Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ προσευχῆς

Ἐφραίμ ὁ Σύρος

Η αληθινή παρρησία, η ταπεινοφροσύνη και το παράδειγμα του τελώνη

Ανάλυση της σχέσης μεταξύ παρρησίας και ταπείνωσης, με αναφορά στο παράδειγμα των δύο αρμάτων και στην παραβολή του φαρισαίου και του τελώνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ἀλλὰ τίς ὁ ψυχρὸς τῶν πολλῶν λόγος; Ἀπαρρησίαστός εἰμι, φησίν, αἰσχύνης γέμων· οὐδὲ ἀνοῖξαι τὸ στόμα δύναμαι. Σατανικὴ αὕτη εὐλάβεια· ῥᾳθυμίας ταῦτα προκαλύμματα· ἀποκλεῖσαι γὰρ τὰς θύρας τῆς πρὸς Θεὸν προσόδου βούλεται ὁ Διάβολος. Ἀπαρρησίαστος εἶ; Μεγάλη παρρησία τοῦτο, τὸ σαυτὸν νομίζειν ἀπαρρησίαστον εἶναι, ὥσπερ οὖν ἐσχάτη αἰσχύνη καὶ κατάκρισις τὸ νομίζειν παρρησίαν ἔχειν· κἂν γὰρ πολλὰ ἔχῃς κατορθώματα, καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρόν, νομίζεις δὲ παρρησίαν ἔχειν, πάσης διεξέπεσας τῆς εὐχῆς.

Κἂν μυρία φέρῃς ἁμαρτημάτων φορτία ἐπὶ τοῦ συνειδότος, καὶ μόνον τοῦτο πείσῃς σαυτόν, ὅτι πάντων ἔσχατος εἶ, πολλὴν ἕξεις πρὸς τὸν Θεὸν παρρησίαν· καίτοι τοῦτο οὐδὲ ταπεινοφροσύνης ἐστί, τὸ ὄντα ἁμαρτωλὸν νομίζειν εἶναι ἁμαρτωλόν.

Ταπεινοφροσύνη γάρ ἐστιν, ὅταν τις πολλὰ καὶ μεγάλα συνειδὼς ἑαυτῷ, μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζεται· ὅταν τις κατὰ Παῦλον ὢν καὶ δυνάμενος λέγειν, οὐδὲν ἐμαυτῷ σύνοιδα, καὶ λέγῃ πάλιν, Χριστὸς Ἰησοῦς ἦλθεν ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.

Τοῦτό ἐστι ταπεινοφροσύνη, τό, ὑψηλὸν ὄντα ἀπὸ κατορθωμάτων, ταπεινοῦν ἑαυτὸν ἀπὸ διανοίας. Ἀλλ᾽ ὅμως ὁ Θεὸς διὰ τὴν ἄφατον αὐτοῦ εὐσπλαγχνίαν οὐχὶ τοὺς ταπεινοῦντας μόνον, ἀλλὰ καὶ τοὺς εὐγνωμόνως τὰ ἁμαρτήματα αὐτῶν λέγοντας προσίεται καὶ δέχεται, καὶ γίνεται ἵλεως καὶ εὐμενὴς τοῖς οὕτω διακειμένοις. Καὶ ἵνα μάθῃς ὅσον ἐστὶν ἀγαθὸν μηδὲν μέγα περὶ αὑτοῦ φαντάζεσθαι, ἅρματα δύο ποίησον τῷ λόγῳ· ζεῦξον δικαιοσύνην καὶ ἀπόνοιαν, καὶ ἁμαρτίαν μετὰ ταπεινοφροσύνης, καὶ ὄψει τὸ ζεῦγος τῆς ἁμαρτίας προλαμβάνον τὴν δικαιοσύνην, οὐ παρὰ τὴν οἰκείαν δύναμιν, ἀλλὰ παρὰ τὴν ἰσχὺν τῆς συζύγου ταπεινοφροσύνης· κἀκεῖνο πάλιν ἐλαττούμενον οὐ παρὰ τὴν ἀσθένειαν τῆς δικαιοσύνης, ἀλλὰ παρὰ τὸ βάρος καὶ τὸν ὄγκον τῆς ἀπονοίας. Ὥσπερ γὰρ ἡ ταπεινοφροσύνη διὰ τὸ ὑπερβάλλον αὐτῆς ὕψος, τῆς ἁμαρτίας νικᾷ τὴν βαρύτητα καὶ φθάνει πρὸς τὸν Θεὸν ἀναβῆναι, οὕτω καὶ ἡ ἀπόνοια διὰ τὸ πολὺ βάρος αὐτῆς καὶ τὸν ὄγκον ἰσχύει καὶ τῆς κουφοτάτης δικαιοσύνης περιγενέσθαι, καὶ καθελκῦσαι κάτω ῥᾳδίως αὐτήν.

Καὶ ὅτι τοῦτο ἐκείνου τοῦ ζεύγους ταχύτερον, ἀναμνήσθητι τοῦ Φαρισαίου καὶ τοῦ τελώνου. Ἔζευξεν ὁ Φαρισαῖος δικαιοσύνην καὶ ἀπόνοιαν, οὕτω λέγων· εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, οὐδὲ ὡς οὗτος ὁ τελώνης. Ὢ τῆς μανίας!Οὐκ ἐκόρεσεν αὐτοῦ τὴν ἀπόνοιαν πᾶσα ἡ τῶν ἀνθρώπων φύσις, ἀλλὰ καὶ τελώνῃ πλησίον ἑστῶτι μετὰ πολλῆς ἐπεπήδησε τῆς ἀνοίας. Τί οὖν ἐκεῖνος; Οὐ διεκρούσατο τὰ ὀνείδη, οὐκ ἤλγησεν ἐπὶ τῇ κατηγορίᾳ, ἀλλὰ κατεδέξατο τὸ εἰρημένον μετ᾽ εὐγνωμοσύνης, καὶ γέγονε τὸ τοῦ ἐχθροῦ βέλος φάρμακον αὐτῷ καὶ ἴασις, καὶ τὸ ὄνειδος ἐγκώμιον, καὶ ἡ κατηγορία στέφανος. Τοσοῦτόν ἐστι ταπεινοφροσύνη καλόν, τοσοῦτόν ἐστι κέρδος, μὴ δάκνεσθαι ταῖς παρ᾽ ἑτέρων λοιδορίαις, μηδὲ ἐκθηριοῦσθαι πρὸς τὰς τῶν πλησίων ὕβρεις· ἔστι γάρ τι καὶ ἀπ᾽ αὐτῶν καρπώσασθαι μέγα καὶ γενναῖον ἀγαθόν, ὅπερ οὖν καὶ ἐπὶ τοῦ τελώνου γέγονε· δεξάμενος γὰρ τὰ ὀνείδη, ἀπέθετο τὰ ἁμαρτήματα, καὶ εἰπών, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθε δεδικαιωμένος ὑπὲρ ἐκεῖνον, καὶ λόγοι περιεγένοντο ἔργων, καὶ ῥήματα πράξεις ἐνίκησαν. Ὁ μὲν γὰρ δικαιοσύνην προεβάλλετο καὶ νηστείας καὶ δεκάτας, οὗτος δὲ ῥήματα εἶπε ψιλά, καὶ πάντα ἀπέθετο τὰ ἁμαρτήματα.

Οὐ γὰρ τῶν ῥημάτων ἤκουσεν ὁ Θεὸς μόνον, ἀλλὰ καὶ τὴν διάνοιαν μεθ᾽ ἧς ταῦτα προεβάλλετο εἶδε, καὶ ταπεινόφρονα εὑρὼν καὶ συντετριμμένην, ἠλέησε καὶ ἐφιλανθρωπεύσατο.

Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἁμαρτάνωμεν, ἀλλ᾽ ἵνα εὐγνωμονῶμεν· ὁ γὰρ τελώνης, ἄνθρωπος τὸ ἔσχατον τῆς κακίας εἶδος, οὐχὶ ταπεινοφρονήσας, ἀλλ᾽ εὐγνωμονήσας μόνον, καὶ τὰ ἁμαρτήματα εἰπών, καὶ ὅπερ ἦν ὁμολογήσας, τοσαύτην εὔνοιαν ἀπεσπάσατο παρὰ τοῦ Θεοῦ, ὅσην οἱ μεγάλα μὲν κατορθώσαντες ἀγαθά, μηδὲν δὲ μέγα περὶ ἑαυτῶν νομίζοντες, ἐπισπάσονται τὴν βοήθειαν.