Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ προσευχῆς

Ἐφραίμ ὁ Σύρος

Τα θαυμαστά έργα και η εκ βαθέων αναπομπή της προσευχής

Σύνοψη των θαυμαστών αποτελεσμάτων της προσευχής, παρομοίωσή της με δέντρο που διαθέτει βαθιές ρίζες και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Εὐχῆς δύναμις δύναμιν ἔσβεσε πυρός, λεόντων θυμὸν ἐχαλίνωσε, πολέμους ἔλυσε, μάχας ἔπαυσε, χειμῶνας ἀνεῖλε, δαίμονας ἤλασεν, οὐρανοῦ πύλας ἠνέῳξε, δεσμὰ θανάτου διέλυσε, ἀρρωστίας ἐφυγάδευσεν, ἐπηρείας ἀπεκρούσατο, πόλεις σειομένας ἔστησε, καὶ τὰς ἄνωθεν φερομένας πληγάς, καὶ τὰς παρ᾽ ἀνθρώπων ἐπιβουλάς, καὶ πάντα ἁπλῶς ἀνεῖλε τὰ δεινά. Εὐχὴν δὲ λέγω πάλιν, οὐ τὴν ἁπλῶς ἐπὶ τοῦ στόματος κειμένην, ἀλλὰ τὴν ἐκ βάθους τῆς διανοίας ἀνιοῦσαν.

Καθάπερ γὰρ τῶν δένδρων ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, κἂν μυρίας ἀνέμων δέξηται προσβολάς, οὐ διακλᾶται, οὐ διασπᾶται, τῶν ῥιζῶν μετὰ ἀκριβείας τῷ βάθει τῆς γῆς περισφιγγομένων· οὕτω δὴ καὶ αἱ εὐχαὶ αἱ κάτωθεν τοῦ βάθους τῆς διανοίας ἀναπεμπόμεναι, ἐρριζωμέναι μετ᾽ ἀσφαλείας, καὶ πρὸς ὕψος ἀνατείνονται, καὶ οὐδεμιᾷ προσβολῇ λογισμοῦ παρατρέπονται.

Διὰ τοῦτο καὶ ὁ Προφήτης φησίν· ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε. Αὐτῷ ἡ δόξα, εἰς τοὺς αἰῶνας. Ἀμήν.