Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Εισαγωγή και εξομολογητική διάθεση

Εισαγωγή στο θέμα της μετανοίας και της διδασκαλίας της, συνοδευόμενη από την ταπεινή ομολογία των προσωπικών πνευματικών αδυναμιών του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Περὶ μετανοίας Μάθωμεν, ἁμαρτωλοί, εὐσπλαγχνίαν, πῶς ἐστιν. Ὁ πλεονέκτης μάθε ποίῳ τρόπῳ ἱλάσθη. Συμπαθῶμεν, ἀδελφοί, ἀλλήλους ἐν εἰρήνῃ συμπάθειαν γέμουσαν πάσης φιλανθρωπίας, πρὸ τοῦ ἰσχύσαι τὸν Πονηρὸν τὰς ψυχὰς ἡμῶν συλῆσαι. Ἅπερ μοι ἀνηγγέλθη διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, πάντα γνωρίσαι δεῖ. Εἰ κἀγὼ ἄφρων εἰμὶ καὶ οὐδὲν ἐφύλαξα ἅπερ ἔμαθον ἐγώ, ἄλλος μαθὼν φυλάξει. Ἐξ ὑμῶν ἢ ἐξ ἐμοῦ, ὁ λόγος μὴ νεκρωθῇ καὶ μείνῃ ἄκαρπος. Μὴ ἀποκρύψωμεν τάλαντον βασιλέως ἐμπορεῦσαι αὐτῷ· σπόρον ζωῆς γέμοντα.

Μή μοι πρόσχῃς, μαθητά, εἰ πλανῶμαι τῆς ὁδοῦ· κἂν ἴδῃς με πταίοντα, ὀπίσω μου μὴ ἔλθῃς. Ὅρα Θεὸν καὶ Γραφάς· αὗταί σου ἤτωσαν τροφῆς. Καθάπερ διδάσκουσιν, οὕτω σπεῦσον βαδίζειν ἐν ταῖς αὐτῶν ἐντολαῖς. Ὡς ἐδιδάχθης, μεῖνον. Διδασκαλίαν ἐγὼ ποθῶ, οὐκ ἐπόθησα παιδείαν. Δέδοικα κακῶς ἀεὶ βαδίζων. Ἀνομιῶν πέπλησμαι. Ἑαυτὸν ἀνετάζων, τραύματά μου οὐ δεσμῶ.

Καθαίρειν οὐ σπουδάζω ζιζανίων τῶν ἐν ἐμοί, ἀλλ᾽ ἐπ᾽ ἐλπίδι προσδοκῶ. Μὴ στέναζε, μαθητά· ἅμα γὰρ τύπτεται ὁ διδάσκαλος ὁ σός. Τί, τέκνον, ὀδυνᾶσαι ὀδύνην ἀνωφελῆ; Ὁμοίως δὲ τί θρηνεῖς θρῆνον, κέρδος μὴ ἔχοντα;