Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ παθῶν

Ἐφραίμ ὁ Σύρος

Το υπόδειγμα της καρτερίας των αγίων και του σώφρονος Ιωσήφ

Η ραθυμία του συγγραφέα αντιπαραβάλλεται με την υπομονή των αγίων Πατέρων και, ειδικότερα, με τη σωφροσύνη που επέδειξε ο Ιωσήφ απέναντι στους πειρασμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ἐὰν πάλιν ἐν θλίψεσιν, εὑρίσκομαι καὶ γογγυστής. Οἱ ἅγιοι γὰρ πατέρες γενόμενοι φιλόθεοι, ἐν θλίψεσι καὶ πειρασμοῖς ἐγένοντο εὐδόκιμοι, καὶ στέφανον ἀμάραντον παρὰ Θεοῦ οὐρανίου ἐδέξαντο μετὰ δόξης καὶ ἐπαίνων· καὶ ἔπαινον καὶ ὄνομα κτησάμενοι ἐκ θλίψεως, εἰκὼν καλὴ γεγόνασι ταῖς ἐρχομέναις γενεαῖς. Κατανοῶ καὶ συνεχῶς, σὺν πατράσι καὶ ἁγίοις, καὶ τὸν σεμνὸν καὶ εὐπρεπῆ σωφρονέστατον Ἰωσὴφ πλήρη κάλλους οὐρανίου σὺν ἀγάπῃ τοῦ Ὑψίστου, ποίαν καλὴν ὑπομονὴν ἐκτήσατο ἐν πειρασμοῖς· οὐ γὰρ ἴσχυσεν ἀδικῆσαι ὁ τῶν ἀδελφῶν δεινὸς φθόνος τῆς ἐκείνου ψυχῆς τὸ κάλλος.

Οὔτε πάλιν ἀσπὶς δεινὴ ἐν φωλεῷ τῷ ἰδίῳ ἐδυνήθη ἐκμαρᾶναι κάλλος ἀνθοῦν τὸ τοῦ παιδός· ἐν τῷ ἄνθει κατὰ ὥραν τοῦ σώφρονος ἐπέβλεπεν, ἵνα ἐκχέῃ πικρὸν ἰὸν περὶ αὐτὸν μαινομένη. Οὔτε πάλιν ἡ φυλακὴ ἢ τὰ δεσμὰ ἐμάραναν εὐπρέπειαν ψυχῆς καὶ ἄνθος παιδὸς φιλοθέου. Εἰ δὲ ἐγὼ ὁ ἄθλιος ἐκτός τινος τῶν πειρασμῶν ἁμαρτάνω, παροξύνω καὶ πικραίνω τὸν Δεσπότην.