Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ προσευχῆς
Η δύναμη και τα χαρακτηριστικά της αληθινής προσευχής
Εισαγωγή στην υπεροχή της προσευχής έναντι των κοσμικών μέσων και ανάλυση της θερμής προσευχής που αναπέμπεται μέσα από τη θλίψη και τη συντριβή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η δύναμη και τα χαρακτηριστικά της αληθινής προσευχής
Εισαγωγή στην υπεροχή της προσευχής έναντι των κοσμικών μέσων και ανάλυση της θερμής προσευχής που αναπέμπεται μέσα από τη θλίψη και τη συντριβή.
Περὶ προσευχῆς Μέγα γὰρ ὅπλον εὐχή. Θησαυρὸς ἀνελλιπής, πλοῦτος μηδέποτε δαπανώμενος, λιμὴν ἀκύμαντος, γαλήνης ὑπόθεσις καὶ μυρίων ἀγαθῶν ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἡ εὐχή, καὶ αὐτῆς τῆς βασιλείας δυνατωτέρα.
Πολλάκις οὖν αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου πυρέττοντος, καὶ ἐπὶ κλίνης κειμένου καὶ φλεγομένου, παρεστήκασιν [οἱ] ἰατροί, δορυφόροι, θεράποντες, στρατηγοί, καὶ οὔτε ἰατρῶν τέχνια, οὔτε παρουσία φίλων, οὐκ οἰκετῶν διακονία, οὐ φαρμάκων δαψίλεια, οὐ πολυτέλεια παρασκευῆς, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ἰσχύει παραμυθήσασθαι τὴν ἐπικειμένην ἀρρωστίαν. Ἂν δέ τις παρρησίαν ἔχων πρὸς τὸν Θεὸν ἔλθῃ, καὶ τοῦ σώματος ἅψηται μόνον, καὶ καθαρὰν ὑπὲρ αὐτοῦ ποιήσῃ τὴν εὐχήν, ἅπασαν τὴν ἀρρωστίαν τοῦ σώματος ἐφυγάδευσε· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ πλοῦτος, καὶ τὸ τῶν διακονουμένων πλῆθος, καὶ ἡ τῆς ἐμπειρίας ἐπιστήμη, καὶ ὁ τῆς βασιλείας ὄγκος, τοῦτο ἴσχυσεν ἑνὸς πένητος πολλάκις καὶ πτωχεύοντος εὐχή· εὐχὴν δὲ λέγω, οὐ τὴν ψιλὴν ταύτην καὶ ῥᾳθυμίας γέμουσαν, ἀλλὰ τὴν μετ᾽ ἐκτενείας γινομένην, μετὰ ὀδυνωμένης ψυχῆς, μετὰ συντεταμένης διανοίας· αὕτη γάρ ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀναβαίνουσα. Καὶ καθάπερ ὕδατα, ἕως μὲν ἂν ἐπ᾽ ἰσοπέδου φέρηται χωρίου, καὶ πολλῆς ἀπολαύῃ τῆς εὐρυχωρίας, οὐκ ἀνίσταται πρὸς ὕψος· ἐπειδὰν δὲ αὐτὰ χεῖρες ὀχετηγῶν κάτωθεν περιφράξαντες θλίψωσι, στενοχωρούμενα βέλους παντὸς ὀξύτερον πρὸς τὸ ὕψος ἐξακοντίζεται.
Οὕτω δὴ καὶ ἡ ἀνθρωπίνη διάνοια, ἕως μὲν ἂν ἀδείας ἀπολαύῃ πολλῆς, διαχεῖται καὶ διαρρεῖ· ἐπειδὰν δὲ πραγμάτων περίστασις κάτωθεν αὐτὴν στενοχωρήσῃ, ἀποθλιβομένη καλῶς, καθαρὰς καὶ εὐτόνους πρὸς τὸ ὕψος ἐκπέμπει τὰς εὐχάς. Καὶ ἵνα μάθῃς ὅτι μάλιστα ἐκεῖναι ἐπακούεσθαι δύναιτ᾽ ἂν αἱ εὐχαί, αἱ μετὰ θλίψεως γινόμεναι, ἄκουσον τί φησιν ὁ Προφήτης· πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου Διαθερμάνωμεν τοίνυν τὸ συνειδός. Θλίψωμεν τὴν ψυχὴν τῇ μνήμῃ τῶν ἁμαρτημάτων. Θλίψωμεν, οὐχ ἵνα στενοχωρήσωμεν, ἀλλ᾽ ἵνα ἀκουσθῆναι παρασκευάσωμεν, ἵνα νήφειν ποιήσωμεν καὶ ἐγρηγορέναι καὶ αὐτῶν ἅπτεσθαι τῶν οὐρανίων. Οὐδὲν οὕτω φυγαδεύει ῥᾳθυμίαν καὶ ὀλιγωρίαν, ὡς ὀδύνη καὶ θλῖψις πανταχόθεν συνάγουσα τὴν διάνοιαν, καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα. Ὁ θλιβόμενος οὕτως καὶ [ὁ] εὐχόμενος πολλὴν μετὰ τὴν εὐχὴν εἰς τὴν ψυχὴν τὴν ἑαυτοῦ τὴν ἡδονὴν εἰσοικίσαι δυνήσεται.
Καὶ καθάπερ νεφῶν συνδρομή, παρὰ μὲν τὴν ἀρχὴν ζοφερὸν ποιεῖ τὸν ἀέρα, ἐπειδὰν 〈δ᾽〉 ἐπαλλήλους ἀφῇ τὰς νιφάδας, ἀποθεμένη τὸν ὑετόν, ἅπαντα γαληνὸν καὶ φαιδρὸν ἐργάζεται τὸν ἀέρα· οὕτω δὴ καὶ ἀθυμία· ἕως μὲν ἂν ἔνδον συστρέφηται, σκοτοῖ τὸν ἡμέτερον λογισμόν· ἐπειδὰν δὲ διὰ τῶν τῆς εὐχῆς ῥημάτων μετ᾽ ἐκείνων δακρύων κενωθῇ καὶ εἰς τὸ ἔξω διαπνευσθῇ, πολλὴν ἐντίθησι τὴν φαιδρότητα τῆς ἀντιλήψεως τοῦ Θεοῦ, καθάπερ ἀκτῖνός τινος εἰς τὴν διάνοιαν ἀφεθείσης τοῦ εὐχομένου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.