Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ πίστεως
Η μοναχική πολιτεία και η σταθερότητα απέναντι στους πειρασμούς
Προτροπές για ακλόνητη υπομονή στις θλίψεις, αποταγή του κοσμικού φρονήματος και σταθερή πνευματική θεμελίωση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μοναχική πολιτεία και η σταθερότητα απέναντι στους πειρασμούς
Προτροπές για ακλόνητη υπομονή στις θλίψεις, αποταγή του κοσμικού φρονήματος και σταθερή πνευματική θεμελίωση.
Σὺ δὲ ὁ μονάζων, ὁ προσεληλυθὼς Χριστῷ καὶ υἱὸς Θεοῦ βουλόμενος εἶναι καὶ ἄνωθεν ἐκ Πνεύματος γεννηθῆναι καὶ ἀνώτερος τοῦ πρώτου καὶ ἀπαθοῦς ἀνθρώπου, καὶ μείζονας ἐπαγγελίας ἐκδεχόμενος, τὴν τοῦ Κυρίου ἐπιδημίαν τῆς εὐδοκίας, καὶ ξένος τοῦ κόσμου τούτου γενόμενος, καὶ καινοτέραν τινὰ καὶ ξένην πίστιν καὶ ἔννοιαν καὶ πολιτείαν, παρὰ πάντας τοὺς τοῦ κόσμου ἀνθρώπους, κεκτῆσθαι ὀφείλεις· ἐπεὶ ἐὰν οὕτως, ὡς καὶ πάντες, διάγῃς, οὐδὲν διαφέρεις τῶν κοσμικῶν. Εἰ δὲ καὶ ὁ κόσμος γαμεῖ, ἐσθίει καὶ πίνει, χρυσῷ καὶ ἀργύρῳ κέχρηται, ἐμπορίαις, τέχναις, πλούτῳ· ἅπερ πάντα ᾠκονόμησεν ὁ Θεὸς τῷ ἀνθρώπῳ πεσόντι ὑπὸ τὴν ἁμαρτίαν. Οὐ γὰρ ἄνευ Θεοῦ τι τῶν ἐν χρήσει οἰκονομηθέντων τοῖς ἀνθρώποις ἐροῦμεν εἶναι. Σὺ δὲ πάντων τούτων ἐκτὸς γέγονας διὰ τὴν εἰς Χριστὸν τελείαν εὐαρέστησιν. Οὕτω δὴ καὶ τῆς τοῦ κόσμου τῶν παθῶν θεραπείας, ἰατρικῶν τε ἐπιτηδευμάτων ἐκτὸς εἶναι ὀφείλεις, ὡς προσπεφευγὼς Χριστῷ, τῷ πάντα παρέχειν τοῖς ἑαυτοῦ δούλοις ἐπαγγειλαμένῳ. Εἰ δὲ τὰ αὐτὰ τῷ κόσμῳ φρονεῖς καὶ πάσχεις, ὅμοιος αὐτῶν ἔτι τυγχάνεις, ἄπιστος, νομίζων εἶναι πιστὸς καὶ οἰκεῖος Χριστοῦ.
Καινῆς γὰρ καὶ ξένης προαιρέσεως καὶ πίστεως καὶ ἀναστροφῆς καὶ πολιτείας, παρὰ πάντα τὸν κόσμον, ὀφείλεις ἐπιμελήσασθαι καὶ τυχεῖν ὁ βουλόμενος τελείως εὐαρεστῆσαι Χριστῷ καὶ τοῖς ἴχνεσιν αὐτοῦ ἐξακολουθῆσαι καὶ τὰ ἐναντία φρονεῖν τῶν τοῦ αἰῶνος τούτου ἀνθρώπων, ἐπειδὴ καινὴν καὶ παράδοξον ἀκοὴν ἐπίστευσας, αἰωνίων ἀγαθῶν ἐπαγγέλματα καὶ πόλεως οὐρανίου κληρονομίαν καὶ βασιλείας ἀκηράτου καὶ τρυφῆς διηνεκοῦς καὶ αἰωνίου ἀπολαύσεως, καὶ καρδίας ἁγιασμὸν καὶ διὰ Πνεύματος παντελῆ σοι γενομένην κάθαρσιν. Ὁ γὰρ βουλόμενος ἐξ ἀληθείας Χριστοῦ εἶναι ἄνθρωπος καὶ τῶν αἰωνίων ἀγαθῶν ἐλπίζων ἐπιτυχεῖν, τοὺς πόνους καὶ τὰς θλίψεις πλοῦτον ἡγεῖσθαι μετὰ χαρᾶς ὀφείλει, καὶ τὴν κακουχίαν ἀνάπαυσιν, τὴν σκληρὰν δίαιταν τρυφήν, τὸ ὄνειδος τιμὴν καὶ τὰς ὕβρεις δόξαν λογίζεσθαι· αὕτη γάρ ἐστι τῶν τοῦ Θεοῦ δούλων ἡ δόξα, τῶν τῷ Κυρίῳ αὐτῶν ἀκολουθούντων καὶ τοῖς αὐτοῦ λόγοις πειθομένων.
Ἀλλ᾽ οὐ μόνον τὸ ὄνειδος ὁ ἀγωνιστὴς καὶ στρατιώτης τοῦ Χριστοῦ φέρειν ὀφείλει, ἀλλὰ καὶ ἐὰν ἀπαντήσῃ πλοῦτος, ὡς κοπρίαν βδελύσσεσθαι προσήκει· ἐὰν δόξα καὶ ἀρχή, μὴ ἐπαρθῇ καὶ τυφωθῇ· ἐὰν ἔπαινοι καὶ τιμαὶ ἀνθρώπων, ὡς οὐ δέοντα οὕτως ἡγεῖσθαι· μᾶλλον δὲ ἐν τούτοις θλίβεσθαι τοῖς νομιζομένοις ἐνδόξοις, καὶ ἐπ᾽ ἐκείνοις χαίρειν καὶ ἥδεσθαι τοῖς ἐν κόσμῳ ἀτίμοις. Δύναται γὰρ ἔσθ᾽ ὅτε ὄνειδος μὲν ἐνεγκεῖν, δόξας δὲ καὶ τιμὰς μὴ ἐνεγκεῖν, ἀλλ᾽ ἐπαρθῆναι καὶ ἑαυτοὺς ἐκστῆναι καὶ τὴν ὁδὸν τῆς δικαιοσύνης τὴν ταπεινὴν ἀφιέναι, ὡς φησὶν ὁ Παῦλος· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, ὅπως τῶν ἀμφοτέρων ἁπάντων πραγμάτων δοκιμαζόντων αὐτὸς ἴσος καὶ ἄσειστος τυγχάνῃ, ἑαυτοῦ μηδέπω ἐξιστάμενος. Τὸν γὰρ ὄντως εὐαρεστῆσαι τῷ Κυρίῳ βουλόμενον, οὕτως εἶναι δεῖ, καὶ τὸν ἀγῶνα τῆς αὐτοῦ προαιρέσεως οὕτω τελειῶσαι.
Ὥσπερ οὖν ὁ ἄκμων τυπτόμενος ἀεὶ οὐκ ἐνδίδωσιν, οὐδὲ κοιλωμάτων τύπους δέχεται εἰς ἑαυτόν, ἀλλ᾽ ἔστιν ὁ αὐτὸς ἴσος ἀεί· οὕτω καὶ ὁ χριστιανίζειν βουλόμενος, εἰς τὰς διαφόρους θλίψεις τε καὶ τοὺς πειρασμούς, ἤτοι τὰς ἔξωθεν τῶν ἀνθρώπων ἐπαγομένας ὕβρεις ἢ διωγμοὺς ἢ ζημίας ἤ τινα τοιαῦτα, ἤτοι τὰς ἔνδοθεν ὑπὸ τῶν τῆς κακίας πνευμάτων διαφόρως ἐπαγομένας, μενέτω οὖν ἴσος, φέρων γενναίως πάντα τὰ ἐπερχόμενα. Ὀχύρωμα καὶ ἀλιστήριον καὶ πύργον ἰσχύος ἀπὸ προσώπου Ἐχθροῦ ἔχων τὸν Κύριον ἀεί, καὶ ἐπ᾽ αὐτῷ καταφευγέτω ἐν τῷ καιρῷ τοῦ πολέμου, μὴ ἔν τινι τῶν ἐχθρῶν χώρᾳ τυγχάνων, καὶ λεγέτω· γενοῦ μοι ὁ Θεὸς εἰς καταφυγήν, καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με. Οὕτως δύναται περιγενέσθαι πάντων τῶν ἐπερχομένων πειρασμῶν καὶ θλίψεων, πάντοτε τὸν Κύριον καὶ τὴν εἰς αὐτὸν πίστιν καὶ ἐλπίδα ὡς βεβαίαν πεποίθησιν διαπαντὸς πρὸ ὀφθαλμῶν ἔχων.
Ἀλλὰ καὶ δόξα ἀνθρώπων καὶ ἔπαινοι καὶ τιμαὶ καὶ ἀρχαὶ ἐὰν ἀπαντῶσιν, ὡς προείρηται, μὴ κοιλότητας καὶ τύπους ἐν τῇ ψυχῇ ἐμποιείτωσαν, ἐν τῷ ἥδεσθαι αὐτοῖς καὶ ἐπαναπαύεσθαι, καὶ διὰ ταῦτα ἐπαίρεσθαι καὶ ὑψοῦσθαι· διὰ γὰρ δεξιῶν καὶ ἀριστερῶν πειραζόμενος, τουτέστι διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ἴσος καὶ ἀνένδοτος εἶναι χρὴ ἐπ᾽ ἀμφοτέροις τοῖς μέρεσιν, ἄσειστος ἀεὶ τυγχάνων.
Οὕτως ὁ ἐπὶ τὴν πέτραν τὸν ἑαυτοῦ θεμέλιον οἰκοδομήσας πρώην, πλημμύραι καὶ ποταμοὶ θλίψεων καὶ χειμῶνες πειρασμῶν, ἀνέμων τε δεινῶν τῶν πνευμάτων τῆς πονηρίας προσκρουόντων καὶ προσρησσόντων, οὐκ ἔπεσεν, ἐπειδὴ τεθεμελίωτο ἐπὶ τὴν πέτραν. Εἰς τοιαύτην ἕξιν καὶ ἀγαθὴν μελέτην, ἀνδρείας τε λέγω καὶ γενναιότητος, μακροθυμίας τε καὶ ὑπομονῆς, πίστεως καὶ ἐλπίδος καὶ πεποιθήσεως, πρότερον ἐξασκήσας ἑαυτὸν διὰ τοῦ λόγου τοῦ Θεοῦ καὶ ἐθίσας ἦθος ἀγαθὸν καὶ ἀγωγὴν ὁσίαν, καὶ τοῖς λοιποῖς τῆς ἀρετῆς ἐπιτηδεύμασι διατρίβων καὶ τῷ λόγῳ ἑπόμενος τοῦ Θεοῦ, ἔπειτα τὴν ἐξ ὕψους δύναμιν ἐν προσδοκίᾳ πίστεως δεξάμενος, ὁ τοιοῦτος ἀληθῶς γίνεται θεμέλιος καὶ οἶκος καὶ στύλος καὶ ἑδραίωμα ἐν τῇ χάριτι τοῦ Θεοῦ, καὶ πολλῶν ψυχῶν αἴτιος ζωῆς καθίσταται, τὴν ἀσθένειαν τῶν πολλῶν βαστάζειν δυνάμενος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.