Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Ο αόρατος πόλεμος και η αντιμετώπιση της απελπισίας

Ανάπτυξη της φύσης του πνευματικού αγώνα εναντίον του διαβόλου, με παραινέσεις για άμεση έγερση μετά την αμαρτία και αποφυγή της απόγνωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ὁ Πονηρὸς σοῦ ἀεὶ ἐκκαίει τὴν διάνοιαν, ὅπως γενήσῃ αὐτῷ μερὶς κληρονομίας. Σατανᾶς γὰρ ἐν δόλῳ πολλοὺς σπεύδει λυπῆσαι τοῦ δεξιώσασθαι καὶ ἐν γεέννῃ βαλεῖν δι᾽ ἀπογνώσεως. Ἐσυλήθης θησαυρόν, ἀλλ᾽ ἀκμὴν πάρεστί σοι ὁδὸς ἠνεωγμένη τῆς καλῆς ἐμπορίας. Ἔστι καιρὸς συνάξαι πάλιν τὸν σὸν θησαυρόν.

Μόνον μὴ ἀπελπίσῃς, ἀλλὰ σπούδασον αὐτὸν συναγαγεῖν· κἄν σε βέλος ἔτρωσε, μόνον ὅλως μὴ καταπέσῃς. Ἔως θανάτου στέρξον μὴ δειλανθεὶς τὴν πληγήν. Δεῖξόν σου τὴν ἄθλησιν ἐν τῇ πληγῇ ὑπάρχων, ἵνα πλακῇ σου τὸ στέμμα φαιδρᾶς πλοκῆς ἐνδόξου. Κἂν λῃστής σε ἐκδύσῃ, μὴ ῥᾳθυμήσῃς βαδίζων.

Ἐν πολέμῳ συμβαίνει τὸ τύψαι καὶ τυφθῆναι. Κἂν πάχνη πλήξῃ τὴν σὴν ἄρουραν, κατάσκαψε δὶς καὶ τρὶς φιλονεικῶν ἀόκνως. Σπεῦσον σπεῖραι τὸν σπόρον. Ἤδη κομᾷ τὰ νέφη καὶ βρέχει ὁ οὐρανός. Οὐκ ὠθεῖ σε ὁ κλέπτης τῆς ὁδοῦ. Μὴ φοβηθῇς τὸν φόρτον σου ἐπάρας.

Βάδιζε διαπαντὸς εἰς βασιλικὴν ὁδόν. Ἐν πολέμῳ ᾧ ἐτρώθης, ἐν αὐτῷ δυνήθητι λαβεῖν τὸ νῖκος. Ἐν τῷ τόπῳ ᾧ τὸν πρῴην θησαυρὸν ἐσυλήθης, ἐν αὐτῷ δύνῃ πάλιν τοῦτον ἐπισυνάξαι. Ὅπου γὰρ ἐξέχεεν ὁ βασιλεὺς Ἀχὰβ τὸ αἷμα τοῦ Ναβουθέ, ἐκεῖ κύνες ἔλειξαν τὸ αἷμα τοῦ ἀσεβοῦς Ἀχάβ, ὡς γέγραπται.

Τὸν Ναβουθὲ ἔξωσεν ἐκεῖνος τοῦ ἰδίου ἀμπελῶνος, καὶ σὲ ἡ ἁμαρτία βούλεται ἀπώσασθαι τοῦ Χριστοῦ. Τῷ τύπῳ τοῦ Σατανᾶ παρεικάσθη Ἀχάβ, τύπῳ δὲ ἀσεβείας ἔοικεν Ἰεζάβελ. Ἀμφότεροι τὸ αἷμα τὸ σὸν ἐπιποθοῦσιν, ὡς τὸ αἷμα Ναβουθὲ ὁ ἄνομος Ἀχάβ. Καθάπερ ἐφόνευσε δόλῳ τὸν δίκαιον, οὕτως καὶ ἀπέλαβε κρίσει τοῦ δικαίου. Ἔσπευσε ἀπολέσαι δόλῳ οὗτος δίκαιον, ὅπως εὐθὺς ἔκδικος ὁ Θεὸς ὀφθῇ δικαίου. Καὶ νῦν ἡ πάλη ἡμῶν ἀόρατος τυγχάνει, καθά φησιν ἡ Γραφή· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Ὁ Σατανᾶς τοὺς ἀνθρώπους κρύφα δόλῳ παλαίει· ὁ δὲ Χριστὸς ἐμφανῶς διασκεδάζει αὐτοῦ πᾶσαν τὴν ἐπιβουλήν, καὶ ἡμᾶς ἐνισχύει τροποῦσθαι αὐτόν.

Ἡ πάλη σου, ἀδελφέ, οὐκ ἔστιν ὡς ἔτυχεν, οὐδὲ γέλωτος ἀξία, ἀλλὰ πάντες οἱ Ἄγγελοι, καὶ ὁ Δεσπότης τούτων, θεωροῦσι τὴν σὴν πάλην, ἣν ἔχεις πρὸς τὸν Ἐχθρόν. Ὅταν οὖν σὺ νικητὴς γένῃ κατὰ τοῦ Ἐχθροῦ, ὁ Θεὸς καὶ οἱ Ἄγγελοι ἐπικροτοῦσι, καὶ χαίροντες οἱ Ἄγγελοι δοξάζουσι τὸν Θεὸν τὸν δόντα σοι δύναμιν νικῆσαι τὸν Πονηρόν. Διὸ καὶ ὁ πόλεμος ἐπὶ πλεῖον αὔξεται, ἵνα δόκιμος γένῃ καὶ ὁ Θεὸς δοξασθῇ καὶ οἱ ἄνθρωποι μιμηταί σου γένωνται. Καθὼς οὖν προείπομεν, ἐὰν βέλος σε τρώσῃ τοῦ πονηροῦ Ἐχθροῦ, ὅλως μὴ καταπέσῃς εἰς ἀπόγνωσιν, ἀλλ᾽ ὁσάκις ἂν ἡττηθῇς, μὴ μείνῃς ἐν τῇ ἥττῃ, ἀλλ᾽ εὐθὺς ἀναστὰς πολέμει πρὸς τὸν Ἐχθρόν· καὶ γὰρ ἕτοιμός ἐστιν ὁ ἀγωνοθέτης δοῦναί σοι τὴν δεξιάν, ὥστε ἀναστῆσαι ἀπὸ τοῦ πτώματός σου. Ὅταν γὰρ σὺ πρῶτος ἐκτείνῃς τὴν δεξιὰν καὶ αὐτὸς τὴν ἑαυτοῦ δεξιάν σοι δίδωσιν, ὥστε σε ἀναστῆσαι. Πᾶσα γάρ ἐστι σπουδὴ τοῦ μιαροῦ Ἐχθροῦ, ὥστε εἰς ἀνελπισίαν σε ἐνεγκεῖν, ὅταν πταίσῃς.

Σὺ οὖν, ἀγαπητέ, μὴ πεισθῇς αὐτῷ, ἀλλ᾽ ἑπτάκις ἂν πέσῃς τῆς ἡμέρας, σπούδαζε ἀνίστασθαι καὶ διὰ μετανοίας ἐξιλεοῦσθαι τῷ Θεῷ. Τίς οὖν μὲν ἐξεώσας τὸ βαλάντιον ἀφανὲς κατέστησεν, ἢ ποίῳ ἐμπόρῳ πραγματείας λειψάσης, καὶ τὰ λοιπὰ συνάξας ἐν θαλάσσῃ ἔρριψεν; Μὴ ῥίψας τὰ ὅπλα σου, ἅπερ ὁ Χριστός σοι δέδωκε, νῶτα δώσῃς τῷ Ἐχθρῷ εἰς ὕβριν τοῦ Δεσπότου σου. Δώσω σοι ἀπόδειξιν φανεράν τε καὶ σαφῆ. Ὁ ἀθλητὴς τοῦ κόσμου, λέγω δὴ τοῦ ματαίου, κἂν σφοδρῶς τυφθῇ ὑπὸ τοῦ ἀντιπάλου, οὐκ ἀπογνοὺς ἐαυτὸν φεύγει τὸν ἀγῶνα· τυχὸν γὰρ νῦν ἡττηθείς, τῇ ἑξῆς αὐτὸς νικᾷ.