Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Η πρόσκληση σε μετάνοια και η θεία ευσπλαχνία

Η αναγκαιότητα της έγκαιρης προσέλευσης, ο πνευματικός αγώνας κατά των μεθοδειών του πονηρού και η άπειρη συγκατάβαση του Θεού προς τους μετανοούντες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ μετανοίας Ὁ κατελθὼν Κύριος ἐκ τοῦ κόλπου τοῦ Πατρός, καὶ γενόμενος ἡμῖν ὁδὸς σωτηρίας, περὶ τῆς μετανοίας ἡμᾶς διδάσκει διὰ τῆς μακαρίας καὶ θείας αὐτοῦ φωνῆς, λέγων· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· οὔτε, πάλιν, χρῄζουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Ἐὰν ἐγὼ ταῦτα λέγω, μήποτέ μου ἀκούσῃς· ἂν δὲ αὐτὸς ὁ Κύριος, διατί καταφρονεῖς ἀμελῶν σου τῆς ζωῆς; Ἐὰν σύνοιδας σεαυτῷ ὅτι ἔχεις ἔνδοθεν τραύματα λογισμῶν καὶ πράξεων, διατί σὺ ἀμελεῖς τῶν κρυπτῶν σου τραυμάτων; Τί φοβῇ τὸν ἰατρόν; Οὐκ ἔστιν ἀπότομος, οὔτε πάλιν ἄσπλαγχνος, οὔτε ἀνελεήμων. Οὐ χρᾶται τῷ σιδήρῳ, οὔτε πάλιν φαρμάκῳ αὐστηρῷ καὶ καυστικῷ· μόνῳ λόγῳ ἰᾶται.

Ἐὰν βούλῃ προσελθεῖν, πλήρης ἀγαθῶν ἐστι καὶ πλήρης εὐσπλαγχνίας. Διὰ σὲ παραγέγονεν ἐκ τοῦ κόλπου τοῦ Πατρός· διὰ σὲ ἐσαρκώθη, ἵνα αὐτῷ προσέλθῃς ἀφόβως· διὰ σὲ ἐνηνθρώπησεν, ἵνα σε ἰάσηται τῶν δεινῶν σου τραυμάτων. Μετὰ πολλῆς ἀγάπης καὶ πάσης χρηστότητος φωνεῖ σε πρὸς ἑαυτόν.

Πρόσελθε, ἁμαρτωλέ· ἰάθητι εὐχερῶς· ἀπόρριψον ἀπὸ σοῦ ἁμαρτιῶν τὸ βάρος· δέησιν προσένεγκε καὶ δάκρυα ἐπίθες εἰς τὴν σηπεδόνα. Οὗτος γὰρ ὁ ἰατρὸς οὐράνιος· ἀγαθὸς ὢν δάκρυσι καὶ στεναγμοῖς ἰᾶται τὰ τραύματα. Πρόσελθε, ἁμαρτωλέ, τῷ ἀγαθῷ ἰατρῷ, προσφέρων τὰ δάκρυα, τὸ κάλλιστον φάρμακον. Οὕτω γὰρ καὶ βούλεται ὁ οὐράνιος ἰατρὸς ἰαθῆναι ἕκαστον τοῖς ἰδίοις δάκρυσι καὶ σωθῆναι· τοῦτο γὰρ τὸ φάρμακον οὐ κρατεῖ ἐπὶ πλεῖον, οὐδὲ στύφει τὸ τραῦμα, ἀλλ᾽ εὐθὺς ἰᾶταί σε. Ὁ ἰατρὸς ἐκδέχεταί σου ἰδεῖν τὸ δάκρυον· πρόσελθε, μὴ φοβηθῇς· δεῖξον αὐτῷ τὸ τραῦμα, προσφέρων καὶ φάρμακον, δάκρυον καὶ στεναγμόν. Ἰδοὺ γὰρ ἀνέῳκται θύρα τῆς μετανοίας, σπούδασον, ἁμαρτωλέ, πρὶν αὐτὴν ἀποκλείσῃ.

Οὐκ ἐκδέχεται καιρὸν πρὸς τὴν σὴν ἀμέλειαν, οὐδὲ αὕτη ἡ θύρα βλέπουσά σε ῥᾴθυμον ἐκδέχεται προσμένειν τῇ σῇ καταφρονήσει. Διατί ἐμίσησας τὴν ζωήν σου, ἄθλιε; Τί ἀνώτερον ἄρα τῆς ψυχῆς σου, ἄνθρωπε; Σὺ δέ, ὦ ἁμαρτωλέ, ταύτης κατεφρόνησας. Οὐκ οἶδας, ἀγαπητέ, ποίαν ὥραν κελεύει ὁ οὐράνιος ἰατρὸς ἀποκλεῖσαι τὴν θύραν τῆς αὑτοῦ ἰάσεως.

Πρόσελθε, παρακαλῶ. Σπούδασον ἰαθῆναι. Χαροποιῆσαι θέλεις στρατιὰν οὐράνιον ἐν τῇ σῇ μετανοίᾳ. Ὁ ἥλιος ἔφθασεν εἰς ἑσπερινὴν ὥραν· διὰ σὲ περιμένει, ἵνα φθάσῃς εἰς μονήν. Ἕως πότε ἀνέχῃ τοῦ μιαροῦ Ἐχθροῦ σου, ἀναιδῶς ἐπιτελῶν ἐκείνου τὸ θέλημα; Ἐκεῖνος γὰρ βούλεται καὶ εἰς πῦρ σε ἐμβαλεῖν· αὕτη αὐτοῦ ἡ σπουδή· τοῦτο αὐτοῦ χάρισμα τοῖς ἀγαπῶσιν αὐτόν. Αὐτὸς πολεμεῖ ἀεὶ σὺν ταῖς κακαῖς καὶ μιαραῖς ἐπιθυμίαις, μετὰ πάντων ἀνθρώπων· αὐτὸς πάλιν ὁ μιαρὸς εἰς ἀπόγνωσιν φέρει τοὺς αὐτῷ πειθομένους· σκληρύνει τὴν καρδίαν, ξηραίνει τὰ δάκρυα, ἵνα μὴ κατανυγῇ ἁμαρτωλός. Παντελῶς φεῦγε τοῦτον, ἄνθρωπε, μίσησον καὶ βδελύσσου τὰ αὑτοῦ ἐράσμια. Μίσησον τὸν Πονηρόν, καὶ φεῦγε τὸν Δόλιον· ἀνθρωποκτόνος γάρ ἐστιν ἀπ᾽ ἀρχῆς μέχρι τέλους. Φεῦγε αὐτόν, ἄνθρωπε, ἵνα μή σε φονεύσῃ. Ἄκουσον, ἀγαπητέ, τῆς μακαρίας φωνῆς λεγούσης καθ᾽ ἑκάστην· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Λάβετε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε, ὅτι ἥσυχός εἰμι, πραῢς καὶ ἐπιεικής, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ἀνάπαυσίν σοι λέγει, καὶ ζωὴν ἐπαγγέλλεται ἡμέραν καθ᾽ ἡμέραν. Πρόσελθε, μὴ φοβηθῇς.

Ἀγαθὸς 〈καὶ〉 ἀνενδεὴς ὑπάρχει ὁ Δεσπότης· οὐ ζητεῖ γραμματεῖα πασῶν ἁμαρτιῶν. Καταφυγὴ τυγχάνει ἀπὸ πάντων τῶν κακῶν· ἰᾶται τὰ τραύματα· χαρίζεται καὶ ζωὴν ἀφθόνως ὡς ἀγαθός· προσδέχεται εὐχερῶς τοὺς αὐτῷ προσπίπτοντας, ἐπειδὴ Θεὸς μέγας καὶ προγνώστης τυγχάνει, ἐπιστάμενος ἡμῶν πάσας τὰς ἐνθυμήσεις.

Ὅταν τις προσέρχηται πρὸς αὐτὸν ἰαθῆναι, ὁρᾷ αὐτοῦ καρδίαν καὶ πᾶσαν προθυμίαν. Ὅταν ἀμετάθετον τὸν εὐσεβῆ λογισμὸν ἔχῃ προσερχόμενος, αὐτὸς ὁ ἀγαθὸς Θεὸς διὰ τὴν αὑτοῦ χρηστότητα εὐθέως εὑρίσκεται τοῖς αὐτὸν ἐκζητοῦσι· καὶ πρὶν ἢ ἀναβλέψαι ἄνθρωπον εἰς τὸν Θεόν, λέγει αὐτῷ· πάρειμι· καὶ πρὶν αὐτῷ ἐγγίσαι, ἀνοίγει τὸν θησαυρὸν ἔμπροσθεν τοῦ ζητοῦντος. Πρὶν ἐκχέει δάκρυον, ἐκχέει τοὺς θησαυρούς, καὶ πρὶν αὐτοῦ δεηθῆναι, καταλλάσσεται αὐτῷ· πρὶν αὐτὸν προσεύξασθαι, τυγχάνει τοῦ ἐλέους· ἡ γὰρ ἀγάπη τοῦ Θεοῦ οὕτω ποθεῖ καὶ θέλει τοὺς μετ᾽ ἀληθείας προσερχομένους αὐτῷ. Οὐ βραδύνει ἀκοῦσαι· οὐδὲ πάλιν ἐγκαλεῖ τῷ προσελθόντι ἀσεβεῖ· διατί τοσοῦτον χρόνον ἐδούλευσας τῷ Ἐχθρῷ, ἐμοῦ δὲ τοῦ Δεσπότου ἑκὼν κατεφρόνησας; Οὐ ζητεῖ ποσότητα τοῦ παρελθόντος χρόνου, μόνον τὴν ταπείνωσιν. Δάκρυα καὶ στεναγμοὺς τοῦ αὐτῷ προσπίπτοντος θεωρεῖ ὁ Δεσπότης. Ὅτι προγνώστης ἐστίν, ὡς Θεὸς ἡμῶν καὶ πλάστης, παραχρῆμα συγχωρεῖ πάσας τὰς ἁμαρτίας, πάντα τὰ παραπτώματα λογισμῶν καὶ πράξεων· καὶ τὴν στολὴν τὴν πρώτην λέγει ἐνεχθῆναι αὐτῷ, καὶ πάλιν δακτύλιον ἐπὶ χεῖρα δεξιάν· καὶ πᾶσι τοῖς Ἀγγέλοις κελεύει συγχαρῆναι εἰς τὴν εὕρεσιν ταύτης τῆς τοῦ ἁμαρτωλοῦ ψυχῆς.

Μακάριοι γάρ ἐσμεν πάντες ἡμεῖς ἄνθρωποι, οἷον Δεσπότην ἔχομεν γλυκύν, ἀμνησίκακον, ἀγαθόν, οἰκτίρμονα, εὔσπλαγχνον, μακρόθυμον, συγχωροῦντα πάντοτε τὰς ἡμῶν ἀσεβείας, ἐὰν ἡμεῖς θέλωμεν. Ἰδοὺ γὰρ παρακαλεῖ, ἰδοὺ καὶ μακροθυμεῖ, ἰδοὺ ἡμῖν παρέχει πάντα αὐτοῦ τὰ ἀγαθὰ ἐν τῷ αἰῶνι τούτῳ κἀκεῖ, ἐὰν θέλωμεν. Δεῦτε οὖν, δεηθῶμεν, ἕως οὗ καιρός ἐστιν· ὧδε ἐν τῷ βίῳ τούτῳ, ὅσον ἤμεθα ἡμεῖς, δυνάμεθα πάντοτε δυσωπῆσαι τὸν Θεόν. Εὐχερὲς ἡμῖν ἐστι ζητῆσαι συγχώρησιν· εὔθετον ἡμῖν ἐστι καὶ κρούειν εἰς τὴν θύραν τῆς αὑτοῦ εὐσπλαγχνίας. Ἐκχέωμεν δάκρυα, ἕως οὗ ἐστι καιρὸς δεχθῆναι τὰ δάκρυα· ἵνα μὴ ἀπελθόντες εἰς τὸν ἐκεῖ αἰῶνα κλαύσωμεν ἀνωφελῶς· ἐκεῖ γὰρ τὰ δάκρυα εἰς οὐδὲν λογίζονται. Ὅσον ἡμεῖς θέλομεν, τοσοῦτον καὶ συγχωρεῖ ὁ Θεὸς ὁ ἀγαθός.