Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ταπεινοφροσύνης

Ἐφραίμ ὁ Σύρος

Γνωρίσματα της αληθινής ταπεινοφροσύνης

Καταγραφή των σημείων, των εσωτερικών διαθέσεων και των πρακτικών εκδηλώσεων που χαρακτηρίζουν την αληθινή ταπείνωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 2

Περὶ ταπεινοφροσύνης Τοῦ ἔχοντος τὴν ἀληθῆ ταπείνωσιν σημεῖα καὶ γνωρίσματά εἰσι ταῦτα· τὸ λογίζεσθαι ἑαυτὸν ἁμαρτωλότερον εἶναι παρὰ πάντας τοὺς ἁμαρτωλούς, καὶ μηδὲν καλὸν ποιήσαντα ἐνώπιον τοῦ Θεοῦ· τὸ μέμφεσθαι ἑαυτὸν ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι· τὸ μὴ ψέξαι τινά, μηδὲ ἔχειν ὅτι ἔστι τις ἐπὶ τῆς γῆς αἰσχρότερος αὐτοῦ, ἢ ἁμαρτωλότερος, ἢ ἀμελέστερος, ἀλλὰ πάντας ἀεὶ ἐπαινεῖν καὶ δοξάζειν· τὸ μὴ κρῖναι, ἢ ἐξουδενῶσαι, ἢ καταλαλῆσαί τινα πώποτε· τὸ σιωπᾶν πάντοτε, καὶ ἄνευ ἐντολῆς ἢ ἀναγκαίας χρείας μὴ λαλεῖν τι· ὅταν δὲ ἐρωτηθῇ καὶ μέλλῃ λαλῆσαι, ἢ ἀναγκαίας χρείας καταλαβούσης, λαλεῖν ἢ ἀποκρίνεσθαι γαληνῶς καὶ ἡσύχως καὶ σπανίως, ὡς βιαζόμενος καὶ αἰσχυνόμενος τοῦ λαλῆσαι· τὸ μὴ μετρεῖν ἑαυτὸν ἔν τινι· τὸ μὴ φιλονεικῆσαι πρός τινα, εἴτε διὰ πίστιν, εἴτε δι᾽ ἄλλο τι, ἀλλ᾽ εἰ μὲν καλῶς λέγει, λέγειν καὶ αὐτὸς ναί· εἰ δὲ κακῶς, λέγειν, σὺ οἶδας· τὸ ἔχειν ὑποταγὴν καὶ βδελύττεσθαι τὸ ἑαυτοῦ θέλημα, ὡς ὀλέθριον· τὸ ἔχειν ἀεὶ τὸ βλέμμα αὐτοῦ χαμαί· τὸ ἔχειν πρὸ ὀφθαλμῶν αὐτοῦ τὸν θάνατον· τὸ μὴ ἀργολογεῖν, ἢ ματαιολογῆσαι, ἢ ψεύδεσθαι πώποτε· τὸ μὴ ἀντιλέγειν τῷ μείζονι· τὸ ὑποφέρειν τὰς ὕβρεις, τὰς ἐξουδενώσεις, τὰς ζημίας μετὰ χαρᾶς· τὸ μισῆσαι τὴν ἀνάπαυσιν καὶ ἀγαπῆσαι τὸν κόπον· καὶ τὸ μὴ παροξύναι τινά, ἢ πλῆξαί τινος συνείδησιν.