Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Η μεταμορφωτική χάρις της μετανοίας και η ανάγκη ολοκληρωτικής κάθαρσης

Αλληγορική περιγραφή της μετανοίας ως χωνευτηρίου που ανακαινίζει την ψυχή και έμφαση στην τέλεια αποκοπή των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 10

Βλέπουσιν οὖν οἱ Ἅγιοι Θεὸν διαφόρως, ὥσπερ οὖν καὶ πολυτρόπως αὐτὸν τρέφουσι διὰ τὴν τῆς πράξεως διαφορὰν καὶ τῆς χάριτος. Πάντες μὲν οὖν τρέφουσιν, ἀλλὰ πάντων πλέον ἡ μετάνοια πανηγυρίζει τῷ Θεῷ· ἐπειδὴ καὶ τὸ Εὐαγγέλιον λέγει, ὅτι χαίρει ὁ Θεὸς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις. Ἑορτὴν ἐγείρει τῷ Θεῷ ἡ μετάνοια, ὅτι καὶ τὸν οὐρανὸν κινεῖ πρὸς εὐωχίαν. Ἄγγελοι εὐφραίνονται, τῆς μετανοίας αὐτοὺς καλούσης εἰς ἄριστον. Πάντα τὰ ἐπουράνια τάγματα εὐωχοῦνται διὰ τῆς μετανοίας τὴν εὐφροσύνην χορηγούμενα. Οὐ θύει αὐτοῖς μόσχους, οὐδὲ πρόβατα, ἀλλὰ παρατίθησιν ἀνθρώπων ἁμαρτωλῶν σωτηρίαν εἰς ἀγαλλίασιν. Θυσιάζει τοὺς ἁμαρτήσαντας ἡ μετάνοια, ἀλλὰ πάλιν αὐτοὺς ζωοποιεῖ. Θανατοῖ αὐτούς, ἀλλὰ πάλιν ἐκ νεκρῶν ἀνίστησι. Πῶς; Ἄκουσον! Ἁμαρτωλοὺς παραλαμβάνει, καὶ δικαίους αὐτοὺς ποιεῖ. Χθὲς νεκροὶ ἦσαν, σήμερον αὐτῷ ζῶσι διὰ τῆς μετανοίας. Οἱ χθὲς ἀλλότριοι, σήμερον οἰκεῖοι Θεῷ. Οἱ χθὲς παράνομοι, σήμερον ἅγιοι.

Μεγίστη χωνεία ἡ μετάνοια, ἀγαπητοί. Χαλκὸν λαμβάνουσα, χρυσὸν ποιεῖ μεταβάλλουσα. Μόλυβδον αἴρει καὶ ἀργύριον ἀποδίδωσιν. Ὢ, τί πολλὴν παρέχει τῷ Θεῷ πρόσοδον ἡ μετάνοια! Πόσην εἰσφέρει πραγματείας ὠφέλειαν!

Χωνεύει, καὶ οὐδὲ μισθοὺς ἀπαιτεῖ τὸν κεκτημένον. Χωνεύει, καὶ οὐ χρῄζει ξύλων καὶ πυρός. Χωνεύει, καὶ ἐργατῶν οὐ προσδέεται. Τίς ἡ τέχνη; Τίς ἡ ἐπίνοια; Τίς ἡ τῆς μεταβολῆς δύναμις; Αὐτὸς ὁ μόλυβδος ἑαυτὸν καίει. Πῶς; Ὅτι οἱ ἁμαρτήσαντες αὐτοὶ ἑαυτοῖς γίνονται χωνεία. Τὰ ξύλα καίει τὸ πῦρ, καὶ μίσθιοι ἀπὸ τῆς ὑπομνήσεως τῶν ἁμαρτιῶν πυροῦνται. Ἐπὶ τοσοῦτον δὲ ἐκπυροῦσι στεναγμοὶ τὴν ψυχήν, ἐμπνέοντες κατὰ τοῦ σώματος, ὥστε λυθῆναι καθ᾽ ἑαυτῶν. Τοσαύτη γλυκύτης καὶ κουφισμός ἐστιν ἐν ἑαυτοῖς! Τότε γὰρ ἄρχονται λύεσθαι τὰ τῆς κακίας, ὅτε στενάξαντες δακρύσουσι. Καὶ λυθέντα τὰ τῆς προτέρας καταστάσεως καθαίρει ἡ μετάνοια, πρὶν ἢ ἡ χάρις συγκραθεῖσα τῇ διανοίᾳ ποιήσει χρυσὸν τὸν μόλυβδον.

Εἰ εἶδες τὸν ὕελον, πῶς γίνεται ὑακίνθινος καὶ σμαράγδινος καὶ σαπφείρινος, οὐκ ἀπιστήσεις ὅτι ἡ μετάνοια ποιεῖ ὡς ἀπὸ μολύβδου ἄργυρον καὶ χρυσὸν ἀπὸ χαλκοῦ. Εἰ δὲ ἡ ἀνθρωπεία τέχνη οἶδε κεράσαι φύσιν φύσει καὶ ἀλλοιῶσαι τὰ πρότερον ὄντα, πῶς μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ πλέον ποιῆσαι δυνήσεται;

Ἐπέθηκε πέταλα χρυσᾶ τῷ ὑέλῳ ὁ ἄνθρωπος, καὶ γέγονε χρυσὸς τὴν ἐπιφάνειαν ὁ πρόσθεν ὕελος. Οὕτω καὶ ἡ χάρις τὸν χθὲς παράνομον, σήμερον ποιεῖ Θεοῦ θεράποντα, οὐ μόνον ἐπιπολαίως, ἀλλὰ καὶ τῇ κατὰ Θεὸν συνειδήσει. Εἰ γὰρ ἤθελε μῖξαι χρυσὸν ὁ ἄνθρωπος, ἐγίνετο ἂν χρυσώδης ὁ ὕελος· ἀλλὰ τὴν ζημίαν φεύγων ἐπετεχνάσατο τῇ ἐπιβολῇ τοῦ λεπτοτάτου πετάλου. Ἡ δὲ μετάνοια θαρροῦσα τῇ φιλίᾳ τοῦ Θεοῦ συγκιρνᾷ τὸν μετανοήσαντα τῇ χάριτι τοῦ Ἁγίου Πνεύματος, καὶ ὅλον δι᾽ ὅλου υἱὸν Θεοῦ ποιεῖ τὸν ἄνθρωπον, ἵνα μὴ ἔχῃ τινὰ ἐπίθεσιν.

Ὁ ἅγιος νόμος εἶπε τὰ ἁγιαστήρια ὅλα ἀπὸ χρυσοῦ δημιουργεῖν. Οὐκ ἀφίησι τόπον διάκενον ἐν τοῖς κειμηλίοις ὁ νομοθέτης, ἵνα μάθωμεν τοὺς ἁγίους τοῦ Θεοῦ, ὅτι ὁλόκληρον ἔχουσι τὴν ἁγιότητα. Οὐκ ἀφίησι κοῦφον ἐν τοῖς ἁγίοις σκεύεσιν, ἵνα μὴ ἔχῃ τι κενὸν καὶ οὐ πρακτικὸν ὁ τοῦ Θεοῦ λειτουργός.

Οὐκ ἀφίησι τυχόντα χῶρον ἐν τοῖς ἁγίοις αὐτοῦ σκεύεσιν, ἵνα μὴ παρείσδυσιν ὁ Ἐχθρὸς ἔχῃ, ποῦ ἀποκρύπτεσθαι. Εἶπε καί τις τῶν σοφῶν· ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς. Ἄκουσον ὁ μετανοῶν, καὶ ἐξ ὅλης καρδίας πρόσελθε τῷ Θεῷ. Ἄκουσον ὁ ἁμαρτήσας, καὶ ὁλόκληρον τὴν εὐσέβειαν ἀνταποδίδωσί σοι. Σὺ σαυτὸν χωνεύεις, σὺ σαυτὸν ἐτάζεις, σὺ σαυτὸν μεταβάλλεις. Οὐκ ἔσται σοί τις ἕτερος, ἐν ᾧ ἂν ᾖς διάκονος. Οὐδείς σοι πρόφασις γίνεται, ἵνα μὴ ᾖς ὁλόκληρος. Ἐὰν μόνον ἔξωθεν ἔχῃς τὴν εὐσέβειαν, ἐπίπλαστος εἶ. Εἰ ἔχεις κουφότητα, εἰ ἔχεις τόπον τυχόντα, οὐ δύνῃ εἶναι σκεῦος ἅγιον. Ὁ διάκενος τόπος ἀτελεῖς δείκνυσιν. Ἡ προσφορὰ τὰ τέλεια θύει· πρόβατον, φησίν, ἄρσεν τέλειον ἐνιαύσιον προσοίσεις Κυρίῳ τῷ Θεῷ σου. Εἴπω σοι πῶς γίνεταί τις τέλειος ἐν μετανοίᾳ, ἵνα καὶ τὸν τρόπον ἀκούσας μὴ ἔχῃς πρόφασιν.

Ἄκουσον! Περὶ φαρμακείας μετανοεῖς; Πᾶν ἴχνος αὐτῆς ἐξόρισον. Μὴ ἀφεὶς τὰ φανερὰ ἐν τοῖς κρυπτοῖς πολιτεύῃ. Ἀφῆκας τὸ ἀνελεῖν ἀνθρώπους; Καὶ τῆς γλώττης κράτει· μὴ συκοφαντεῖν, μὴ λοιδορεῖν, μὴ ἐπιπλέκειν. Περὶ εἰδωλολατρίας μετανοεῖς; Φεῦγε κληδόνας, οἰωνισμούς, παρατηρήματα· μέρη ταῦτα εἰδωλολατρίας εἰσίν· ὅτι καὶ ἐν τούτοις συμβολικοῖς μαντεύονται, ἀστρολογοῦσι, προσέχουσι μαθηματικοῖς τερατοσκόποις. Περὶ πορνείας μετανοεῖς;

Πάσης αὐτῆς κατάγνωθι· ὅτι πᾶσαν ἀσέλγειαν αὕτη ἐγέννησε. Φείδου γέλωτος, εὐτραπελίας, αἰσχρολογίας, γαστριμαργίας· ταῦτα γὰρ ὁδὸς ἐπὶ πορνείαν. Περὶ ἀδικίας μετανοεῖς; Πᾶσαν αὐτὴν ἄπωσε· πάντα γὰρ πλεονασμὸν φιλαργυρίας αὕτη ἐβλάστησε. Περὶ ἐπιορκίας μετανοεῖς; Παντελῶς ἑαυτὸν ψεύδους ἀπόστησον καὶ κλοπῆς· βάραθρον γάρ ἐστι καὶ πρόθυρον ἐπιορκίας τὸ ψεῦδος. Περὶ πονηρίας μετανοεῖς; Φεῦγε τὸν θυμόν, τὸ μῖσος, τὸν φθόνον. Ἀνθίστασο τῇ δειλίᾳ καὶ πάσῃ φαυλότητι. Περὶ ἀφροσύνης μετανοεῖς; Μὴ μόνον παραιτοῦ τὰ θεωρεῖα, ἀλλὰ καὶ τὸν ἐν οἴκῳ καὶ τὸν πανταχῇ γέλωτα, καὶ πᾶσαν τέρψιν κοσμικὴν ἄπωσε· παλιννοστῆσαι γὰρ τὰ τοιαῦτα ἀναγκάζουσι. Περὶ κακοδοξίας μετανοεῖς; Αἱρετικοῖς μὴ πλησίαζε. Περὶ δυσπιστίας μετανοεῖς; Πᾶν συμπόσιον δημοτικὸν ἀποστρέφου. Περὶ μάχης μετανοεῖς; Ἔθισόν σου τὴν γλῶτταν πραέως ἀποκρίνεσθαι.

Σὺ σαυτὸν χωνεύεις ὁ ἁμαρτήσας· σὺ σαυτὸν ἐκ νεκρῶν ἀνιστᾷς. Ἐὰν οὖν ἐξ ἡμισείας ποιῇς τι, ἑαυτὸν ἀδικεῖς. Εἰ γὰρ τὸ παρὰ βραχὺ καὶ παρ᾽ ὀλίγον ἐστὶν ἐλλιπὲς καὶ ἀτελές, πόσῳ μᾶλλον τὸ παρὰ τὸ ἥμισυ; Τὶς ἐζήτησε καὶ ἐνεπόδισε τὸ ὀλίγον τῷ ὅλῳ, καὶ ἐνίκησε τὸ μικρὸν τὴν πλείονα μοῖραν· καὶ πάλιν νικήσει τὸ ἥμισυ τὸ ἕτερον ἥμισυ. Εἰ μὴ γὰρ ἐξ ὁλοκλήρου μετανοεῖς, καὶ γίγνῃ ἐξ ἡμισείας δίκαιος· ὅτι οὐδὲν ὀνήσει τὸν χοῖρον ἐξ ἡμισείας εἶναι καθαρὸν τὸ διχηλεῖν ὁπλήν· ἀποβέβληται γὰρ τὸ καθαρὸν ὅλον. Καὶ σύ, ἐὰν μὴ τελείως ἐπιστρέψῃς, ἔσῃ ὡς 〈ὁ〉 ὗς καὶ ὁ δασύπους· καὶ αὐτὸς γὰρ ἐξ ἡμισείας ὢν καθαρός, ὅλος ἐστὶν ἀκάθαρτος. Ὁ μὲν γὰρ μηρυκισμὸν ἀνάγει, ἀλλὰ καὶ κυνοποδεῖ· ὁ δὲ ὗς διχηλεῖ μέν, ἀλλ᾽ οὐκ ἀνάγει· καὶ εἰσὶν ἀκάθαρτα ἀμφότερα. Λέγει ὁ Σωτήρ, μὴ βάλητε τὰ ἅγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας τοῖς χοίροις, καὶ δείκνυσι τοὺς ἐξ ἡμισείας προσελθόντας ὡς χοίρους, καὶ τοὺς ἐπιστρέφοντας ἐπὶ τὴν ἁμαρτίαν ὡς κύνας· ἔθος γὰρ αὐτοῖς τοῖς ἰδίοις ἐμέτοις κεχρῆσθαι πάλιν.