Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ προσευχῆς

Ἐφραίμ ὁ Σύρος

Η συγχώρηση των αδελφών ως προϋπόθεση ευπρόσδεκτης προσευχής

Η αμνησικακία και η συμφιλίωση με τον πλησίον παρουσιάζονται ως απαραίτητοι όροι προκειμένου να εισακουστεί η προσευχή από τον φιλάνθρωπο Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Ἴδετε, ἀδελφοί, πόσα ἰσχύει ἡ προσευχή. Οὐκ ἔστιν ἄλλο τιμιώτερον κτῆμα, ὡς τῆς προσευχῆς, ἐν ὅλῃ ζωῇ τῶν ἀνθρώπων. Ταύτης μηδέποτε χωρισθῆτε· ταύτης μηδέποτε ἀποστῆτε. Ἀλλά, καθὼς εἶπεν ὁ Κύριος ἡμῶν, προσευξώμεθα, ἵνα μὴ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν· ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσῃ τὰ παραπτώματα ὑμῶν.

Ὁρᾶτε, ἀγαπητοί, ὅτι εἰς κενὸν κοπιῶμεν προσευχόμενοι, ἐὰν ἔχωμεν ἔχθραν κατά τινος; Καὶ πάλιν ὁ Κύριος· ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς ὅτι ἔχει τις κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Λοιπὸν οὖν φανερόν ἐστιν ὅτι, ἐὰν μὴ τοῦτο πρῶτον ποιήσῃς, ἀπρόσδεκτα τυγχάνει πάντα ὅσα προσφέρεις· ἐὰν δὲ ποιήσῃς τὸ πρόσταγμα τοῦ Δεσπότου, τότε μετὰ παρρησίας δεήθητι τοῦ Κυρίου, λέγων· ἄφες μοι, Δέσποτα, τὰ ὀφειλήματά μου, ὡς κἀγὼ ἀφῆκα τῷ ἀδελφῷ μου, τὴν ἐντολήν σου πληρώσας. Ἐγὼ ἀσθενὴς ὢν ἀφῆκα. Ἀποκριθήσεται γὰρ ὁ Φιλάνθρωπος· ἐὰν ἀφῆκας, ἀφίω κἀγώ· ἐὰν συνεχώρησας, συγχωρῶ κἀγὼ τὰ σά· ἐξουσίαν γὰρ ἔχω ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας. Ἄφετε καὶ ἀφεθήσεται ὑμῖν.

Ἴδετε φιλανθρωπίαν Θεοῦ ἀνείκαστον. Ἴδετε ἀγαθότητα Θεοῦ ἄμετρον. Ἀκούσατε σύντομον σωτηρίαν τῶν ὑμετέρων ψυχῶν.