Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μοναχῶν

Ἐφραίμ ὁ Σύρος

Ασυμβατότητα του μοναχικού βίου με τον υλικό πλούτο

Αντιπαραβολή του ακτήμονος με τον φιλοκτήμονα μοναχό και επισήμανση της πνευματικής ζημίας από την ενασχόληση με τα βιωτικά ζητήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ταύτην δὲ τὴν παραβολὴν χρήσομαι ὑμῖν. Μοναχὸς φιλοκτήμων καὶ πλούσιος κοσμικὸς κτήτωρ· μοναχὸς δὲ πένης οὐράνιος πολίτης. Ὅσοι μοναχοὶ ἐν πλούτῳ καὶ τρυφῇ διάγουσιν, οὐδὲν διαφέρουσι τῶν ἐν τῷ βίῳ κοσμικῶν τρυφητῶν καὶ σπαταλιστῶν. Ἔτι δὲ ξένοι τῆς ἀγγελικῆς διαγωγῆς εἰσιν, ἀλλὰ καὶ ψεῦσται εὑρίσκονται. Καὶ ἤδη μὲν τὸν κόσμον ἀποταξάμενοι, καὶ πάλιν ἐν τῷ βίῳ καὶ τῷ πλούτῳ καὶ τοῖς ἰδίοις συγγενέσιν ἀναστρεφόμενοι. Οὐδὲ μοναχικὸν σχῆμα ἔτι δύνανται φορεῖν οἱ ἐν τῷ βιωτικῷ πλούτῳ ἀναστρεφόμενοι· οὐ δυνατὸν γὰρ δουλεύειν Θεῷ καὶ μαμωνᾷ, φησὶν ὁ Κύριος. Καὶ αὐτοὶ οἱ Ἀπόστολοι ἐρωτήσαντες τὸν αὐτῶν Διδάσκαλον καὶ εἰπόντες, ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, οὐκέτι αὐτὸν ἀφέντες ἀπῆλθον εἰς τὸν κόσμον, οὐδὲ ἐστράφησαν εἰς ὀπίσω, ἤγουν ἐν πλούτῳ.

Ἐὰν γοῦν ἴδῃς μοναχὸν πλούσιον καὶ φιλήδονον, φιλάργυρόν τε καὶ ἀσυμπαθῆ, διώκοντα πλοῦτον βιωτικόν, ἀγαπῶντα τρυφὴν καὶ κέρδη κοσμικά, ἄφες τὰ κατὰ σὲ καὶ κλαῦσον αὐτόν, ὅτι ἐν νυκτὶ καὶ ἐν σκότει πορεύεται ὁ τοιοῦτος· οὐδὲ γὰρ βούλεται ὁ Θεὸς μοναχὸν τὸν οἱονοῦν ἀφεῖναι τὰ πνευματικὰ καὶ φροντίζειν τὰ κοσμικά, κἂν δοκεῖ εὔλογόν τινα ἀφορμὴν ἔχειν· χλεύη γάρ ἐστιν αὕτη τοῦ Διαβόλου, καὶ πειρᾶται αὐτὸν ἀπολέσαι. Οἱ γὰρ διὰ τὰ σωματικὰ καὶ βιωτικὰ πράγματα καταμελοῦντες καὶ παρεκκλίνοντες τῶν πνευματικῶν, μεγάλην καὶ διηνεκῆ ζημίαν ὑφίστανται, μὴ νοοῦντες, μηδὲ εἰς νοῦν λαβεῖν δυνάμενοι τὴν θείαν φωνήν, τό, οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.