Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ παρθενίας

Ἐφραίμ ὁ Σύρος

Η διαφύλαξη της παρθενίας και ο αγώνας κατά των ρυπαρών λογισμών

Εισαγωγή στην αξία της παρθενίας, η θεώρηση του σώματος ως ναού του Θεού και η σημασία της καλλιέργειας των αρετών έναντι των επιθέσεων του Πονηρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Λόγος περὶ παρθενίας Περὶ παρθενίας καὶ ἁγιασμοῦ ψυχῆς Παῦλος ἀπόστολος, ὁ ἄριστος σύμβουλος, πάντας ἡμᾶς διδάσκει, καὶ κρείττονα ἡγεῖται τὸν βαθμὸν τῆς παρθενίας 〈καὶ〉 ἀνώτερον τοῦ κόσμου· ὁ γὰρ ἔχων γυναῖκα, φησὶν ὁ Ἀπόστολος, ταύτην ἔχει μέριμναν, πῶς γυναικὶ ἀρέσει, ὁ πολιτευόμενος δὲ ἐν παρθενίᾳ, ἀεὶ ταύτην ἔχει μέριμναν, πῶς τῷ Κυρίῳ ἀρέσει. Ἐκείνη ἡ μέριμνα ἀπάγει εἰς κόλασιν· αὕτη δὲ ἡ μέριμνα εἰς ζωὴν αἰώνιον. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν τῷ Κυρίῳ ἀρέσαι, καὶ φυλάσσων καθαρὸν τὸ σῶμα τὸ ἴδιον, ἵνα γένηται ναὸς ἅγιος καὶ ἄχραντος Χριστοῦ τοῦ βασιλέως.

Ἐγένου ναὸς ἑκουσίως, ἄνθρωπε; Πρόσεχε οὖν σεαυτῷ ἐν ἡμέρᾳ καὶ νυκτί, ἵνα μὴ διαφθαρῇ ὁ ναός, ὃν ἐκτήσω ἐν τῇ σῇ ἐξουσίᾳ. Αὐτὸς τῇ σῇ βουλῇ καὶ τῇ σῇ ἐξουσίᾳ ἐγένου ναὸς Θεοῦ, οὐχὶ δὲ κατὰ βίαν, ἀλλὰ τῇ προθυμίᾳ.

Οἶδας καὶ αὐτὸς σαφῶς, ὁ γενόμενος ἄνθρωπος τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅτι Πνεῦμα Θεοῦ οἰκεῖ ἐν τῷ ναῷ, ἐάν ἐστι καθαρὸς καὶ ἁγιάζει ἑαυτόν, ἵνα ἐστὶν εὔχρηστος τῷ ἰδίῳ Δεσπότῃ. Ἄκουσον, ἀδελφέ μου γνήσιε, καὶ γράψον τὰ ῥήματα τῆς ἐμῆς εὐτελείας ἐπὶ τῇ καρδίᾳ σου. Περίζωσον σεαυτὸν πίστει τῇ εἰλικρινεῖ, ἐλπίδι καὶ ἀγάπῃ, καὶ στῆθι ὡς δυνατός, φυλάττων ναὸν Θεοῦ ἀπὸ πάντων ῥυπαρῶν λογισμῶν.

Γενοῦ δὲ ὅλος αὐτὸς ὀφθαλμὸς διηνεκῶς κατασκοπῶν, θεωρῶν τοῦ Πονηροῦ πειρατάς. Ἐπιρρίπτουσιν ἀεὶ πειραταὶ τοῦ Πονηροῦ, ὅπως εὕρωσί τινα χαῦνον καὶ μετέωρον, ἵνα διαφθείρωσιν ἐκείνου ἀθλίου τὸν ναὸν τοῦ σώματος, καὶ μηκέτι ὑπάρχει εὔχρηστος τῷ Δεσπότῃ.

Πρόσεχε οὖν σεαυτῷ, ἵνα μήποτε εὑρεθῇς εἰσδεχόμενος αὐτὸς τοῦ Πονηροῦ πειρατάς. Συνιεῖς, ὧ ἀδελφέ, τίνες εἰσὶ πειραταὶ Πονηροῦ καὶ φονευταί; Λογισμοὶ ῥυπαροί, ἐπιθυμίαι κακαί, θυμοί τε καὶ ταραχαί, ὀργαὶ καὶ ἐρίθειαι καὶ δουλεῖαι τῶν παθῶν. Οὗτοί εἰσι πειραταὶ ἀναίσχυντοι καὶ κακοί, μὴ παυόμενοί ποτε, μηδὲ κορεννύμενοι ἀπὸ τῆς πονηρίας, καὶ νικώμενοι ἀεὶ αὑτοὺς ἐπιρρίπτουσιν. Ἀναίσχυντος τυγχάνει ῥίζα ἐπιθυμίας. Ἐὰν ἐκκοπῇ καθ᾽ ἡμέραν, βλαστάνει καθ᾽ ὥραν. Ἐκρίζωσον, ἀδελφέ, ῥίζαν ἐπιθυμίας ἀπὸ τῆς σῆς καρδίας, ἵνα μὴ καθ᾽ ὥραν προβαίνῃ καὶ βλαστάνῃ. Κἂν μυριάκις ἐκτέμνῃς, δὶς τοσοῦτον ἐκφύει, ἐὰν μὴ ῥίζα αὐτῆς ἐκριζωθείη παντελῶς. Ἀγώνισαι συνεχῶς, ἵνα ᾖς ναὸς Θεοῦ ἄσπιλος καὶ ἄμωμος. Ἐὰν σὺ εὐτρεπίσῃς τὸν ναόν σου τῷ Θεῷ, αὐτὸς Θεὸς ἅγιος δίδωσιν ἀντάλλαγμα τὸν τερπνὸν παράδεισον εἰς τὴν σὴν ἀνάπαυσιν, διὰ νίκης τῶν παθῶν καὶ ῥυπαρῶν λογισμῶν. Περιγενοῦ φυλάττων τὸν ναόν σου ἅγιον, ἵνα ἐστὶν εὐπρεπής, εὐπρόσδεκτος τῷ Θεῷ.

Πρόσεχε οὖν σεαυτῷ, μὴ ἀντὶ τοῦ ἁγίου καὶ ἀχράντου Δεσπότου τὸν Ἐχθρὸν τὸν μιαρὸν εἰσάξῃς εἰς τὸν ναόν, καὶ φθαρῇ σου ναὸς δι᾽ ἀναισχυντίας τοῦ μισοκάλου Ἐχθροῦ. Ἀναίσχυντος τυγχάνει, ἀναιδὴς τῇ προθέσει. Πλειστάκις ἐπιτιμῶν ἔξω αὐτὸν ἐκβάλλεις, αὐτὸς δὲ ἀναισχύντως τοῦ εἰσελθεῖν πυκτεύει.

Ἐὰν τοῦτον εἰσαγάγῃς εἰς τὸν ναὸν τοῦ σώματος, ἀναίτιος ὁ Θεός, ἄχραντος καὶ ἅγιος. Οὐκ αὐτὸς ἀπώσατο, ἀλλὰ σὺ ἐδίωξας. Εἰσήγαγες μιαρόν, ἀπώλεσας ἅγιον. Βασιλέα μισήσας, τύραννον ἠγάπησας. Πηγῆς ζωῆς ἀποστάς, τῷ βορβόρῳ ὁμιλεῖς, καὶ τοῦ φωτὸς στερηθείς, μετὰ σκότους κοινωνεῖς. Διὰ σὴν χαυνότητα σεαυτὸν παρέδωκας τῷ ἐχθρῷ καὶ μιαρῷ. Ὁ Θεὸς ἅγιος εὐδόκησεν οἰκῆσαι ἐν τῷ ναῷ σου ἀεί, αὐτὸς δὲ ἐλύπησας τὸν ἀγαθὸν Κύριον, ἀκόρεστον Δεσπότην, ποθοῦντα δοῦναί σοι τὴν αὑτοῦ βασιλείαν. Τοῖς γινομένοις ναοῖς ἀμώμοις καὶ καθαροῖς, ἐνοικεῖ ὁ Θεὸς ἐν τῷ αὑτῶν σώματι. Ἐὰν αὐτὸς ποθῇς ἀεὶ ἐνοικῆσαι τὸν Θεὸν ἐν τῷ σώματί σου πάσας τὰς ἡμέρας σου, ὅσας ζῇς ἐπὶ τῆς γῆς, αὐτὸς Θεὸς ἅγιος ἐν ἑαυτοῦ παραδείσῳ, ἐν φωτὶ ἀνεικάστῳ καὶ ζωῇ ἀθανάτῳ, εἰς αἰῶνα αἰῶνος, μετὰ χαρᾶς μεγάλης ἀναπαύσει σε ἐκεῖ. Ἤκουσας τοῦτο ἄρα, ἢ καὶ ἔγνως αὐτός, ὅτι μία ἡμέρα ἐν τῷ φωτὶ ἐκείνῳ τῆς βασιλείας τοῦ Θεοῦ χίλια ἔτη εἰσὶν ἐν τῷ αἰῶνι τούτῳ.

Ἄνοιξον καρδίαν σου, κατάδεξαι, ἀδελφέ. Ἐπιπόθησον Θεὸν πάσας τὰς ἡμέρας σου. Γλυκασμὸς καὶ φωτισμὸς καὶ χαρὰ ἀεί ἐστιν ἐπιπόθησις Θεοῦ. Ἂν ποθῇς αὐὸν ἀεί, ἐνοικήσει ἐν σοὶ ἀεί. Θεὸς ζηλωτής ἐστιν. Ἄχραντός ἐστι καὶ ἅγιος. Ἐνοικήσει ἐν τῇ ψυχῇ τῶν φοβουμένων αὐτόν, καὶ ποιεῖ θέλημα ἀγαπησάντων αὐτόν.

Θέλεις εἶναι τοῦ Θεοῦ ναὸς ἅγιος καὶ ἄμωμος; Ἔχε εἰκόνα αὐτοῦ ἐν καρδίᾳ σῇ ἀεί. Εἰκόνα Θεοῦ φημὶ οὐ διὰ χρωμάτων ἐπὶ ξύλου τύπωσιν, ἢ ἐπί τινος ἄλλου, ἀλλ᾽ ἐκείνην λέγω τὴν εἰκόνα τοῦ Θεοῦ τὴν διὰ καλῶν ἔργων, νηστειῶν, ἀγρυπνιῶν, κατορθωμάτων καλῶν, ἐγκρατειῶν καὶ εὐχῶν ζωγραφουμένην ἀσπίλως ἐν τῇ ψυχῇ διηνεκῶς· καὶ χρώματα εἰκόνος οὐρανίου Δεσπότου κατορθώματά εἰσι καὶ λογισμοὶ καθαροί, γυμνότης τῶν γηΐνων μετὰ πρᾳότητος καὶ σεμνοῦ βίου ἀεί.