Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ τελειότητος μοναχοῦ
Προοίμιο και αποδοχή του αιτήματος για νουθεσία
Ο συγγραφέας αιτιολογεί την αρχική του σιωπή και αποδέχεται με ταπεινοφροσύνη το αίτημα των μοναχών για πνευματική καθοδήγηση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και αποδοχή του αιτήματος για νουθεσία
Ο συγγραφέας αιτιολογεί την αρχική του σιωπή και αποδέχεται με ταπεινοφροσύνη το αίτημα των μοναχών για πνευματική καθοδήγηση.
Περὶ τοῦ τέλειον εἶναι τὸν μοναχόν Πέρυσί μοι προσῆλθόν τινες αἰτοῦντες μοναστηρίοις ποιῆσαι λυσιτελῆ τινά, ἀλλ᾽ ἐμοὶ ὁ λόγος οὐκ ἦν ἐν σχολῇ, ὅτι συνειχόμην ἀσθενείᾳ σώματος. Σιωπῶντι οὖν μοι γέγονε τὸ ἄλγος ἀπολογία· ὁρῶντες γὰρ τὴν ἐπίτασιν τῶν πόνων, ἐπέγνωσαν τῆς σιωπῆς τὴν αἰτίαν. Ὑπεμνήσθην οὖν ἀρτίως ὅτι καὶ ἀπὸ ἑτέρων μοναστηρίων διὰ τοῦτο αὐτὸ παραγεγόνασι. Τί οὖν χρὴ ποιῆσαι; Ἰδίως πρὸς τούτους, ἑτέρωθι δὲ πρὸς ἐκείνους εἴπω, ἢ ἑνὶ λόγῳ ποιήσω τὸ ἱκανὸν ἀμφοτέροις; Ἀλλ᾽ αἰδοῦμαι διελθεῖν περὶ τῶν ἤδη κατωρθωμένων παρ᾽ αὐτοῖς, ἵνα μὴ γένωμαι αὐτοκατάκριτος. Ἄτοπόν ἐστι ἰδιώτην παιδεύειν σοφούς· καθὼς καὶ πένητα πλούσιον εἰς ἐσθίασιν προτρέπεσθαι.
Νηπιάζω γὰρ αὐτὸς τῇ φρονήσει, αὐτοὶ δὲ ταῖς προκοπαῖς θαυμάσιοι γεγόνασιν. Οὐχ οἱ λόγοι τὴν ἀλήθειαν συνιστῶσιν, ἡ ἀλήθεια δὲ τοὺς λόγους βεβαιοῦν εἴωθεν. Οἶδα συνθεῖναι λόγους οὐ ψευδομένους, τρόπους δὲ ποικίλης ἀρετῆς δεῖξαί μοι οὐ πάρεστι. Τὸ ἔργον εἰκὼν ἀρετῆς γίνεται, ὁ δὲ λόγος σκιὰ τῆς εἰκόνος ἐστίν. Ἐν τῇ σκιᾷ οὐδεὶς χαρακτήρ, μόνη δὲ φαντασία χαρακτῆρος ἐστί.
Τί οὖν; Αἰτηθέντες παραιτησόμεθα; Ἢ μὴ παράσχωμεν παρακληθέντες; Καὶ τίς ἡμῖν καρπὸς ὑπάρξειεν; Πολλοὶ καὶ τὴν ὑπακοὴν εἰς ἀρετῆς ποίησιν παρειλήφασιν· εἰ δὲ καὶ εἰς τὰ πράγματα ἀπίδωμεν, εὑρήσομεν δούλους δεσπόταις ἰδίοις δανείζοντας καὶ νέους πρεσβύταις συμβουλεύοντας καὶ ἀναξίους μεγίστοις ἀνδράσι συνεργοῦντας εἴς τινα. Ὁ δῆμος ἐκ ποικίλων ἐστί, καὶ ἡ δόξα μία γίνεται. Μείζων τῶν δοξαζόντων ὁ δοξαζόμενος, καὶ ἡ γενομένη μεσῖτις ἐν ἀμφοτέροις φαιδρύνεται. Ποιήσωμεν γυμνάσιον λόγων, ὡς ὁ στρατὸς μελέτην ἐπὶ ἄρχοντος. Μάθωσιν ὅτι λέγειν δυνάμεθα, τὸ ἔργον οὐκ ἔχοντες. Ἓν τοῦτο ἐπίγνωτε ἐν ἡμῖν χρήσιμον· ὅτι ἀλήθειαν ἐπιποθοῦντες κατηγοροῦμεν ἑαυτῶν. Λυποῦμαι μὴ ποιήσας τὸ ἔργον, ὃ παρεκλήθην, καὶ δέδοικα ποιῶν, μὴ ὡς ἀνάξιον ἀποβληθῇ. Ἀλλὰ διὰ τοῦτο παραιτήσομαι;
Οὐ δύναται ὁ ὑποκείμενος ἀντιστῆναι τοῖς διακρίνουσι. Πλείονα οἴδατε, ἀδελφοί, τῷ ἔργῳ διδάσκοντες· βραχέα ποθεῖτε μαθεῖν τῷ λόγῳ τερπόμενοι. Εἴπω καὶ πρὸς ὑμᾶς ὅτι ὁ καρπὸς βρῶσίς ἐστιν, οὐ τὰ φύλλα τὰ σκιάζοντα. Οἱ λόγοι ὡς φύλλα εἰσί, καὶ τὸ ἔργον ὡς ὁ καρπός.
Βούλεσθε γνῶναι τοῦ ἔργου τὴν δύναμιν; Ἐκ τῆς βρώσεως· τὸ γὰρ φύλλον πλανᾷ δι᾽ ὁμοιότητος. Ποιῶ τὸ ἱκανὸν ὑμῖν, εἰδὼς τὴν ταπεινοφροσύνην ὑμῶν. Γινώσκω τὴν ἐμὴν βραχύτητα καὶ θαυμάζω ὑμῶν τὴν ἐπιείκειαν.
Εἴπω ὅτι ὑμέτερόν ἐστι τὸ εὕρεμα, ὅτι παρ᾽ ὑμῖν φαιδρύνεται. Πένητές εἰσιν οἱ τὴν ἁλουργίδα τοῦ βασιλέως βαστάζοντες, καὶ ὅμως χρῄζει τῶν εὐτελῶν. Οἱ ποιοῦντες τὸ βασιλικὸν διάδημα, πολλῷ τῆς χρήσεως εἰσὶν ἀνάξιοι, καὶ πλὴν ποιοῦσιν ὃ προστάσσονται. Οἶδα πῶς οἱ γεωργοὶ τὴν γῆν ἀνατέμνουσιν ἀροτῆρσι καὶ βουσίν, ἀλλὰ πρὸς τὸ ἔργον πολὺ εἰμὶ ἀφυέστερος.
Πολλοί εἰσι τῷ ἔθει τὰ τῆς τέχνης εἰδότες ἀκριβῶς, καὶ τὸν περὶ αὐτῶν λόγον ἀποδοῦναι μὴ δυνάμενοι. Ἄλλοι διὰ συνηθείας προκόψαντες ἐξεῦρον τέχνας, ἢ τὰς οὔσας κατεκόσμησαν. Οὕτως ὑμῖν κἀγὼ περὶ τοῦ καθ᾽ ὑμᾶς βίου λόγον ποιήσομαι, τὰ μὲν ἐξ ἔθους ἐκ τοῦ λέγειν εἰδώς, τὰ δὲ καὶ ἐπιβάλλων τοῖς πόνοις χαριζόμενος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.