Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τελειότητος μοναχοῦ

Ἐφραίμ ὁ Σύρος

Οι μεθοδείες του εχθρού και το παράδειγμα των κρυφών αγωνιστών

Η προσπάθεια του διαβόλου να παραπλανήσει τους μοναχούς προβάλλοντας τα φαύλα ως αγαθά, και η ανάγκη για ανυπόκριτη άσκηση κατά το πρότυπο των προφητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 8

Αὕτη πρώτη καὶ μεγίστη μεθοδεία τοῦ Ἐχθροῦ, ὅτι εἰς σύγχυσιν μετέβαλε τὴν πρὸς αὐτὸν ἄθλησιν. Δύο ἑαυτῷ πραγματεύεται διὰ ταύτης τῆς πανουργίας, τὸ ἀμέριμνον διατελεῖν, καὶ ἐχθρὸν ὄντα μὴ φαίνεσθαι· καὶ τρίτον δεινόν, ὅμοια εἶναι νομίζεσθαι τοῖς φαύλοις τὰ ἀγαθὰ παρασκευάζων· ἐν πᾶσι τοσούτοις τρόποις τῇ ἀληθείᾳ παρετάξατο. Τὸν Ἀδὰμ οὕτως ἐπτέρνισε, καὶ τὸν Κάϊν ὡσαύτως κατέσπασεν· ἐκεῖνον διὰ τῆς γυναικός, καὶ τοῦτον διὰ τοῦ ἀδελφοῦ. Οὐκ ἔχω, ὅπως φράσω τοῦ λύκου τὴν ἐπίθεσιν.

Ἐκπλήττομαι ὑμᾶς, ὦ μοναχοί, πῶς ὑπομένετε. Ἐγὼ ἐννοῶν ἐξίσταμαι, ἃ ὑμεῖς πάσχετε παρατασσόμενοι. Καλῶς εἶπεν ὁ Κύριος ὅτι στενή ἐστιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν· ἰδοὺ γὰρ ἡ στενότης ὡς ἐν κατόπτρῳ διὰ τοῦ λόγου φαίνεται. Πικρὰ τὰ παρόντα τοῖς μοναχοῖς, ἡ κτῆσις ἐπίβουλος, ἡ ἀπόκτησις ὀδυνηρά· πικρὰ ἡ εὐτέλεια, ἡ ἔνδεια ἐπώδυνος· ἡ ἄσκησις μοχθηρά, ἡ ἐγκράτεια ἐπίπονος· ἐπισφαλὴς ἡ ἀκρίβεια, ἡ σιωπὴ ἐπώδυνος.

Ἐὰν ἐλέγξῃ, χρεώστης γίνεται, ἐὰν σιωπήσῃ, μαραίνεται ἀπὸ ζήλου Θεοῦ. 〈Εἰ〉 λαλήσει, ὑπεναντίον, εἰ ἡσυχάσει, ἐπιβλαβές. Οὐ δύναται λαλῆσαι ἀλήθειαν, καὶ μὴ λαλῶν οὐχ ὑπομένει. Τὸ ὅμοιον Δράκων ἐν πᾶσιν ἀντεκατέστησεν· ἐν τῇ ἀκτημοσύνῃ ἀντέθηκε χρηστεμπορίαν, ἐν τῇ ἀγρυπνίᾳ τὴν συκοφαντίαν, ἐν τῇ ἀσκήσει τὴν ἀναίρεσιν, ἐν τῇ εὐχῇ κατηγορίαν ἀργίας, ἐν τῇ ἀληθείᾳ τὴν καταλαλιάν, ἐν τῇ ἀγάπῃ τὴν κακολογίαν, ἐν τῇ φιλοξενίᾳ τὴν ἀδιαφορίαν. Πάντα συνέφυρεν, ἐν πᾶσιν ἐκοινώνησεν. Ἐπὶ τέχνης ἐγένετο αὐτῷ ἡ ἀρετὴ καὶ ἐπὶ σχήματι τὴν εὐλάβειαν ἤγαγε. Κινδυνεύει ὁ βίος τῶν μοναχῶν καταλυθῆναι. Αἱ κεφαλαὶ σὺν τοῖς ποσὶν ὑφίστανται· οἱ ὀφθαλμοὶ σὺν ταῖς χερσὶν ἀρρωστίαν ὑπομένουσιν· ἡ κτῆσις τὴν πίστιν ἐμάρανε καὶ ἡ χρῆσις τὴν ἄσκησιν ἠλλοίωσεν· ἐβιάσατο τὴν ταπείνωσιν ἡ αὐθεντία καὶ ἔτρεψε τὴν ἐλπίδα ἡ τῶν καιρῶν μέριμνα.

Τί ποιήσετε, οἱ γνήσιοι, ἐν τοσαύτῃ ὁμοιότητι; Ποῦ φύγητε πρὸς τοιαύτην ἐμφέρειαν; Ἐν τοῖς ἐρήμοις; Καὶ πῶς; Ὅτι κἀκεῖ χυδαιότης ἐκράτησεν. Οἱ ἡγούμενοι, ὡς συγγενεῖς, ζηλοῦσι τὴν ἀλλοίωσιν, οὐ πάντῃ ἐτράπησαν, οὐ γὰρ ἔχουσι τὴν ὕλην σύμμαχον. Πρόσθετε τὸ ἔνδον καὶ εἴσεσθε τὴν πρὸς πάντα ὁμοιότητα οὐ σκυβαλισθῆναι κατὰ ἀρετήν· ὅτι οἱ πολλοὶ ἐφ᾽ ἑτέραν ὁδὸν ἰέναι προστάσσουσι. Τὸ ἔργον τῆς ψυχῆς ἡ πρᾶξις τοῦ σώματος ἐσκότωσεν.

Ἡ μέριμνα τῆς σαρκὸς ἤμβλυνε τῆς διανοίας τὸν ἔλεγχον. Οὐκ ἄγει σχολὴν ἡ συνείδησις κατανύξαι τὸν νοῦν· οὐκ ἐπιτρέχουσιν οἱ λογισμοὶ πρὸς μετάνοιαν εἰς τὸ πένθος τὸ πολλόν. Διὸ καὶ αὐτὸς ὑμᾶς ἐγὼ τοὺς γνησίους συνέχων σφάλλομαι. Τύπος ἐστὶν αἰχμαλωσίας ἡ παροῦσα κατάστασις. Εἰ ἔσχε πάντα τύπον καὶ ἀλήθειαν, καὶ οἱ πόλεμοι καὶ τὰ ἐξ αὐτῶν πρὸς τύπον καὶ ἀλήθειαν γεγόνασιν. Εἰ 〈καὶ〉 Ἠλίας ἔλεγεν ὅτι μόνος καταλέλειπται, ἀλλ᾽ ὁ Θεὸς πλῆθος εἶναι σὺν αὐτῷ ἐσήμανε. Καὶ ἐπὶ Ἱερεμίου οὕτω νοῆσαι ὀφείλομεν, ὅτι οὐ μόνος ἦν, ἀλλὰ καὶ σὺν αὐτῷ ἄλλοι πολλοί. Οὕτως καὶ περὶ ὑμῶν χρὴ πιστεύειν, Θεοῦ θεράποντες, ὅτι ἐστὲ μὴ φαινόμενοι. Ἐπειδὴ ἦσαν οἱ ἀφανεῖς ἐπὶ Ἰσραὴλ Ἠλίᾳ τῷ φαινομένῳ ὅμοιοι, πρόδηλον ὅτι καὶ τὴν πρᾶξιν μετῄεσαν. Καὶ ὑμεῖς κἂν μὴ φαίνησθε, ἀλλ᾽ ὡς οἶόν τε εἶναι σπουδάζετε. Οἶδα τινὰς τοιούτους, ἀλλ᾽ ὀλίγους παντελῶς. Πιστεύω εἶναι πολλούς, ἀλλ᾽ οὐ τὸ σύνολον συμπράττοντας. Ἐπένθει ὁ Ἱερεμίας τὴν Ἱερουσαλὴμ διὰ τὴν πολιορκίαν, καὶ ὑμεῖς ὡσαύτως ποιοῦντες ὑπὲρ ἡμῶν πρεσβεύσατε. Συγχύθητε τοῖς ὑμετέροις πάθεσιν, ἀλλὰ τῆς ἡμετέρας ἐπιμελεῖσθε ἀσθενείας. Οἶδα τί εἶπον ἐξ ἀρχῆς ὅτι ἡ ψυχὴ ῥᾳδίως εἰς διαφόρους πράξεις μερίζεται. Ποιῆσαι καλὸν καὶ κακὸν οὐ δύναται, κακὸν δὲ διὰ καλοῦ ἐπιτηδεύει.

Διὰ νηστείας κενοδοξεῖ καὶ δι᾽ ἐγκρατείας ὑπερηφανεῖ· τὸ δὲ θέλειν καὶ αἱρεῖσθαι ὁμοῦ ταπεινοφροσύνην καὶ ὑψηλοφροσύνην οὐ δύναται.

Εἶπε καὶ ταῦτα ὁ Κύριος, ὅτι οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν· περὶ δὲ τῶν ἐν σχήματι καλοῦ ποιούντων κακὸν ἔφη ὅτι λύκοι εἰσὶν ἐν κωδίᾳ προβάτων προερχόμενοι. Εἰς ἐκείνην τὴν πρᾶξιν ἀπιδών, ὡς οἶμαι, συμβουλεύων μὴ διασφάλλεσθαι ἔφυγεν Ἠλίας ἐπὶ γῆς ἀλλοτρίας κἀκεῖ ἀναπέπαυται ἡ διάνοια αὐτοῦ. Ἐν ἀρετῇ μόνος διέμεινεν, οὐ συγχυθεὶς οὔτε χυδαῖόν τι διαπραξάμενος· οὔτε ἀδιαφόρως ἐβίωσεν ὡς ἐπὶ ξένοις, οὔτε ὡς ἄγνωστος ὢν τὴν τραχύτητα τῆς ἐγκρατείας ἐχαύνωσε.