ· ἐὰν καθίσῃ, ἀδημονεῖ· ἐὰν λαλήσῃ, κοπιᾷ· ἐὰν κατακλιθῇ, μοχθεῖ· ἐὰν στῇ ἐπὶ πολύ, ἀσθενεῖ. Καὶ θέλεις, Δέσποτα, τὴν τοσαύτην ἀσθένειαν, ἵνα συντόμως τῆς ἁμαρτίας περιγένηται; Ἐν λογισμοῖς πολλοῖς ἐστιν ὁ ἄνθρωπος καὶ ἐν ψυχῆς βουλαῖς ἀβεβαίοις· ἐν πράξεσιν ἀμφιβόλοις, ἐν ἔργοις ἀνωμάλοις. Ἐν τοῖς ὁρατοῖς ἐμποδιζόμενος, ἐν τοῖς λεληθόσιν ἀπαρασκεύαστος· ἐν ἐπιβουλαῖς ἀνέτοιμος· πρὸς ἀπόκρουσιν τῶν ἐνοχλούντων τῇ διανοίᾳ ἄπορος· πρὸς ἐνεδρεύοντας τῇ ψυχῇ ἀδύναμος· πρὸς ἐπιμέλειαν σώματος ἔμφροντις· πρὸς ἀνατροφὴν γαμετῆς καὶ τέκνων πολυμέριμνος. Καὶ θέλεις, Δέσποτα, τὴν τοιαύτην φύσιν συντόμως περιγενέσθαι τῆς ἁμαρτίας;

Τί δύναται πάλιν ἡ φύσις πρὸς τὸν Διάβολον, Δέσποτα; Τί ἰσχύει σαρκὸς φιλονεικία πρὸς τὸν τηλικοῦτον Δράκοντα, Κύριε; Σὺ εἶπας ὅτι τὴν ἄβυσσον ἡγεῖται ὡς ἐξάλειπτρον. Καὶ τί ἐστιν ἄνθρωπος πρὸς τὴν ὁρμὴν αὐτοῦ; Σὺ εἶπας ὅτι ἔχει τὴν θάλασσαν ὡς περίπατον. Καὶ τί ἐστι πρὸς αὐτὸν ψυχὴ ἐλαχίστῳ σώματι συγκεκραμένη; Πολλαὶ αἱ δυνάμεις τοῦ Δράκοντος. Ἡ πλάνη αὐτοῦ βαθεῖα· ἡ ἁμαρτία πλατεῖα διὰ τῆς ἡδονῆς· τὰ πάθη τῷ σώματι προσεγγίζουσι διὰ τῆς βρώσεως· ἡ ἁμαρτία τῇ σαρκὶ ἐνοχλεῖ διὰ τῆς ἐπιθυμίας· ἡ κακία τῇ ψυχῇ πολεμεῖ διὰ τῆς κενῆς δόξης· τὸν νοῦν πρὸς ἑαυτὴν καθέλκει ἡ πονηρία.

Καὶ τί δύναται ὁ ἄθλιος πρὸς τοσοῦτον ὄχλον τῶν ἀντιπάλων; Τί ἰσχύει γῆ καὶ σποδὸς πρὸς τοσαύτην παράταξιν; Τί ἐστιν ἄνθρωπος μόνος πρὸς τοσαύτην κακῶν παρεμβολήν; Ἐλέησον, Δέσποτα, φεῖσαι τοῦ πλάσματός σου. Οἰκτείρησον τὸν πηλόν, ὃν δοξάσαι ἠθέλησας. Ἄνες τὴν ἀπειλήν· σύστειλον τὴν ὀξεῖαν κόλασιν· ὑπέρθου τὴν ἀπόφασιν τοῦ θανάτου δι᾽ ἐμὲ τὴν μετάνοιαν· πλάτυνόν σου τὸν ὅρον τῶν οἰκτιρμῶν καὶ ὕψωσον τοῦ ἐλέους σου τὸ μέτρον· διάνοιξόν σου τὴν εὐσπλαγχνίαν· θαυμάστωσον τὰ ἐλέη σου, καὶ τὴν χάριν σου ἐπὶ μῆκος χρόνων ἔκτεινον. Ἐγὼ εἰμὶ ἡ πρεσβεύουσα. Ἐγὼ ἀναδέχομαι τὴν ἀνθρωπότητα, καὶ σπουδάζω σοι αὐτὴν προσαγαγεῖν, ὡς ἔχει φύσεως.

Καὶ ἰδὼν ὁ Θεὸς τὴν μετάνοιαν, ἐνέδωκε πρὸς τὴν ἀξίωσιν, καὶ ἐπένευσε τοῖς αἰτήμασι. Συνέθετο διὰ βίου τῷ γένει τῶν ἀνθρώπων συμπεριφέρεσθαι. Ἔκρινε τὴν μετάνοιαν ἡγεμονεύειν τῆς ἀσθενοῦς φύσεως, καὶ ἐξουσίαν αὐτῇ δίδωσι τῆς ἀσθενείας τῆς ἀνθρωπότητος. Ἔστησεν ὅρον κρίσεως καὶ παρήγγειλε τῇ μετανοίᾳ μὴ γίνεσθαι ὑπερόριον ἐν ἡμέρᾳ τῆς κρίσεως· μὴ θέλειν ἔτι κρατεῖν, μᾶλλον δὲ κατηγορεῖν, ὅτι τοσαύτης ἀνοχῆς ὁ ἄνθρωπος περιεφρόνησε· μὴ αἰτεῖν χάριν εἰς προθεσμίαν, ἀλλὰ καὶ ἀγανακτεῖν εἰς ἄμυναν· μὴ φείδεσθαι ὑπὲρ τὸ μέτρον ἀνομησάντων, τοὐναντίον δὲ καὶ ἐξελέγχειν τὴν προαίρεσιν· βδελύττεσθαι τὴν ῥᾳθυμίαν καὶ κατηγορεῖν τῆς ἀμελείας· ἀρνεῖσθαι τοὺς ἄφρονας καὶ τὴν ἄνοιαν παντελῶς ἐξαγγέλλειν· τῆς διανοίας διαβάλλειν τὴν ἐμπαθῆ προαίρεσιν καὶ τῆς ψυχῆς τὸν περὶ τὴν ἀρετὴν ὄκνον μυσάττεσθαι.

Συντίθεται καὶ αὕτη τοῖς κελευσθεῖσι, καὶ ἀποστρέφει τῶν Ἀγγέλων τὴν ὁρμὴν εἰς ἄνεσιν. Ὁ Θεὸς ἀνῆκε τὴν ἀπειλήν, καὶ οἱ Νινευΐται περιεσώθησαν. Ἐπρέσβευσεν ἡ μετάνοια, καὶ ἡ πόλις ἀνεκτήσατο τὴν κατάστασιν. Ἐν τῇ πόλει, πᾶσα 〈ἡ〉 οἰκουμένη νοεῖται, καὶ ἐν τοῖς Νινευΐταις, πᾶσα ἡ ἀνθρωπότης.

Ἠσαΐας ὁ προφήτης συμφωνεῖ τῷ νοήματι τούτῳ, ἐπειδὴ ἐπὶ Βαβυλῶνα προφητεύων ἐπάγει οὕτως· ὁ λόγος, φησίν, ὃν ἐλάλησε Κύριος ἐφ᾽ ὅλην τὴν οἰκουμένην. Τῷ Ἀδὰμ μόνῳ εἶπε, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ ἰδού, πάντες ἀποθνῄσκομεν· οὕτω καὶ ἐπὶ Νινευΐ, ἄνεσις εἰς πάντας διαβέβηκεν. Ὁ Χριστὸς ἀνέστη, καὶ ἡ ἀνθρωπότης εὐηγγελίσθη τὴν ἀνάστασιν· ὅρος τοῦ Θεοῦ ἀπὸ ἑνὸς εἰς ἅπαν τὸ γένος ὁρᾷ.

Δύο Ἀδὰμ γίνονται· εἷς πατὴρ ἡμῶν εἰς θάνατον· ὅτι θνητὸς γέγονεν ἁμαρτήσας· καὶ ὁ δεύτερος πατὴρ ἡμῶν εἰς ἀνάστασιν· ὅτι ἀθάνατος ὤν, διὰ θανάτου τὸν θάνατον καὶ τὴν ἁμαρτίαν ἐνίκησεν. Ὁ πρῶτος Ἀδὰμ ὦδε πατήρ· ὁ δεύτερος ἐκεῖ, καὶ τοῦ πρώτου Ἀδὰμ ἐστὶ πατήρ. Οὐκ ἐγὼ μόνος τοῦτό φημι, ἀλλὰ καὶ Ἠσαΐας ὁ μέγας ἐν προφήταις φησὶ περὶ τοῦ Χριστοῦ, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱός, τά τε ἄλλα· καὶ Θεὸς ἰσχυρός, πατὴρ τοῦ μέλλοντος αἰῶνος, καθὼς καὶ τὸ Εὐαγγέλιον εἶπεν. Ἀλλὰ ἐν σαρκὶ διὰ τὴν παροῦσαν κατάστασιν, οὗτος ὁ Υἱὸς τοῦ Πατρὸς γίνεται πατὴρ ἐπὶ τῆς μελλούσης καταστάσεως.

Διὰ τί; Ἐπειδὴ ὁ θάνατος ἀναγεννᾷ καὶ εἰς ζωὴν αἰώνιον τίκτει τὴν ἀνθρωπότητα. Ὢ τοῦ μεγίστου μυστηρίου! Ὢ τῆς οἰκονομίας τῆς δυσεκφράστου! Ὁ υἱὸς τοῦ Ἀδὰμ πατὴρ αὐτοῦ γίνεται· ἡ γὰρ ἀναγέννησις ἐκβάλλει τὴν φύσιν, ἀντικατάγουσα τὴν χάριν τῆς θεότητος. Παύει ἡ χάρις τὴν φύσιν, ἐπειδὴ τὸν θάνατον ἡ ἀθανασία παύει. Ἡ ἀνάστασις τὴν γένεσιν, ἐπειδὴ τὴν φθορὰν ἡ ἀφθαρσία ἠφάνισε· καθὼς καὶ ὁ Παῦλος εἴρηκεν. Ἐξένισε τὸ μέγα τοῦτο μυστήριον καὶ τὸν Νικόδημον. Ὅτε ὁ Χριστὸς αὐτῷ διηγήσατο, ἤκουσεν ὅτι, ἐὰν μή τις ἀναγεννηθῇ ἄνωθεν, οὐ μὴ ἴδῃ τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ λέγει· πῶς δύναται ἄνθρωπος ἀναγεννηθῆναι γέρων ὤν; Αὕτη ἡ ἀνάστασις εἰκών ἐστι τῆς ἀναστάσεως.

Ἑκατέρας δὲ ὁ Χριστὸς ὑπεστήσατο. Λέγει ὁ Παῦλος· ἐν Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα. Καὶ γάρ φησιν· ὅσοι ἐβαπτίσθημεν εἰς Χριστόν, συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος, ἵνα ἐν αὐτῷ ἀναστῶμεν ἐκ νεκρῶν.

Ὁρᾷς ὅτι προοίμιόν ἐστι τῆς ἐξ ᾅδου ἀναστάσεως τὸ βάπτισμα; Ὁρᾷς ὅτι ὁ Κύριος πατήρ ἐστι τῆς ἀναστάσεως; Ὁ υἱὸς ὁ τεχθείς, τὸ παιδίον τὸ γεννηθὲν ἡμῖν, τοσαύτην ἔχει δύναμιν, ὥστε πάντας ἀνθρώπους ἀναγεννῆσαι αὐτὸν ἐπὶ τῆς ἀναστάσεως. Τί λέγεις, Ἠσαΐα; Ἀληθεύομεν ταῦτα λέγοντες, ἢ ἐξ εἰκότων ταῦτα φθεγγόμεθα; Ἀληθεύετε, φησί, καὶ γὰρ ἐγὼ ἤκουσα ὅτι αὐτός ἐστιν Υἱός, Θεὸς ἰσχυρός, μεγάλης βουλῆς ἄγγελος, πατὴρ τοῦ μέλλοντος αἰῶνος.

Ἄρ᾽ οὖν τὸ μυστήριον αὐτοῦ ἡ ἀφθαρσία ἐστίν. Οὐκοῦν ἐξ ἑνὸς ὅρου ἐστὶν ὅλον τὸ γένος συμπεριληφθέν, ἵνα πιστεύσῃς ὅτι καὶ ἐκ τῆς Νινευῒ τῆς πόλεως πάσῃ πόλει καὶ τοῖς οἰκήτορσιν ἡ μετάνοια πρεσβεύει τὰ πρὸς σωτηρίαν, καὶ μεσιτεύει τὰ πρὸς κατάστασιν.

Μεγάλη ἡ μετάνοια τοῖς ἀνθρώποις γέγονεν, ὅτι ὡς ὁρῶντες Θεὸν δι᾽ αὐτῆς ἐξιλασκόμεθα. Μεγάλη ἡ μετάνοια ἐπὶ τῆς γῆς ἐστιν, ὅτι ταῖς ψυχαῖς κλῖμαξ γίνεται ἐπαναβαίνειν, ὅθεν διὰ τὴν ἁμαρτίαν ἀπεκινήθησαν. Ἀνακτᾶται τὴν φύσιν, καὶ τὸ οἰκεῖον ἀξίωμα ἀποδίδωσι.

Μετανοῶμεν καὶ ἡμεῖς, ἀδελφοί, ὡς οἱ Νινευΐται, ἵνα καὶ ἡμεῖς σωτηρίας τύχωμεν. Γνησίως μετενόησαν, ἀληθινῶς καὶ ἐσώθησαν. Ὡς ἥμαρτον, καὶ μετενόησαν, καὶ προσεδέχθησαν. Οὐκ ἐξ ἡμισείας ἐπέστρεψαν· ὅτι βασιλεῖς καὶ ἰδιῶται ὡσαύτως ἐδάκρυσαν. Οὐκ ἐκ μέρους μετέγνωσαν· ὅτι δεσπόται καὶ δοῦλοι ὁμοῦ ὠλοφύροντο. Οὐκ ἐν βραχεῖ μετεμελήθησαν· ὅτι δι᾽ ὅλου τὰς τρεῖς ἡμέρας ἄνδρες σὺν γυναιξί, νήπια καὶ γέροντες, ἐξομολογούμενοι οὐκ ἐπαύσαντο.