Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ πίστεως
Η εμπιστοσύνη στη θεία πρόνοια και η ίαση της ψυχής
Ανάλυση της διδασκαλίας για την υπέρβαση των βιοτικών μεριμνών και η προσέγγιση του Χριστού ως ιατρού των ψυχών και των σωμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η εμπιστοσύνη στη θεία πρόνοια και η ίαση της ψυχής
Ανάλυση της διδασκαλίας για την υπέρβαση των βιοτικών μεριμνών και η προσέγγιση του Χριστού ως ιατρού των ψυχών και των σωμάτων.
Περὶ πίστεως Ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ τοὺς ἑαυτοῦ μαθητὰς εἰς τελείαν πίστιν ἀγαγεῖν βουλόμενος ἔλεγεν· ὁ ἐν ὀλίγῳ πιστός, καὶ ἐπὶ πολλῷ πιστός ἐστι· καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν πολλῷ ἄπιστός ἐστι. Τί ἐστι τὸ ὀλίγον, καὶ τί ἐστι τὸ πολύ; Τὸ ὀλίγον, τὰ τοῦ αἰῶνος τούτου εἰσὶν ἐπαγγέλματα, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, οἷον τροφάς, ἐνδύματα καὶ τὴν λοιπὴν τοῦ σώματος ἀνάπαυσιν, ἢ ὑγείαν καὶ τὰ τοιαῦτα, προστάξας μὴ μεριμνᾶν ὅλως περὶ τούτων, ἀλλὰ τῇ ἐπ᾽ αὐτὸν πεποιθήσει ἐλπίζειν τὸν εἰς αὐτὸν καταφεύγοντα. Τὸ δὲ πολύ, τὰ τοῦ αἰωνίου καὶ ἀφθάρτου αἰῶνος δωρήματα, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀδιαλείπτως περὶ ἐκείνων μεριμνῶσι καὶ αἰτοῦσιν. Ὅτι ἐνετείλατο· ὑμεῖς δέ, φησίν, ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ μόνον καὶ τὴν δικαιοσύνην, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· ὅπως ἐκ τῶν ὀλίγων καὶ προσκαίρων δοκιμασθῇ ἕκαστος, εἰ πιστεύει Θεῷ· ὅτι ἐπηγγείλατο παρέχειν, ἡμῶν ἀμερίμνων περὶ τὰ τοιαῦτα ὄντων, καὶ μόνον περὶ τῶν μελλόντων καὶ αἰωνίων τὴν φροντίδα ἐχόντων.
Ἕκαστος γάρ, ἐν τῷ λόγῳ ᾧ εἶπεν ὁ Κύριος, εἰ πιστεύει, περὶ τῶν προσκαίρων δοκιμάζεται καὶ ἐλέγχεται. Πῶς; Ἄκουε. Πιστεύειν λέγεις καὶ βασιλείας οὐρανῶν καταξιοῦσθαι καὶ υἱὸς Θεοῦ γενέσθαι, γεννηθεὶς ἄνωθεν, καὶ συγκληρονόμος Θεοῦ γενέσθαι καὶ αἰῶνας ὅλους συμβασιλεύειν Χριστῷ καὶ τρυφᾶν ἐν φωτὶ ἀρρήτῳ ἐν ἀπεράντοις καὶ ἀναριθμήτοις αἰῶσι, ὡς ὁ Θεός; Πάντως ἐρεῖς, ναί, διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ ἀναχωρήσας τοῦ βίου, ἑαυτὸν τῷ Χριστῷ ἐξέδωκα. Δοκίμασον τοίνυν σεαυτόν, μήποτέ σε μέριμναι βιωτικαὶ καὶ γήϊναι κατέχωσιν ἔτι καὶ φροντὶς πολλὴ περὶ τῆς τοῦ σώματος τροφῆς καὶ ἐνδύσεως καὶ τῆς λοιπῆς ἐπιμελείας καὶ ἀναπαύσεως, τῇ σῇ δυνάμει περιγινόμενος καὶ προνοούμενος σεαυτοῦ, ἅπερ προσετάχθης ὅλως περὶ αὐτῶν μὴ μεριμνῆσαι.
Εἰ γὰρ πιστεύεις τὰ αἰώνια καὶ ἀθάνατα καὶ παράμονα καὶ ἄφθαρτα λήψεσθαι, πόσῳ μᾶλλον ταῦτα τὰ παρερχόμενα καὶ γήϊνα, ἅπερ ὁ Θεὸς ἔδωκε τοῖς θηρίοις καὶ πετεινοῖς καὶ ἀσεβέσιν ἀνθρώποις; Οὐ πιστεύεις παρασχέσθαι σοι τὸν Κύριον; Ὥσπερ γὰρ καὶ ἐνετείλατο τοῦ μὴ μεριμνᾶν, εἰπών· μὴ μεριμνήσητε, τί φάγετε ἢ τί περιβάλλεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν γὰρ οἶδεν ὁ Πατὴρ ὁ οὐράνιος, ὅτι χρῄζετε τούτων ἁπάντων. Καὶ ἐπάγει, ὀνειδίζων ὀλιγοπίστους· ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὔτε θερίζουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Πόσῳ μᾶλλον διαφέρετε τῶν πετεινῶν; Καὶ πάλιν ἐπασφαλιζόμενος λέγει· μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον. Εἰ δὲ ἔτι περὶ τούτων μεριμνᾷς καὶ οὐκ ἐνεπίστευσας ἑαυτὸν τῷ λόγῳ αὐτοῦ, γνῶθι ὅτι τὰ αἰώνια ἀγαθά, ἅπερ ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀκμὴν οὐκ ἐπίστευσας λαβεῖν, καὶ νομίζεις πιστεύειν, ἐν τοῖς μικροῖς καὶ φθαρτοῖς ἄπιστος εὑρισκόμενος.
Καὶ πάλιν· ὥσπερ τὸ σῶμα τιμιώτερόν ἐστι τοῦ ἐνδύματος, οὕτω καὶ ἡ ψυχὴ τιμιωτέρα ἐστὶ τοῦ σώματος. Πιστεύεις τοίνυν, ὅτι ἡ ψυχή σου ὑπὸ Χριστοῦ ἴασιν δέχεται ἀπὸ τῶν αἰωνίων καὶ ἀθεραπεύτων παρὰ ἀνθρώποις τραυμάτων, τῶν παθῶν τῆς ἀτιμίας, δι᾽ ἣν καὶ ἦλθεν ἐνταῦθα ὁ Κύριος, ἵνα νῦν τὰς ψυχὰς τῶν πιστευόντων θεραπεύσῃ ἐκ τῶν ἀνιάτων παρὰ ἀνθρώποις παθῶν, καὶ καθαρίσῃ ἐκ τοῦ ῥύπου τῆς λέπρας τῆς κακίας ὁ μόνος θεραπευτὴς καὶ ἀληθινὸς Ἰατρός;
Ἐρεῖς πάντως· πιστεύω· εἰς τοῦτο γὰρ ἕστηκα, καὶ ταύτην ἔχω τὴν προσδοκίαν. Γνῶθι τοίνυν ἐρευνήσας ἑαυτόν, μήποτέ σε τὰ σαρκικὰ πάθη πρὸς ἰατροὺς γηΐνους ἀποφέρει, ὡς Χριστοῦ ᾧ ἐπίστευσας μὴ δυναμένου σε θεραπεῦσαι.
Εἶδες πῶς σεαυτὸν ἀπατᾷς! Ὁρᾷς ὅτι νομίζεις πιστεύειν, μηδέπω πιστεύων, ὡς δεῖ, ἐξ ἀληθείας; Εἰ γὰρ τὰ αἰώνια καὶ ἀθεράπευτα τῆς ἀθανάτου ψυχῆς τραύματα καὶ πάθη κακίας ἐπίστευσας ὑπὸ Χριστοῦ θεραπεύεσθαι, ἆρα ἀδυνατεῖ θεραπεύειν καὶ τὰ πρόσκαιρα τοῦ σώματος πάθη τε καὶ νοσήματα, ἂν πρὸς αὐτὸν μόνον καταφεύγῃς, ὑπεριδὼν ἰατρικῶν ἐπιτηδευμάτων;
Ὁ γὰρ τὴν ψυχὴν κτίσας, αὐτὸς καὶ τὸ σῶμα πεποίηκε· καὶ ὁ ἐκείνην τὴν ἀθάνατον ἰώμενος, αὐτὸς καὶ τὸ σῶμα δύναται ἀπὸ τῶν προσκαίρων παθῶν καὶ νοσημάτων θεραπεῦσαι. Ἀλλὰ πάντως ἐρεῖς μοι· ταῦτα ὁ Θεὸς ἔδωκεν εἰς θεραπείαν τῷ σώματι, τάς τε βοτάνας καὶ γῆς φάρμακα καὶ ἰατρῶν ἐπιτηδεύματα πρὸς τὰ τοῦ σώματος πάθη, προευτρεπίσαι τῷ ἀπὸ γῆς ὄντι σώματι ἐκ τῶν τῆς γῆς διαφόρων εἰδῶν οἰκονομήσας.
Σύμφημι κἀγὼ οὕτως ἔχειν. Ἀλλὰ γνῶθι, τίσι ταῦτα δέδοται καὶ τίσιν ᾠκονομήθη. Ὁ Θεός, κατὰ πολλὴν καὶ ἄπειρον αὑτοῦ φιλανθρωπίαν καὶ χρηστότητα, ἐκπεσόντος τοῦ ἀνθρώπου ἀπὸ τῆς ἐντολῆς, ἧς εἴληφε, καὶ ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς γεγονότος, καὶ ὥσπερ εἰς αἰχμαλωσίαν καὶ ἐρημίαν καὶ μέταλλόν τι ἐκ τῆς τρυφῆς τοῦ παραδείσου εἰς τὸν κόσμον τοῦτον ἐξορισθέντος, καὶ ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους γεγονότος, καὶ ἀπίστως διὰ τῆς πλάνης τῶν παθῶν ὑπὸ πάθη καὶ νοσήματα τῆς σαρκὸς περιπέπτωκεν, ὁ πρὶν ἀπαθὴς καὶ ἄνοσος δηλονότι, καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες τοῖς αὐτοῖς πάθεσι πεπτωκότες, ᾠκονόμησε ταῦτα νῦν τοῖς ἀσθενέσι καὶ ἀπίστοις, μὴ βουληθεὶς παντελῶς ἐξολοθρεῦσαι τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων γένος, διὰ πολλὴν χρηστότητα, ἀλλ᾽ ἔδωκεν εἰς ψυχαγωγίαν καὶ ἐπιμέλειαν καὶ θεραπείαν τοῦ σώματος τοῖς τοῦ κόσμου τούτου ἀνθρώποις τοῖς ἔξω πᾶσι· ἐκείνοις γὰρ συνεχώρησε τούτοις χρᾶσθαι, τοῖς τῷ Θεῷ μηδέπω δυναμένοις ἑαυτοὺς ἐξ ὅλου ἐμπιστεύειν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.