Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ παθῶν

Ἐφραίμ ὁ Σύρος

Εξομολόγηση της υποταγής στα πάθη και την αμαρτία

Ο συγγραφέας ομολογεί την εκούσια υποδούλωσή του στα πάθη, την απροθυμία του προς το αγαθό και την αιχμαλωσία του στην αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ τῶν παθῶν Θέλω εἰπεῖν ἐνώπιον τῆς δόξης σου, Χριστὲ Σωτήρ, πᾶσαν πικρότητα ἐμήν, πονηρίαν, ἀλογίαν· ἐρῶ πάλιν πᾶσάν μου τερπνότητα, γλυκύτητα, ἃ μετ᾽ ἐμοῦ ἐποίησας ἕνεκέν σου, φιλάνθρωπε. Ἐκ κοιλίας μητρὸς ἐμῆς ἐγενόμην παροξυντής, ἀθετητὴς τῆς χάριτός σου, ἀπρόθυμος εἰς ἀγαθόν. Αὐτὸς δέ, ὦ Δέσποτα, ὑπερεῖδες πᾶσαν ἐμὴν πονηρίαν διὰ τοὺς πολλοὺς οἰκτιρμούς σου, Υἱὲ τοῦ Θεοῦ. Ἡ κεφαλή μου ἀνυψοῦται τῇ χάριτί σου, Δέσποτα· ταπεινοῦται δὲ καθ᾽ ἑκάστην δι᾽ ἐμὰς ἁμαρτίας. Ἕλκει με πάλιν αὕτη ἡ χάρις σου εἰς τὴν ζωήν, κἀγὼ μᾶλλον εἰς θάνατον εὐπροθύμως βαδιοῦμαι, ὅτι αὕτη ἡ κακίστη συνήθεια τῆς χαυνότητος ἑλκύει με πρὸς ἑαυτήν, ἐμοῦ αὐτῇ πειθομένου.

Δεινή ἐστιν ἡ τῶν παθῶν συνήθεια καὶ κακίστη, καὶ γὰρ δεσμεύει ὡς ἐν δεσμοῖς ἀλύτοις τὴν ἔννοιαν, καὶ ποθεινὰ εὑρίσκονται ἀεὶ ἐμοὶ καὶ τὰ δεσμά, ὅτι ἐγὼ οὕτω θέλω δεσμευθῆναι. Συνηθείαις δεδέσμευμαι τῶν παγίδων, καὶ χαίρω δεδεμένος. Βεβύθισμαι ἐν τῷ πικροτάτῳ βάθει, καὶ ἥδομαι. Καθ᾽ ἑκάστην ἀνανεοῖ τὰ δεσμά μου ὁ Ἐχθρός· ὁρᾷ γάρ με χαιρόμενον ἐν τοῖς ποικίλοις δεσμοῖς μου. Πολύτεχνος τυγχάνει ὁ Ἐχθρός μου· οὐ δεσμοῖ με ἐν τοῖς δεσμοῖς, οἷσπερ ἐγὼ οὐ βούλομαι, ἀλλ᾽ ἀεὶ προσφέρει μοι τοιαῦτα δεσμὰ καὶ παγίδας, ἅσπερ ἐγὼ μετὰ πολλῆς ἡδύτητος δέχομαι. Γινώσκει γὰρ τὴν πρόθεσιν ἰσχυροτέραν μου εἶναι, καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ φέρει δεσμὸν ὃν βούλεται.

Τοῦτο κλαυθμός· τοῦτο πένθος, ὄνειδος καὶ αἰσχύνη· ὅτε ἐγὼ πεπέδημαι ἐν τοῖς ἐμοῖς θελήμασι. Δυνάμενος γὰρ συντρίψαι τὰ δεσμὰ μιᾷ ῥοπῇ, καὶ γενέσθαι ἐλεύθερος ἀπὸ πασῶν τῶν παγίδων, οὐ βούλομαι τοῦτο πρᾶξαι χαυνότητι κρατούμενος, καὶ πάθεσιν ὡς ἔθεσι δουλούμενος τῇ προθέσει. Τοῦτό ἐστι δεινότερον, καὶ τὸ πένθος τῆς αἰσχύνης, ὅτι ἐγὼ συνέχομαι θελήμασι τοῦ Ἐχθροῦ μου. Δεσμεύομαι ἐν τοῖς δεσμοῖς ἐν οἷς αὐτὸς προσφέρει μοι, καὶ πάθεσι θανατοῦμαι εἰς ἃ αὐτὸς ἀγάλλεται. Δυνάμενος γὰρ συντρίψαι καὶ τὰ δεσμά, οὐ βούλομαι. Δυνάμενος καὶ ἐκφυγεῖν τῶν παγίδων, οὐκ ἐπείγομαι.