Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Ο ουράνιος νυμφώνας και τα έσχατα

Η κλήση στη βασιλεία του Θεού, η προειδοποίηση για την αναγκαιότητα του πνευματικού ενδύματος, η σάλπιγγα της τελικής κρίσης και ο διαχωρισμός δικαίων και αμαρτωλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ἄγγελοι καὶ ἄνθρωποι μακαρίζουσιν αὐτούς, ὅτι προετίμησαν τὴν ἀγάπην τοῦ Θεοῦ ὑπὲρ ὅλον τὸν κόσμον. Καὶ ὁ Θεὸς ὁ ἅγιος, δίκαιος, ἀληθινὸς ἐχαρίσατο αὐτοῖς τὴν αὑτοῦ βασιλείαν· καὶ ἔτι μείζονα δόξαν ἐδωρήσατο αὐτοῖς, ἵνα βλέπωσιν αὐτὸν σὺν ἁγίοις Ἀγγέλοις πάντοτε μετὰ χαρᾶς. Πολλοὶ δὲ τῶν ἀνθρώπων τὴν γῆν ἐπεπόθησαν καὶ τὰ ἐν αὐτῇ φθαρτά· ἡλοῦται δὲ ὁ νοῦς αὐτῶν πάντοτε εἰς τὸ φθαρτόν, καὶ σχεδὸν ὡς ἄλογα τρέφουσι τὰ σώματα αὐτῶν ἐν βρώμασιν, ὡς ἀθανάτου ὄντος τοῦ βίου τοῦ ματαίου.

Τί πράττεις, ὦ ἄνθρωπε, διάγων ὡς ἄλογον; Συνετόν, διακριτικὸν ἔκτισέ σε ὁ Θεός, μὴ ὁμοιωθῇς αὐτὸς κτήνεσιν ἀνοήτοις τῇ σῇ ἀδιακρισίᾳ. Νῆψον, ἄνθρωπε, μικρόν, καὶ ἐλθὲ εἰς ἑαυτὸν καὶ γνῶθι ὡς συνετός, ὅτι ἐκ τοῦ οὐρανοῦ διὰ σὲ ἐλήλυθεν ὁ Θεὸς ὁ ὕψιστος, ἵνα σε ἀπὸ τῆς γῆς ὑψώσῃ πρὸς οὐρανόν. Εἰς τοὺς γάμους ἐκλήθης οὐρανίου Νυμφῶνος, ἵνα τί καταφρονῇς; Διατί δυσχεραίνεις;

Πῶς ἔχεις ἀπέρχεσθαι εἰς τοὺς γάμους, εἰπέ μοι, ἐσθῆτα πολύτιμον καὶ τῶν γάμων ἐπάξιον οὐκ ἔχων; Λαμπάδα οὐ κατέχεις καὶ πῶς ἔχεις εἰσελθεῖν; Καταφρονῶν εἰσέρχῃ; Ἀκούεις παραχρῆμα τῆς φοβερᾶς ἐκείνης φωνῆς· ἑταῖρε, πῶς εἰσῆλθες εἰς τοὺς γάμους μὴ ἔχων ἔνδυμα τοῦ γάμου τῆς ἐμῆς βασιλείας; Καταφρονῶν εἰσῆλθες, ἵνα ὕβριν ποιήσῃς διὰ τῆς γυμνότητος τοῖς ἐμοῖς συμποσίοις;

Καὶ λέγει ὁ Βασιλεὺς τοῖς ἰδίοις ὑπηρέταις· δήσατε τὸν ἄθλιον χεῖρας ὁμοῦ καὶ πόδας, καὶ ἐμβάλετε αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρός, ὅπως κολασθῇ εἰς αἰῶνα αἰῶνος, διότι ἐγὼ αὐτὸς ἀπὸ χρόνων ἱκανῶν ἦλθον, καὶ ἐκάλεσα ἅπαντας εἰς τοὺς γάμους, οὗτος δὲ καταφρονῶν τῆς ἐμῆς κλήσεως, οὐχ ἡτοίμασεν αὑτῷ ἔνδυμα εἰς τοὺς γάμους· διὸ κελεύω ὑμῖν κολάσαι τὸν ἄθλιον, ὅτι κατεφρόνησε τῆς ἐμῆς βασιλείας.

Ἆρα οὐ φοβῇ ταῦτα; Οὐ τρέμεις, ὦ ἄνθρωπε, ὅτι ἔγγιστά ἐστιν ὁ Νυμφίος ἐκλάμψαι; Οὐκ οἶδας ὅτι πάντα ἕτοιμα παρεστήκει, καὶ σάλπιγξ οὐράνιος τὸ νεῦμα ἐκδέχεται; Καὶ τί ποιήσεις ἐκεῖ ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἐὰν μὴ ἑτοιμασθῇς πρὸς τὴν ὥραν ἐκείνην τοῦ μακαρισμοῦ τοῦ Θεοῦ; Θεοῦ γὰρ μακαρισμὸς τοῖς ἀξίοις γίνεται. Σάλπιγξ ἡ οὐράνιος ἐξ οὐρανοῦ σαλπίζει, καὶ λέγει· ἐγείρεσθε, ἠγαπημένοι Χριστοῦ. Ἰδοὺ παραγέγονε Βασιλεὺς οὐράνιος τοῦ δοῦναι ὑμῖν ἀνάπαυσιν καὶ χαρὰν ἐν ζωῇ αἰωνίῳ ἀντὶ τοῦ μόχθου ἐκείνου τῆς ὑμῶν ἀσκήσεως. Ἐγείρεσθε, ἴδετε Χριστὸν τὸν Βασιλέα, Νυμφίον ἀθάνατον, ὃν ὑμεῖς ἐποθεῖτε· αὐτὸν γὰρ ποθήσαντες δι᾽ αὐτὸν γεγόνατε πάροικοι ἐπὶ τῆς γῆς. Ἐγείρεσθε, ἴδετε τὴν βασιλείαν αὐτοῦ, ἣν ἡτοίμασεν ὑμῖν· ἐγείρεσθε, ἴδετε Χριστὸν τὸν ποθούμενον· ἐγείρεσθε, ἴδετε ἀκόρεστον Κύριον, ὃν καὶ ἠγαπήσατε, δι᾽ ὃν καὶ ἐθλίβητε, δι᾽ ὃν καὶ ἠσκήσατε. Δεῦτε νῦν καὶ ἴδετε ἐν πολλῇ παρρησίᾳ αὐτὸν τὸν ποθούμενον, καὶ χαρῆτε σὺν αὐτῷ χαρᾷ ἀνεκλαλήτῳ, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν.

Δεῦτε, ἀπολάβετε ὧν ὀφθαλμὸς οὐκ εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ χαρίζεται ὑμῖν αὐτὸς ὁ ποθούμενος. Ἁρπάζονται γὰρ οἱ ἅγιοι ἐν νεφέλαις φωτειναῖς εἰς ἀπάντησιν αὐτοῦ. Ἵπτανται καὶ δίκαιοι καὶ ἄξιοι τοῦ Θεοῦ ἐν ὕψει τοῦ ἀέρος ἐν δόξῃ ἀνεικάστῳ ἰδεῖν τὸν οὐράνιον Νυμφίον ἀθάνατον.

Τίς ἄρα ἐστὶν ἄξιος ἁρπαγῆναι ἐν νεφέλαις ἐν τῇ ὥρᾳ ἐκείνῃ μετὰ χαρᾶς μεγάλης εἰς ἀπάντησιν τοῦ Χριστοῦ; Οἱ ἄξιοι μὲν ἅπαντες ἁρπάζονται ἐν δόξῃ· πάντες δὲ οἱ ἀσεβεῖς ἀπομένουσι κάτω μετ᾽ αἰσχύνης μεγάλης. Μακαρισμοὶ καὶ χαρὰ τοῖς σπουδάσασιν ἐνταῦθα, κόλασις καὶ αἰσχύνη πᾶσι τοῖς ἁμαρτωλοῖς. Μακάριος ἐκεῖνος, ὁ σπουδάσας ἐντεῦθεν εὑρεθῆναι ἄξιος εἰς τὴν ὥραν ἐκείνην· καὶ ἄθλιος ἐκεῖνος, ὃς πάλιν ἀνάξιον ἑαυτὸν ἐποίησεν εἰς τὴν ὥραν ἐκείνην. Νεφέλαι ἁρπάζουσιν ἅπαντας τοὺς ἁγίους ἀπὸ γῆς εἰς οὐρανόν· πάλιν καὶ τοὺς ἀσεβεῖς Ἄγγελοι ἁρπάζουσιν ἐμβαλεῖν εἰς κάμινον τοῦ πυρὸς τοῦ ἀσβέστου.