Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τελειότητος μοναχοῦ

Ἐφραίμ ὁ Σύρος

Ο μοναχικός βίος ως αγγελική πολιτεία και στάδιο πνευματικού αγώνα

Περιγραφή του αόρατου αγώνα εναντίον των πνευμάτων της πονηρίας και προειδοποίηση κατά της ραθυμίας, με έμφαση στην αναγκαιότητα της πνευματικής εγρήγορσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 8

Ὁ τῶν μοναχῶν βίος Ἀγγέλοις ἔοικε, καὶ ἡ τάξις αὐτῶν θείας λειτουργίας πεπλήρωται. Ἔχει τὴν ζωὴν τὴν ἐπὶ τοῦ παρόντος Θεῷ διακονοῦσαν, καὶ προκιχρᾷ ταύτην, ἵνα τὸν τόκον ζωὴν αἰώνιον ἀπολάβῃ. Δίδωσιν αὐτῷ εὔνοιαν καὶ κοινωνὸς γίνεται. Ἀντὶ τῶν παρόντων πόνων ἐλπίζει ἀπόληψιν ἀγαθῶν ἀϊδίων. Δανείζει τῇ πίστει τὰ ἐπίγεια καὶ ἀπολαμβάνει τὰ οὐράνια. Μόνοι οἱ μοναχοὶ ἴσασιν ἐπὶ τῆς γῆς ἀγῶνος θείου κατάστασιν. Οἱ ναῦται ἐπὶ θαλάσσης πλέοντες ἀηδίας ὑφίστανται· αὐτοὶ ἐν ἡσυχίᾳ διάγοντες κινδυνεύουσιν. Ὡς ἐκείνοις ἡ θάλασσα, τούτοις ἡ ἀερικὴ ἐνέργεια· ὡς ἐκείνους ἄνεμοι προκόπτειν κωλύουσιν, οὕτως οὗτοι ἐν τῷ ἀέρι μάχονται πρὸς τὰ ἐμποδὼν πνεύματα. Εἶπεν ὁ Ἀπόστολος περὶ ταύτης τῆς ἀθλήσεως καὶ τὰ πνευματικὰ τῆς πονηρίας ὠνόμασεν. Ἐπησφαλίσατο τὸν τόπον καλοῖς ἀλείμμασι καὶ τοὺς ἐπιχειροῦντας ἔπεισεν εἰδέναι τὴν κρυπτομένην ἔνεδραν.

Οὐχ ὁρῶντες τοὺς ἀντιπάλους οἱ μοναχοὶ ἀγωνίζονται. Ποταποὶ οὖν εἶναι οἱ τοιοῦτοι ὀφείλουσιν; Οὐ παραιτοῦμαι εἰπεῖν ὃ ὑπείληφα· ὅτι προφῆται τυγχάνουσι, τέχνην ἔχουσι πνευματικήν, ἧς ἄπειρος ἡ σάρξ ἐστιν· ἔργον ποιοῦσιν ἄδηλον, ὃ οὐδὲ αὐτοὶ οἱ ποιοῦντες βλέπουσιν· ἐμπορεύονται οὐκ ἐν οἷς ἀπολαύουσιν, ἀλλ᾽ ἐν τοῖς ἐλπιζομένοις τὸν πόνον ἐπιτείνουσιν· ὁδὸς αὐτοῖς ἡ ἔννοια, καὶ πέρας ἡ συγκατάθεσις· ἀποδημοῦσιν εἰς οὐρανὸν καὶ μυρίαις ἱστορίαις περιπίπτουσι. Πολλοὶ κρυβέντες τὸν ἔφεδρον διέδρασαν· ἄλλοι οὐκ ἀντιστάντες ἐνίκησαν· ἔνιοι δὲ διὰ τὸν φόβον ὑπέστρεψαν· τινὲς δὲ καὶ ἁλόντες ἐπαίχθησαν· πολλοὶ δὲ καὶ ἀνῃρέθησαν. Ὀλίγοι παντελῶς διαπορθμεύουσι καὶ σπάνιοι ἔμποροι ἐπάγονται τὴν ἀποδημίαν. Ὥσπερ ἐπὶ βαρβάροις τὴν ὁδὸν διδόντες, οὕτως ἐστὶ καὶ ἡ ὁδὸς τῶν μοναχῶν. Ἐπὶ δυσὶ λόγοις ποιοῦσι τὴν πραγματείαν· ἢ μεγάλα κερδαίνειν ἐλπίζοντες, ἐὰν κατορθώσωσιν, ἢ καὶ τὴν οὖσαν ὑπόστασιν ἀπολέσαι.

Εἶδον ἐν ταῖς πόλεσιν ἐπὶ ῥητοῖς θεάμασι θηρσὶν ἀγωνιζομένους τινάς· οὐδὲν ἔλαττον οἱ μοναχοὶ μεταχειρίζονται· ἢ γὰρ ἐπλούτησαν ἄφνω ἢ καὶ τοῦ ζῆν ἀπηλλάγησαν· καὶ ὁ Ἀπόστολος δὲ Παῦλος τὸν βίον αὐτοῦ θέατρον ὠνόμασεν· ἵνα καὶ συστῇ ὁ λόγος ἡμῶν, ὅτι ἀγῶνα ὑφίστασθε, ὁ αὐτὸς καὶ στάδιον αὐτὸν προσηγόρευσε, καὶ πυκτεύειν ἑαυτὸν εἴρηκεν· ἐκ τῆς πυγμῆς σύνες τὸ στάδιον, καὶ ἐκ τῆς πάλης τὸν ἀγῶνα νόησον· ἐκ τῶν θεωρούντων νόησον ἐπὶ τίσιν ἔργοις ἐστὶν ὁ θεωρούμενος· Ἄγγελοι καὶ ἄνθρωποι θεωροῦσιν.

Οὐκοῦν εἰκότως εἴπομεν, ὅτι Ἀγγέλοις ἔοικεν ὁ βίος τῶν μοναχῶν. Τίνα εἰσὶν ἃ θεωροῦσιν Ἄγγελοι, εἰ μὴ τὰς πράξεις τὰς ἀποκρύφους, τὰς παγίδας τὰς ἐπὶ σχήματος συντεθείσας, τοὺς δολεροὺς τρόπους, τὰς ἐπιθέσεις τὰς μεθοδικάς, τὰς μηχανὰς τὰς ποικίλῳ τρόπῳ πλεκομένας τῶν δαιμόνων;

Πῶς αὐτὰς παρατρέχουσι, θεωροῦσι· πῶς ὡς θῆρες ὑπεράλλονται· πῶς τοὺς ἀντιπάλους τροποῦνται· πῶς τοὺς ἄλλους ἐλέγχουσι· πῶς τοὺς ἐπιπλάστους φίλους ἀναιροῦσι. Ταῦτα θεωροῦσιν οἱ Ἄγγελοι. Ἃ δὲ θεωροῦσιν οἱ ἄνθρωποι, τίνα ἐστί; Πάντως ὅτι ἀνθρώπινα. Ἐπεγείρονται γὰρ κατ᾽ αὐτῶν διωγμοί, λογισμοί, πτωχεῖαι, ἀπορίαι, νόσοι, ἀκαταστασίαι, κατηγορίαι, συκοφαντίαι, σκυβαλισμοί, καὶ τὰ τούτοις παραπλήσια. Πολὺ δύσκολος ὁ βίος τῶν μοναχῶν. Ἀδιάφορος ἐὰν ᾖ, παρακλέπτεται· ἐπειδὴ συμμιγείς ἐστιν, ὡς ὑδρομιγὴς οἶνος, ταχέως τρέπεται καὶ γενόμενος ὄξος, οὐ τίμιος, ἀλλ᾽ εὐτελής ἐστιν· οὐ προσωφελής, ἀλλ᾽ ἐπιβλαβής· οὐκ ἀπόλαυσιν παρέχων, ἀλλ᾽ ἀηδίαν.

Ὡς οἶνος ὀφείλει ὁ βίος ἡμῶν διαφυλάττεσθαι· μὴ ὡς ἔτυχε παριών, μὴ γελοίοις σχολάζειν, μὴ λόγοις πολλοῖς κἂν ὦσιν ἀκέραιοι, μὴ τρόποις συχνοῖς κἂν ὦσιν ἀφελεῖς, μὴ ὄψεσι διαφόροις κἂν τὴν ἡδονὴν μὴ ὑπομιμνῄσκωσι, μὴ τῷ πλείονι κἂν δυσωπῶσιν οἱ συμπαρόντες, κἂν γὰρ μὴ ἀδικῆται ἐν τούτῳ γενόμενος, ἀλλὰ τοῦ κέρδους οὐκ ἀπολαύσειεν. Οἶδα ὀκνηροὺς πολλούς, ὅτι ἠσθένησαν, ἄλλους δὲ πονοῦντας, ὅτι ἐκτήσαντο ἀνάπαυσιν· οἱ δὲ μοχθοῦντες, οἳ καὶ ἀσθενοῦσι διὰ τὸν πόνον, ὑγιάναντες, καὶ τὸ κέρδος καὶ τὸν ἔπαινον περιφέρονται. Οὐ παρῃτήσατο ὁ Παῦλος τῆς σαρκὸς τὴν ἀσθένειαν, καὶ ὅμως αὐτὸς ὡμολόγησεν ὅτι στέφανος αὐτῷ ὑπόκειται.

Ὁ ὀκνήσας καμεῖν, ἀναλγὴς μέν ἐστιν, καὶ ἐν ἀνδρείοις ἰδιώτης κρίνεται· οὗτός ἐστιν ὁ μὴ ἐπαγγειλάμενος τὸν μονήρη βίον· διὸ οὐκ ἔχει τί, οὐδὲ ὀνειδίζεται μὴ κτησάμενος. Ὁ ἐπαγγειλάμενος δέ, ἐὰν ὀκνῇ, καὶ μαστίζεται καὶ ἀπαιτεῖται τῆς δουλείας τὴν πρᾶξιν.

Οὐκ εἴδετε στρατιώτην ὀκνηρόν, τί ὑφίσταται; Ἀπαιτεῖται ἐπιμελῶς τὸ σχῆμα τῶν ὅπλων, ἵππου τε καὶ πάσης καταστάσεως. Ἀπαιτεῖται μελέτην, πρᾶξιν, ὑποταγήν, ἀνδραγαθίαν. Οὐκ ἔσται μοναχῷ εὐαπολόγητον ἀδιαφοροῦντι, ὥσπερ οὐδὲ γεωργῷ μὴ γῆν καλλιεργοῦντι. Νεώσας τὴν σάρκα σου, ὁ μοναχός, σπεῖρον ἐν σεαυτῷ τοῦ εὐαγγελικοῦ καρποῦ τὴν ἀπόλαυσιν.

Μὴ ἐάσῃς τὸ σῶμα ἄπρακτον, ὡς ἐποίησεν ὁ τὸ ἓν τάλαντον λαβών· λαβὼν γὰρ τὴν ἄφεσιν μετὰ τῆς χάριτος καὶ ἀργευθείς, κατεκρίθη ὡς ὑπεύθυνος. Στρατιώτης γέγονε τοῦ Χριστοῦ, καὶ ἀπολαύων τῆς βασιλικῆς στρατείας, εἰς τὸ ἔργον ἠμέλησεν. Εἰ ἐκείνου ἐφείσατο ἀδιαφοροῦντος καὶ ὀκνοῦντος, καὶ μοναχοῦ φείσεται· εἰ φείδεται Δεσπότης δούλου ἀχρήστου, καὶ ἐκείνου φείσεται· εἰ φείδεται Δεσπότης δούλου ὀκνοῦντος, καὶ μοναχοῦ φείσεται. Ὁ γεωργὸς ἐπὶ ἀμελείᾳ σπόρου μαστίζεται· ὁ στρατιώτης ἐπὶ ῥυπῶσιν ὅπλοις· πῶς οὐ πολλῷ μᾶλλον καὶ οἱ μοναχοί, ἐὰν ἀμελήσωμεν; Κακὸς ὁ οἶνος γέγονε; Τὸ ἀγγεῖον αἴτιον ἢ ὁ τόπος ἢ τὸ χρίσμα. Ἐπιζητεῖ τὴν αἰτίαν ὁ κτήτωρ· καὶ ἐπιγνούς, οὐ λυμαίνεσθαι ἐάσει. Δύναται καὶ κώνωψ, τὸ ἐλάχιστον, ἐρημῶσαι ἡδύτητα· καὶ πρὸς τὴν χρῆσιν ἡ μέμψις ἐπιγίνεται.